Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

67. ὅστʼ ἀμητῆρες] τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς θερίζουσι διὰ τῶν δρεπάνων εἰκότως παρείκασεν.

ἐναντίοι ἀλλήλοισιν] τὸ παλαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ μέσα τελευτῶντες. τὸ δὲ ἐλαύνοντες πρὸς τὴν σύντομον ἀναίρεσιν. ἐν πλατεῖ δὲ ληΐῳ εἰκός ἐστι πολλοὺς ἐργάζεσθαι.

69. ταρφέα] τὸ εὐχερὲς καὶ δυσαρίθμητον τῶν πιπτόντων δηλοῖ.

72. ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. λύκοι δὲ διὰ τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται.

76. ἐνὶ μεγάροισι καθείατο] οὐδὲ ὁρᾶν δυνάμενοι τὴν μάχην διὰ τὸ ἐλαθῆναι ὑπὸ Διός. θαυμαστῶς οὖν τέως ἰσορροποῦσιν Ἕλληνες, καὶ ταῦτα ἀπὸ δυστυχίας ὄντες· μετʼ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν Τρώων.

84. ἱερὸν ἤμαρ] ἱερὸν καλεῖται τὸ ἕως μεσημβρίας, ἡνίκα αἱ θυσίαι γίνονται καὶ τὰ πρακτικὰ πάντα.

86. ἤμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατει- θισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὕπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἕλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχυροῦσι τῷ πάντας διαλύειν ἐκ τῶν ἔργων πεφυ- κότι.

δεῖπνον τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ μετὰ τὸν ὄρθρον αὔξην λαμβανούσης τῆς ἡμέρας ὁ ὑλοτόμος ἐπὶ τὸ ἑωθινὸν ἄριστον ἔρχεται.

87. ἐπεί τʼ ἐκορέσσατο χεῖρας] διδάσκει μετὰ τοὺς πόνους ἐμφο- ρεῖσθαι σιτίων πρὸς τό εὐόρεκτον.

90. σφῇ ἀρετῇ] λέγει ὅτι κεκοπωμένοι ἤσαν τοῖς σώμασιν, ἀντι- τάσσονται δὲ τῷ κόπῳ ταῖς ψυχικαῖς ἀρεταῖς.

91. κεκλόμενοι ἑτάροισι] διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ φιλάλ- ληλον πέφυκε σώζειν ἡμᾶς.

[*](1. πουλύν] πολὺν 4. πρότερον] πρότερος Vili. ἐἡ addidit Vill. )
460

92. πρῶτος ὄρουσʼ] ἀποτυχῶν γὰρ Ἀχιλλέως ἢ λαμπρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀναιρεθῆναι.

93. αὐτὸν, ἔπειτα δʼ ἑταῖρον] ἐν κεφαλαίοις εἰπὼν ὡς ἀνήρηνται, τὸ πῶς ἐπάγει κατὰ μέρος. διὰ δὲ τοῦ φόνου τοῦ δευτέρου ἐδήλωσε καὶ περὶ τοῦ πρώτου· εἰπὼν γὰρ ὡς ἐξ ἵππων κατεπάλμενος ἀνῃρηται, δηλοῖ ὡς ὁ πρῶτος ἐπιβεβηκώς τῷ δίφρῳ πεφόνευται.

98. πεπάλακτο] διεβρέχετο, ὡς τὸ “παλάσσετο δʼ αἵματι θώρηξ” (Il. 5. 100). φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου, ἔξω εἴργεται προελθεῖν τὸ αἷμα, ἔσω δὲ ἐπισυνάγεται, καθάπερ ἐπὶ τῶν βληθέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς ἔξω φορᾶς εἰργομενον.

100. οὐ συνάπτει Νικάνωρ, ἀλλὰ τὸ παμφαίνοντας δηλοῦν φησὶ τὸ νέον αὐτῶν. Πῖος δὲ τὰ στήθη περιφαίνοντας. οἱ δὲ ὅλον, στήθεσι παμφαίνοντας χιτῶνας.

103. σημειωτέον ὅτι οὗτος ὁ στίχος πρὸς τὸ πρῶτον ἀπαντᾷ, νόθον καὶ γνήσιον· ἐδήλωσε γὰρ φιλοτέχνως διὰ τούτου ποῖος ὁ νόθος ἦν.

104. ἐφʼ ἑκάστου πίπτοντος ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει τὸ ὑποκείμενον.

105. μόσχοισι] οὐκ ἀπίθανος ἡ μεταφορὰ, ἀπὸ τῶν ἀπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη.

106. *ἔθος ἦν τοῖς παλαιοῖς κατὰ τὴν πρώτην ἡλικίαν βουκολεῖν ἢ ἱπποφορβεῖν καρτερίας καὶ ἀσκήσεως ἕνεκεν.

110. σπερχόμενος δʼ ἀπὸ τοῖιν] εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπι- σήμοις τῶν φονευομένων. νῦν οὖν ἐπείπερ ὀξύς ἐστιν ὁ καιρὸς, ἄμφω δηλοῖ, καὶ ὡς ἐπεγίνωσκεν αὐτοὺς, καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.

113. ὡς δὲ λέων] εἰς τὸ δυνατὸν καὶ βασιλικὸν Ἀγαμέμνονος ὁ λέων παρείληπται. ἡ δὲ παραβολὴ πρὸς τὸ μὴ δύνασθαι τῇ ἐκείνων ἀναιρέσει βοηθῆσαί τινα τῶν Τρώων. λίαν δέ ἐστιν ἐμφερεστάτη· νεβροὶ γὰρ οἱ νέοι Πριαμίδαι, μήτηρ οἱ Τρῶες, προθυμίᾳ μὲν τῶν νεβρῶν ὑπερέχοντες καὶ κηδεμονίᾳ, κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ ἐπʼ ἄλλων τοῦτο παρέλαβεν, ἀλλʼ ἐπὶ τῶν ΙΠριάμου παίδων, ἐφʼ οἷς τὴν μὲν προθυμίαν σφοδροτέραν εἶναι, ἀδύνατον δὲ τοῖς Τρωσὶν ὑπάρχειν.

115. εἰς εὐνὴν] τὴν τοῦ λέοντος ἰδίαν, ἀπου ἀγνοοῦσα αὐτοὺς [*](9. ʼεἴργεται] εἴργετο 26. *αὐτοὺς] αὐτὸν)

461
ἔθηκε. καὶ τοῦτο δῆλον ἑτέρωθεν· “ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς· ὁ δέ τʼ ὥκα ἑὴν εἰσήλυθεν εὐνήν” (Od. 4, 335). ὁ γὰρ λέων οὐδέποτε κοίτην ἄλλου ἐρευνᾷ ζῷου, εἰ μή κατά τινα τύχην.

ἄπαλόν τέ σφʼ ἤτορ ἀπηύρα] οὕτως Ἀριστοτέλης καὶ Ἀντίπατρος ὁ ἰατρὸς συναύξεσθαί φασι τῷ σώματι τὴν ψυχὴν, καὶ συμμειοῦσθαι πάλιν.