Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

434. οἵδ’] οἱονεὶ χειρὶ δείκνυσιν καθʼ ὃν τόπον ἐστρατοπεδεύκασιν. ἀπάνευθε δὲ διὰ τὸ μὴ μεμῖχθαι τοῖς ἄλλοις. τὸ δὲ νεήλυδες πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν τὴν ἀπὸ τοῦ κόπου. ἔσχατοι δὲ Τρώων, ἀπὸ δὲ νεῶν πρῶτοι.

435. Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ Θράκης καὶ Εὐτέρπης τῆς Μούσης υἱός. ἱστορεῖ δὲ Πίνδαρος (Fr. 181) ὅτι καὶ μίαν ἡμέραν πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς ἀνεδείξατο κακά. κατὰ δὲ θείαν πρόνοιαν νυκτὸς αὐτὸν Διομήδης ἀναιρεῖ.

436. καλλίστους ἵππους] ὡς φίλιππος κἀκείνους ἐσκόπησε· κινδυνεύει γὰρ διὰ ἵππους· ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς. τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὅτι καὶ τῶν ἐν τῷ ἰδίῳ στρατοπέδῳ καλλίστων προδότης ἐγένετο.

437. δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως. καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μἐν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν λευκοτέρους χιόνος, καὶ τοῦ μέτρου ἐπιδεχομένου, θαυμαστι- κῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον, καὶ λείπει τὸ εἰσίν. οἱ δὲ πτώσεως μετάθεσιν τὸ τοιοῦτον ὠνόμασαν.

καὶ εἴ γε νεήλυδες ἤσαν πῶς ἐγίνωσκε τὸ τάχος: ἢ ὡς ἀκούσας, ἢ ὡς ἀποσεμνύνων πρὸς τὸ μὴ ἀναιρεθῆναι.

438. χρυσῷ] τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς ἄκρως κωμῳδεῖ, ὅτι περὶ χρυσὸν ἐπτόηται.

442. ἀλλʼ ἐμὲ μὲν] πέπεισται ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχεται· εἰ γὰρ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἤσαν οἱ περὶ Διομήδην πιστεύσαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες. δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις μέλλων.

447. καὶ πῶς ἥδεισαν αὐτοῦ τὸ ὄνομα; εἰκὸς ἦν ὡς κήρυκος υἱὸν- πολλάκις συμπαρεῖναι τῷ πατρί. ἢ ἠρώτησαν κρατήσαντες.

* Πορφυρίου. ἀδύνατον τὸν οὕτω δῆλον μὴ γινώσκεσθαι ὑπὸ τῶν [*](4. *τόπον] τρόπον ξατο Eunt. p. 817, 24. 10. ἀνεδείξατο] *ἀπεδείξιτο. ἐνεδεί- 34. ∗ Πορφυρίοιν] om. )

450
ἀριστέων. λύεται δὲ ἐκ τοῦ ἔθους. καὶ γὰρ πλούσιον αὐτὸν ὄντα εἰκὸς εἶναι διάδηλον· καὶ οὐκ ἂν ἦν ἐν τῷ συνεδρίῳ τοῦ Ἕκτορος μὴ τῶν ἐπιφανῶν ὡν· καὶ ἔστιν υἱὸς κήρυκος, τοῖς δὲ τοιούτοις εἰς τὰς ἀποστολὰς χρῆσθαι εἰώθασιν.

Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷ φιλανθρώποις λόγοις οὐ φονεύει, ἀλλʼ ἄλλος.

450. ἧ τε καὶ ὕστερον] ἐπεὶ οὐχ Ἑλληνικὸν τὸ τὸν ἱκέτην ἀναιρεῖν, προφάσεις ἀναγκαίας περιέθηκεν. ἄμα δὲ καὶ ἄτοπον ἦν αὐτὸν πάλιν ὑποστρέφειν εἰς τὰς ναῦς. ἅμα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων μεμίσηται πρῶτον, οἷς τοὺς οἰκείους παρέ- δωκεν.

454. ὁ μέν μιν ἔμελλε] ἀνόητος ὁ μετὰ τοιαύτην ἀπόκρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα μὴ φθάσῃ γονυπετῶν.

477. φθεγγομένου] ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι, πρίν σαφηνισθῆναι τὸ λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ στόματος, καὶ τὸν τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς κεφαλῆς, ὡς εἰ καὶ σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν τῆς ἐπεισροῆς φορὰ εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται.

