Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

602. αἶψα δʼ ἑταῖρον] παρεμπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι θέλει καὶ παρακληθεὶς ἐξελθεῖν.

604. ἀναπτεροῖ τὸν ἀκροατὴν ἡ ἀναφώνησις ἐπειγόμενον μαθεῖν τί τὸ κακὸν ἦν. τὴν προσοχὴν δὲ ἐργάζεται διὰ βραχείας τῆς δεί- ξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο, διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ ἀπήμβλυνε τὴν ποίησιν.

609. νῦν ὀίω] ἔδειξεν ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν νομίζω, φησί. πάντας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. ἤδη δὲ προμαλαχθεὶς ἦν ἐκ τῶν Φοίνικος λόγων.

611. *ἀλλʼ ἴῶι νῦν] διὰ τί τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; ῥητέον οὖν ὅτι κατʼ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγένηται, διὰ Πατρόκλου βούλεται Νέστορα κατορθῶσαι τοῦτο ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς οὕτως, ἵνα καὶ Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ καὶ Ἀχιλλέα δείξῃ μετʼ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξαγαγόντα τὸν Πάτροκλον.

616. σιωπηλὸς ἀεὶ καὶ συνετὸς ὁ Πάτροκλος. οὐ θαῦμα οὖν εἴ γε τὸν τοιοῦτον ἐκίνησε Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνει Ἀχιλλεῖ.

617. βῆ δὲ θέειν] συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει καὶ δρόμῳ χρῆται, συγχαίρων τοῖς Ἕλλησιν.

618. οἱ δʼ ὅτε] οἱ περὶ Νέστορα εἰς τὴν Νέστορος σκηνὴν παρε- γένοντο.

619. αὐτοὶ μέν] καιρὸν δίδωσι τοῦ βαδίζειν Πατρόκλῳ, καὶ τὸ διάκενον τῆς ὁδοῦ πληροῖ, ταῦτα μέσον ἐνθείς.

620. πεζὸς Εὐρυμέδων εἵπετο· σχολαίτερον γὰρ Νέστωρ ἤλαυνε διὰ Μαχάονα. οὐ γὰρ τρεῖς ἐν τῷ ἅρματι.

624. οὐ δεόντως, φασὶν, ὁ Μαχάων, καὶ ταῦτα ἰατρὸς ὢν, τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου (τοιοῦτος γὰρ ὁ Πράμνιος) καὶ τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς τραυματίαις. πρῶτον μὲν οὖν φαμὲν ὅτι τὴν δίαιταν ἠγνόουν, καὶ ἀνδρειότερα ὅμως εἶχον τὰ σώματα, ὡς καὶ [*](6. *ἦν] om. 10. *ἱκετεύσειν] ἱκετεύειν θραχείας (βραχέας B) τῆς δείξεως] 19. ∗οὐ] om. ∗βραχείας ἐνδείξεως)

481
ἀγωνίζεσθαι τοὺς τραυματίας· εἶτα ὅτι ἀρίστου ἰατροῦ ἐστὶ τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν συνήθη δίαιταν. ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή· εἰ δὲ καὶ κατὰ βάθους, οὐδʼ οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυμοὺς καὶ τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα πα- χύνει καὶ συστέλλει· ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσά- γουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. ἀλλὰ καὶ τὸ ἄλφιτον παχύνει τὰ ὑγρά. καὶ τὸ κρόμυόν ἐστι διουρητικὸν, καἰ μάχεται τῇ φλεγμονῇ· ὅθεν καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεται. ἢ οὐ πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα· καὶ Νέστωρ γοῦν λαμβάνει· τοῖς κακοπαθοῦσι γὰρ ἐπιτήδειος ὁ κυκεὼν, τροφὴν ἅμα καὶ ποτὸν ἔχων.

*Πορφυρίου. ὅλος ὁ τόπος οὗτος ἐλέγχεται ὡς παρὰ τὴν ἰατρικὴν ἱστορίαν πεποιημένος. ὅσοι μὲν οὖν λύουσιν ὡς τῶν ἡρώων ἑτέρως εἰθισμένων θεραπεύεσθαι διὰ τὸ μὴ ταῖς αὐταῖς διαίταις τοὺς ἰατροὺς ἐπιπολάζειν χρωμένους, ἀπὸ τοῦ ἔθους ἀπολογοῦνται· ὅσοι δʼ ἐλέγ- χονσι τὴν σύνθεσιν πάντων ἐξαλλάσσειν τὴν καθʼ ἕκαστον δύναμιν, ἀπὸ τῆς λέξεως ἐπιχειροῦσιν. οἱ δὲ συνιστάντες οὐκ εἶναι χαλεπὸν τὸ τραῦμα, οὐδὲ πρὸς θεραπείαν δίδοσθαι τὸ πόμα, τῷ δὲ κοινῷ ἔθει πίνειν οὐ μόνον τὸν Μαχάονα, ἀλλὰ καὶ τὸν Νέστορα τὸ τοῖς κεκμηκόσι σκευαζόμενον ποτὸν (τοιοῦτον γὰρ προσφέρειν καὶ τὴν Κίρκην τοῖς πρὸς αὐτὴν καταγομένοις) ἀπὸ τοῦ καιροῦ λύουσιν.

