Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

555."ἠῶθεν] ἑσπέρᾳ, φησὶν, ἐπιθέμενος μόγις ἠῶθεν ὑποχωρεῖ.

557. ἤῖε] ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν θορύβου καὶ ταραχῆς ἀπηλλαγμένην.

πόλλʼ ἀέκων] ἐνεθυμεῖτο γὰρ τόν τε κίνδυνον τῶν νεῶν καὶ τὸ τῆς ὑποχωρήσεως ἄσχημον.

558. ὡς δʼ ὅτʼ ὄνος] ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν Τρώων, ὅτι οὐκ αὐτοὺς φεύγει, ἀλλὰ Δία. πρός τε τὴν στάσιν τὴν [*](11. φυλάσσειτὰ Bekk.] φυλάσσεται ἀναχωροῦντα legitur pro ἀναχωρεῖν, 12. *τὰ δὲ] τὸ δὲ quod habet loco priore. 17. *Ιορφυρίου] om. Hoc 19. ∗ἐναργείας] συνεργίας scholion bis legitur, folio 152 b et ἐτήρησεν] *διετήρησεν folio 153 a eadem moto utrobique 20. ἔγοντα] *εὶπὼν Αἴαντα scriptum, nisi quod altero loco 22. * δεδήλωκεν] δέδωκεν)

478
ἀδηφαγίαν τοῦ ζὥου ἔλαβε· διὰ δὲ τοῦ κείρειν τὴν ἀφθονίαν τῆς τροφῆς. εὖ δὲ καὶ οὐ φορτηγῷ ὄνῳ παρέβαλεν, ἀλλὰ βοσκομένῳ· βραδεῖα γὰρ ἡ κίνησις τοῦ νεμομένου. καὶ ἐπιτείνων τὸν ὄνον νωθῆ λέγει καὶ πληγῶν ἐθάδα πολλῶν. καὶ οὐκ ἄνδρας τύπτειν φησὶν αὐτὸν, ἀλλὰ παῖδας.

*τὸ δὲ ἐβιήσατο ἀντὶ τοῦ βίᾳ ἐνίκησεν.

559. ἐάγη] οὐχ ὑπὸ τῶν παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· οῦτως γὰρ ἐθὰς ὤν οὐκ ἀλεγίζει πληγῶν.

*∗ῥόπαλα δὲ τὰ ξύλα ἀπὸ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι φορᾷ, ἀλλοιοῦν καὶ συντρίβειν, ἵνα δείξῃ αὐτοῦ τὸ γενναῖον.

566. μνησάσκετο θούριδος ἀλκῆς] καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θεοῦ τῆς φύσεως οὐκ ἤθελεν ἐξίστασθαι.

569. πάντας δὲ προέεργε] ὡς ἕρκος Ἀχαιῶν εἴργει τοὺς πολε- μίους. ὥσπερ δὲ ἐπιλαθόμενος ὅτι φεύγειν αὐτὸν βούλεται Ζεὺς, ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο καὶ ἀπετείχιζε Τρῶας, εὐκαιρίαν ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις. ἔστιν οὖν θύνων ἵστατο (570).

574. ἄσαι] ἐνεργητικὸν ἀντὶ παθητικοῦ· ὤφειλε γὰρ ἄσασθαι.

577. στῆ ῥα παρʼ αὐτόν] παθητικῶς Αἴαντα ὑπʼ Εὐρυπύλου εἰσάγει βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρω- μένων. εὗ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύ- πυλον αὐτομάτως ἥκειν.

579. ἤπαρ ὑπὸ πραπίδων] ὑποκάτω γάρ εἰσι τῶν φρενῶν. ἔστι δέ τι σπλάγχνον οὕτω λεγόμενον· οὐ γὰρ ταύτας φησὶν, αἷς νοοῦμεν.

*φρένας ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ποιηταὶ τὸ διάφραγμα ἐκάλουν, παρόσον φλεγμαῖνον τοῦτο ὡς νευρῶδες ἔχει συμπάσχοντα τὸν ἐγκέφαλον καὶ παρακολουθοῦσι μέγισται παραφρονήσεις. πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέφαλος, ὥσπερ ἀρτηριῶν καρδία καὶ φλεβῶν ἤπαρ.