460. καὶ τά γʼ Ἀθηναίῃ] διδάσκει τῶν κατορθουμένων αἴτιον τὸ θεῖον οἴεσθαι. καὶ τὸ ἐπίθετον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως εἰλημμένον. οἰκείως δὲ φονεύει μὲν Διομήδης, ἀνατίθησι δʼ Ὀδυσ- σεύς.

461. πανταχόθεν ἐκίνησε τὴν ἐνάργειαν, ἐκ τοῦ ἱκετεύειν μέλ- λοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως τενόντων, ἐκ τῆς φθεγγομένης κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ σκυλεύοντος τὰ ὅπλα καὶ εἰς ὕψος ἀνέχοντος.

463. ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν. προτρεπτικὸν δὲ τοῦτο εἰς συμμαχίαν.

473. τριστοιχεί] ἵνα ὥσι τρία τάγματα πρὸ Ῥήσου, ἀφʼ ὁν ἑκάστου τέσσαρες ἄνδρες ἀναιροῦνται· τρισκαιδέκατος δὲ ὁ Ῥῆσος.

475. ἐπιδιφριὰς μέρος τοῦ δίφρου καθʼ ὃ ἐπιβαίνειν εἰώθασιν. ἔγνωσαν δὲ ἢ ἀπὸ τοῦ τὸν Ῥῆσον μέσον εἶναι ἰδίῳ, ἢ ἀπὸ τῆς τῶν ἵππων θέας.

[*](10. παρέδωκεν] *προδέδωκεν 24. *ἐνάργειαν] ἐνέργειαν)
451

479. ∗ Πορφυρίου. φέρτερον τὸν κρείττω λέγει, τὸν φέρειν ἰσχύοντα, ποιήσας τοὔνομα ἀπὸ τοῦ φέρειν δύνασθαι μᾶλλον τὰ προσπίπτοντα. τούτου οὖν ἐν εἴδει ὁ ὁπλότερος, ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενος. ἀντιφερίζει δὲ ὁ ἐξ ἐναντίας τῷ φέροντι ἀντιφερί- ζων τὸ ἴσον. τὸ δʼ αὐτὸ καὶ ἰσοφαρίζει λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα, ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων “ἥλικες ἰσοφόροι” (Od. 18, 373). ἀπὸ τοῦ φέρειν δὲ καὶ τὸ “ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος,ʼ ὡς εἰ ἔλεγε τὸ ὅπλον· καὶ “μή μοι δῶρʼ ἐρατὰ πρόφερε ρυσῆς Ἀφροδίτης” (ll. 3, 64).

480. δηλοῖ ὡς μᾶλλον ἐπιτηδειότερος ὡν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα σοφῶς Διομήδει παρέχει τὴν αἵρεσιν. εἰκότως τὸ μὲν εὐχερέστερον τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ δίδωσιν.

483. ἐπιστροφάδην] ἐπιστρέφων τὴν ὄψιν, ἵνα λάθῃ. ἢ τῇ καὶ τῇ, ὡς ἐπὶ Ἀχιλλέως· ὃ καὶ ἄμεινον. στόνος δὲ οἷον ὡς ἐν ὕπνῳ ἀναιρουμένων.

*μετʼ ἐπιστροφῆς, ἐφʼ ἑκάτερα τὰ μέρη στρεφόμενος.

* ἐρτειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἀνδρὸς ἑνὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλί- νωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιενεχθέντος, καὶ μεταλαβόντες τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφά- νειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε παραστατῶν καὶ ἐπιστατῶν.

485. ὡς δὲ λέων] οἰκεία ἐπʼ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο.

490. τὸν δʼ Ὀδυσεὺς] τὸ προγνωστικὸν καὶ φρόνιμον Ὀδυσσέως ἐνδείκνυται· ἐπὶ μὲν γὰρ ἄλλων ἵππων φησὶ “στείβοντες νέκυάς τε” (Il. 11, 534), ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πειραθέντων πολέμου μεταφέρει τοὺς νεκρούς. δὶς δὲ τὸ τοῦ Ὀδυσσέως ἔλαβεν ὄνομα, σχῆμα κινῶν· ἐδύνατο γὰρ ἡ διάνοια καὶ ἅπαξ αὐτὸ ἔχειν