628. ἐπιπροίηλε] ἐξέτεινε· πτυκταὶ γὰρ ἤσαν αἱ τράπεζαι. ἡ δὲ πρό τὸ ἔμπροσθεν δηλοῖ.

629. πέζαν οὐκ ἀεὶ τὸν πόδα, ἀλλὰ καὶ τὸ ἄκρον λέγει. οὐκ ἔστι κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυανοῦ ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν.

630. τελεία εἰς τὸ κρόμυον, εἶτα δὲ μέλι χλωρόν. τὸ δὲ ποι ῷ ὄψον ἀπὸ κοινοῦ τῷ παντὶ κυκεῶ. τεῦχε, φησὶ, κυκεῶ ἄμα ποτῷ καὶ ὄψον ὄντα· τὸ μὲν γὰρ μέλι καὶ ὁ οἶνος ποτὸν, τὰ δὲ λοιπὰ ὄψον· πᾶν δὲ τὸ ἐσθιόμενον ὄψον καλεῖται.

634. τέσσαρʼ ἔσαν] συνηρτημένα μὲν ἀλλήλοις τὰ ὥτα, διά- στασιν δὲ ἔχοντα, ὥστε πρὸς τὸ βαθὺ τοῦ ποτηρίου καὶ τὰς λαβὰς εἶναι. τὸ σχῆμα οὖν τῶν ὕτων γίνεται διπλοῦν ω.

δοιαὶ δὲ πελειάδες] καὶ τὴν τορευτικὴν ὁ ποιητὴς ἐπίσταται. ὀκτὼ [*](12. * Πορφυρίου] om. 21. λύουσιν Lehrsius] λέγουσιν 17. συνιστάντες Lehrsius in Ap- 27. κυκεῷ] Corrige κυκεῶνι. pend. ad Herol. p. 460] νῦν πάντες 33. *τορευτικὴν] τορνευτικὴν)

482
δὲ ἤσαν αἱ πελειάδες, δύο καθʼ ἕκαστον. λέγοι δʼ ἂν μικράς τινας, οἵας εἰκὸς ἐπὶ ἐκπώματος τετορεῦσθαι.

635. διπλοῦς ἦν ὁ πυθμὴν, ἥσσων ὑπὸ μείζονος περιεχόμενος. Ἀρί- σταρχος δὲ τὴν ὑπό πρὸς τὸ ἤσαν συντάσσει. τινὲς δὲ ὑτφʼ ἓν τὸ ὑποπυθμένες, ἵνʼ ᾖ τῶν πελειάδων ἐπίθετον, οἷον δῦ. δʼ ἕτεραι πελειάδες ἤσαν τοῖς πυθμέσιν ὑποκείμεναι.

636. οὐχ, ὧς τινες, ἐπὶ Μαχάονος τὁ ἄλλος ἐκδέχεσθαι χρὴ, ἀλλʼ ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ γέρων, ἵνʼ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμογητὶ ἄειρεν.

*Στησίμβροτος δέ φησιν, ἵνα δοκῇ εἰκότως πολλὰ ἔτη βεβιω- κέναι· εἰ γὰρ παράμονος ἡ ἰσχὺς καὶ οὐχ ὑπὸ γήρως μεμάρανται, καὶ τὰ τῆς ζωῆς εὔλογον εἶναι παραπλήσια. Γλαῦκος δὲ, ὅτι κατὰ διάμετρον ἐλάμβανε τὰ ὦτα, ἐκ μέσου δὲ πᾶν εὔφορον.

637. ἀμογητὶ ἄειρεν] τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροὶ, ἀλλʼ οί ἔμ- πειροι φέρουσι. διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς τραπέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ πῶς μὴ εἰδέναι· εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε, θραῦσιν ἂν ἠπείλησε· δίχειρα γὰρ δυσὶν ἀφ’ ἑκάστης χειρὸς δακτύλοις τῶν ὕτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπως.

639. Πραμνείῳ] οἱ μὲν μέλανι, οἱ δὲ γένος ἀμπέλου, οἱ δὲ αὐ- στηρῷ, οἱ δὲ πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ.

642. πολυκαγκέα] πολλὴν ἔχουσαν ξηρότητα· ὅθεν καὶ κάγκανα ξύλα.

645. ἀπὸ θρόνου ὥρτο] διὰ τὸν καιρόν. διδάσκει οὖν καὶ γέροντας νέοις εἴκειν πρὸς ὄφελος.