580. αἴνυτο τεύχεʼ ἀπʼ ὀμων] σκοπός ἐστιν αὐτῷ τοὺς ἀναιρου- μένους σκυλεύειν. χαρακτηρίζει δὲ τὴν τοῦ Ἀλεξάνδρου δειλίαν, ὅτι μὴ προσελθεῖν τεθάρρηκεν, ἀλλʼ ἐπιτηρήσας μὴ μαχόμενον τότε τοξεύει.

584. δόναξ] ἐκ ξύλου γὰρ καὶ καλάμων ἤσαν τὰ βέλη.

[*](1. ἀδηφαγίαν scripsi pro ἀδηφαγίαν 10. *ἀλλοιοῦν] ἀλοιοῦν)
479

586. ἤῦσεν] εἰκότως βοᾶ· μακρὰν γὰρ ἤσαν πεφευγότες οἱ Ἕλληνες.

590. φεύξεσθʼ] τῆς ἀρετῆς Αἴαντος ἔνδειξις ὅτι οὐ φεύξεται, ἀλλὰ μέχρι θανάτου μενεῖ μαχόμενος. ἢ οὐχ οἷός τε ἔσται τὸν πόλεμον ἐκφυγεῖν, καίπερ γενναῖος ὤν.

593. σάκεʼ ὤμοισι κλίναντες] ἤτοι τὰς ἀσπίδας ἐπιθέντες τοῖς ὔμοις.

595. στῆ δὲ μεταστρεφθείς] ἐν τῷ πλήθει τῶν ἑταίρων μετε- βάλετο καὶ πρὸς αὐτοὺς μετεστράφη.

596. δέμας πυρός] τὴν σφοδρότητα τῆς μάχης παρίστησι, πυρὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· λέγει δὲ ὅτι ἐμάχοντο ὡς πῦρ διακαῖον ὕλην.

*εἴωθεν ἐπὶ τῶν μαχομένων τὸ πῦρ λαμβάνειν εἰς παράστασιν τῆς συντόνου καὶ ἐνθέρμου ὁρμῆς· “ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο” καὶ ʼμάχης καυστείρἥς ἀντιβολῆσαι” (Il. 4, 342). καὶ τὰ περὶ Διομήδην οὖν (Il. 5, 4) παραστατικὰ τῆς κατὰ τοὺς ὤμους καὶ τὰς χεῖρας ἐνθέρμου ὁρμῆς καὶ τῆς κατὰ τὴν κε- φαλὴν πυκνοτέρας ἐπιστροφῆς. οὕτω καὶ κορυθαίολος ὁ Ἕκτωρ εἴρηται.

597. έηλήιαι ἵπποι] αἱ ἐκ τῆς ηλέως ἀγέλης.

*αἱ ἀπόγονοι τῶν ἵππων ἐκείνων· οὐ γὰρ δυνατὸν ἦν φθάσαι ἐπὶ τὸν γέροντα Νέστορα τὰς ἵππους τοῦ ηλέως ζώσας. ώσπερ καὶ Τρώῖοι ἵπποι οἱ ἀπὸ τοῦ Τρωὸς, κατὰ διαδοχὴν τοῦ ἀπʼ ἐκείνων.

598. ἤγον δὲ Μαχάονα] τοὺς πλείους τῶν ἀριστέων τρώσας πλὴν Ἀἴαντος τοῦ Τελαμωνίου ἐπὶ τὰς ναῦς ἀπέστειλεν, Ἀγαμέμνονα Διομήδην Ὀδυσσέα Μαχάονα Εὐρύπυλον καὶ τὸν Τεῦκρον ἑξῆς, ἵνα εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν. εἶτα τούτους ἐπὶ τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Ἀἴαντος τὰ λοιπὰ καταναλίσκει ἕως τῆς Πατρόκλου ἐξόδου· καὶ τὸν Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα ἐπανέρχεται μέχρι τῆς Ἀχιλλέως ἐξόδου· καὶ τοῦτον ἐπὶ τὴν μάχην προαγαγὼν εἰς τὰ ἀνδραγαθήματα αὐτοῦ τελειοῖ τὴν Ἰλιάδα. καλῶς δὲ τὸ μὲν ἔφερον ἐπὶ Νέστορος, ἐπὶ δὲ Μαχάονος ἰδίᾳ τὸ ἦγον διὰ τὸ τῆς πληγῆς βαρύ.

599. τὸν δέ] τὸν Νέστορα ἰδῶν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα.

[*](4. *ἔσται] ἐστι)
480

600. τὸ φιλότιμον καὶ φιλοπόλεμον ἐνδείκνυται, θεωρὸν αὐτὸν παρεισάγων τῆς μάχς.