Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

824. δύναται τὸ πεσέονται καὶ ἐπὶ τῶν Ἑλλήνων καὶ ἐπὶ τῶν Τρώων νοεῖσθαι, ὥς φησιν Ἐπαφρόδιτος.

829. ἔκταμʼ ὀῖστόν] ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς ἂ δεῖ πράττειν, διὰ τὸ ἐπείγεσθαι ταῖς ὀδύναις.

830. ἤπια φάρμακα] οὗτος μὲν ὡς ἀλγῶν πραέα φάρμακα βούλεται· ὁ δὲ ῥίζαν πικρὰν βάλλει ὡς εἰδώς.

832. δικαιότατος Κενταύρων] φιλοξενώτατος· δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς καὶ ἰατρικῆς.

835. χρηίζοντα καὶ αὐτόν] οἱ γὰρ ἄλλους, φησὶν, ἰώμενοι νῦν χρῄζουσι καὶ αὐτοὶ τῶν ἰωμένων.

[*](31. δίκαια Bekk.] δικαιότατα)
489

842. ὑπὸ στέρνοιο λαβών] ὑπολαβὼν αὐτὸν τοῦ στήθους. ὅρα δὲ τὴν ἀνάγκην ὅση ἦν.

844. ἐκτανύσας] διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑστῶτος βελουλκῆσαι, ἀλλʼ οὐ μόνον τοῦ βελουλ- κεῖν ἔδει· συνεαγέντος γὰρ τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε μαχαίρῃ· καὶ δῆλον ὡς μαχαίρᾳ τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό.

846. τινὲς Ἀχίλλειαν τὴν βοτάνην καλοῦσιν. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριφέρει τὴν ῥίζαν ὡς χρήσιμον εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, ὅτι ἐπὶ τραυματίαν ἔρχεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔμπειρος ὤν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν.

διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντικοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ὥς φησι, κελαρύ- ζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ αἵματος φορᾶς.