Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

703. ἐπέων] δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει.

708. εἰς τὸ ὁμῶς ὀλίγη διαστολή.

711. Θρυόεσσαν λέγει, ἣν καὶ Θρύον εἶπεν, Ἀλφειοῖο πόρον (Il. 2, 592). αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ἀπεργάζονται τοὺς ἀκροατάς. ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν.

715. ἄγγελος ἦλθε] οὖ πεμφθεῖσα ὑπό τινος, ἀλλʼ ἀφʼ ἑαυτῆς. ἧκε δὲ, ὅτι τότε μὲν πρὸς ἀγροίκους ἦν ἡ μάχη, νῦν δὲ πρὸς ἐμπείρους πολέμου.

717. οὐδέ με Νηλεύς] τεχνικῶς τῷ παραδείγματι διδάσκει Πά- τροκλον, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα προελθεῖν εἰς μάχην.

719. οὐ γάρ πω] καὶ πῶς πρότερον ἐνίκησεν; ὅτι πρὸς ἀπείρους ἦν ἡ μάχη, τὰ δὲ νῦν πρὸς ἐπιστήμονας.

721. καὶ πεζός περ ἐών] καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν ἱππικὸν ἔχοντος.

725. τὸ πολύαρχον καινίζει τὴν ἀκρόασιν, καὶ τὸ ὁμοειδὲς ἀπο- κόπτει, καὶ σαφήνειαν προβάλλει, καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδιδοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἐξ ἀρχῆς ἀναγκάζουσα.

730. τελέεσσι] τοῖς τάγμασι. δείκνυσι δὲ ὅτι οὐδὲ κοιμώμενοι ἢ ἐσθίοντες διέλυον τὰς τάξεις.

731. κατεκοιμήθημεν ἐν ἔντεσι] στρατιωτικὸν καὶ τοῦτο παράγ- γελμα, τὸ ἅμα τοῖς ὅπλοις κοιμᾶσθαι.

734. πρὶν ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη.

738. κόμισσα δὲ μώνυχας ἵππους] ὅτι πάντα προθυμίᾳ κατορ- θοῦται, ὅπου γε καὶ ἃ εἶρξεν ὁ πατὴρ, ταῦτα ἑαυτῷ πεπόρισται.

741. ἢ τόσα φάρμακα] τοῦτο πρὸς αὔξησιν τῆς ἑαυτοῦ ἀρετῆς, εἴ γε μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτὸν, φάρμακα εἰδυῖα πολλά.

754. ἀσπιδέος] κυκλοτεροῦς· ὅταν γὰρ ἐν ἀναπεπταμένῳ τόπῳ ὦμεν, κυκλοτερῆ αὐτὸν ὁρῶμεν. οἱ δὲ, τοῦ ἀσπίδας ἔχοντος διὰ τὸ πλῆθος.

* ἢ ἐν ᾧ αἱ τῶν ἀνῃρημένων ἀσπίδες ἔκειντο. ἢ ἐπιμήκους.

759. τοὺς μὲν Πυλίους Ἀχαιοὺς, τοὺς δὲ Πλείους Ἐπειοὺς διαι- ρῶν καλεῖ.

486

761. Νέστορί τʼ ἀνδρῶν] ὀνομαστὶ ἑαυτὸν λέγει, ἀναμιμούμενος τὴν φωνὴν τῶν ἐπαινούντων. ἅμα δὲ καὶ ἐμφαίνει Πατρόκλῳ ὡς καὶ αὐτὸς ἰσοθέου τεύξεται τιμῆς πολεμῶν.

763. λέγει ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, ἀλλὰ μόνος ὀνήσεται. ἢ οὐδὲ μόνος, τοῖς εἰς ἔπειτα μὴ λιπὼν ζῆλον.

ἦ τέ μιν οἴω] λέγει ὅτι καὶ ἡ αὐτοῦ ἀγριότης εἰς ἔλεον τραπήσε- ται τοῦ δεινοῦ γεγονότος. οὐ παρακαλεῖ δὲ, ὅτι νεωστὶ τὰς παρα- κλήσεις ἀπέβαλε.

763. ὦ πέπον, μὲν σοί γε] καὶ Ὀδυσσεὺς τοιαῦτα ἐν ταῖς Λιταῖς ἔλεγεν, ἀλλʼ ὁ μὲν κεφαλαίοις, ὁ δὲ καὶ τοῦ καιροῦ καὶ τοῦ τόπου ὑπομιμνήσκει.

767. ἀθετοῦνται στίχοι ιθ'. πῶς γὰρ ὧδὲ μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει, ἐν δὲ ταῖς Λιταῖς μεγαλήτορα θυμὸν ἴσχειν; ὅτι οὗ δέονται, τούτου ὑπομιμνήσκουσιν· ὁρῷ γὰρ ὁ Νέστωρ ὡς ἐλώφησε νυν τῆς ὀργῆς. καὶ διὰ τί Πηλεὺς τοὺς περὶ Νέστορα οὐ φιλοφρο- νεῖται, ἀλλʼ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. αὔξει δὲ νῦν τὸν Πάτροκλον, ὡς δεόμενος αὐτοῦ, καὶ ἡρέμα διδάσκει ὅτι σύμμαχος τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσθήκη τῆς συμμαχίας Ἀχιλ- λέως. ἐν καιρῷ δὲ ἐδήλωσε τὰ τῆς στρατολογίας, ὅτι οἱ ἀριστεῖς εἰς τὸ λαὸν ἀγείρειν ἐκπέμπονται.

769. Πηλῆος δʼ ἱκόμεσθα] ὁ δέ ἀντὶ τοῦ γάρ. εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, δηλῶν πῶς ἄρα καὶ ἤκουσαν.