Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

382. Ὀδυσσεύς] ἑκατέρῳ προσώπῳ τὴν πρέπουσαν ἀπένειμε τάξιν. ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ λαβεῖν, Ὀδυσσεύς.

387. ἐπίτηδες ἐνδόσιμον αὑτῷ καιρὸν φευσμάτων δίδωσιν, ὅπως αὐτοῦ δοκιμάσῃ τοὺς λόγους. τί γὰρ παρέτρεχε τοὺς νεκροὺς, εἴπερ σκυλεῦσαι θέλει;

390. ὑπὸ δʼ ἔτρεμε γυῖα] κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ μὴ ἀληθεύοι, σωτηρίας ἐλπίδα οὐχ ὁρᾷ. αἱ δὲ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν εἰς ψεύδη τραπῆναι.

391. πολλῇσίν μʼ ἄτῃσι] ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεασθεὶς καὶ τὴν φρενοβλάβειαν αὐτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος.

394. θοὴν] ἐπεὶ μετὰ δύσιν ἡλίου τάχιστα σκότος γίνεται, ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγούμεθα. ἢ τὴν θετικήν· ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν.

[*](13. καὶ τρέμειν—βοἡ] Haec a m. 17. ἀγενοῦς] ἀγεννοῦς B, sed ν sec. addita. priore eraso. 14. *ὑπὸ] ὰπὸ)
446

395. ἀνδρῶν δυσμενέων] ὑπομιμνήσκει τῆς ἔχθρας αὐτοὺς καθʼ Εκτορος, ἀναζωπυρῶν αὐτῶν τὸν θυμόν.

401. ἡ ῥά νύ τοι] δεόντως τὴν τοῦ ἐλπίσαντος, οὐ τοῦ ὑποσχο- μένου τοσοῦτον αἰτιᾶται ἄνοιαν.

406. ποῦ-λίπες Ἕκτορα] καλῶς τοῦτο πυνθάνονται, ἵνα ἐγρηγο- ρότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, καθεύδοντος δὲ ἐπιχειρήσειαν αὐτὸν ἀνελεῖν.

407. ποῦ δέ οἱ ἔντεα] εἰκὸς γὰρ ἦν ὡς βασιλέα σκηνοποιεῖσθαι στρατηγικώτερον· ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ, τούτου χάριν ἐπερωτῶσιν.

δεῖ τὸ ἑστᾶσι τῷ ἵπποι προσυπακούειν· οὐ γὰρ κοινὸν τὸ κε ῖται.

413. * Πορφυρίου. τὸ καταλέξω οὐκ ἔστιν ἀπλῶς ἐρῶ, ἀλλʼ εἰς τέλος τοῦ λόγου ἀφίξομαι καὶ καταλέξω. ταυτὸν γάρ ἐστι τῷ “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (Il. 9, 56) καὶ “ἐπεὶ ὦ παιδὶ ἑκάστου πείρατʼ ἔειπεν” (Il. 23, 350). τὸ διεξελθεῖν οὖν τὸν λόγον μέχρι τοῦ ἀπολῆξαι.

415. στρατηγικῶς τὸν τόπον τοῦτον ἐπελέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλόμενοι λάθοιεν, μήτε εἰς τὴν πόλιν λόχος εἰσέλθῃ.

417. οὔτις κεκριμένη] ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως. καὶ πολλῆς τῆς ἀλαζονείας· καταφρονεῖ γὰρ Ἑλλήνων.

418. πυρὸς ἐσχάραι] ἐσχάρα σημαίνει ε΄· τὴν πυρὰν, καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἡροκλεῖ (922), καὶ τὴν κυρίως λεγομένην.

ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι. οἱονεὶ ὅσοι εἰσὶν ἐθάδες Τρῶες, οὗτοι φυλάσσουσιν. ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος.

* Πορφυρίου. τοῦ ποιητοῦ πολλάκις ἐπισημαινομένου περὶ τῶν [*](1. *κοθʼ] om. leiano cum lemmaate Πορφυρίου εἰς 13. * ορφυρίου] om. τὸ “ἐντm δὲ ξύλα πολλὰ λέγεσθε,ʼ 30. * Πορφυρίου] om. B. Scho- licet ex scholio ipso appareat ab lion hoc Porphyrii, τοῦ ποιητοῦ Torphyrio non huic versui ad- πολλάκις—δέχεσθε δέκεσθε in B et scriptum fuisse, sed 10, 418 “ἕσσαι codicibus Scorialensi et Harleiano γὰρ Τρώων πυρὸς ἐσχάραι,” ad quem totum est adscriptum ad 8, 509, versum recte rettulit Bekkerus, et in Scorialensi quidem et Har- quod partim confirmatur ipsius )

447
πκρῶν ἂς οἱ Τρῶες ἐποιοῦντο ἐκ τῆς τοιαύτης τοῦ Ἕκτορος παραγγε- λίας “ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, ἄς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλὰ, σέλας δʼ εἰς οὐρανὸν ἥκῃ” (Il. 8, 507) καὶ πάλιν “ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο ὑπέρθυμοι τηλέκλητοί τʼ ἐπίκουροι, κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν” (Il. 9, 232) καὶ πάλιν “ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωκὸν ἀθρήσειεν, θαύμαζεν πυρὰ πολλὰ, τὰ καίετο Ἰλιόθι πρό” (11), εἰκότως ἀσαφέστατόν ἐστι τὸ τοῦ Δόλωνος, ὅτι ἐρωτηθεὶς “πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;” ἀποκρίνεται “φυλακὰς δʼ ἂς εἴρεαι ἥρως, οῦ τις κεκριμένη ῥύεται στρατὸς, οὐδὲ φυλάσσει· ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη, οἵ τʼ ἐγρηγόρθασι, φυλασσέμεναί τε κέλονται ἀλλήλοις.” τί γὰρ βούλεται τὸ “ὅσσαι μὲν πυρὸς ἐσχάραι,ʼ προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥηιδίως συνιδεῖν. λύοντες οὖν λέγομεν ἡμεῖς ὅτι τῶν ἐν τῷ πεδίῳ πυρῶν νῦν οὐ ποιεῖται τὸν λόγον, ἀλλὰ βούλεται εἰπεῖν ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι, ἀλλʼ ἑστίαν ἔχοντες, ὅπερ ἐν ἄλλοις περὶ τῶν αὐτῶν λέγει “Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασι” (Il. 2, 125), τουτέστιν ὅσοι πῦρ τε καὶ ἑστίας ἔχοντες, ὡς καὶ ἐν ἄλλοις “ἤλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος” (Od. 23, 55). τουτέστιν εἰς τὴν αὑτοῦ ἑστίαν· ἑστία γὰρ ὁ οἶκος· ὃ γὰρ εἶπεν [*](codicis B auctoritate, in quo ver- ἱκάνετο” (ib. 7)· ὁ οὖν ἔχων οἰκίαν sui 10, 418 altera pars acholii ἐφέστιος, ὁ δὲ ἔτολις καὶ φυγὰς inde ab verbis προδεδηλωμένου ὅτι “ἀφρήτωρ ἀθέμιστος ἀνέστιος” (Il. πολλὰς πυράς usque ad verba prope 9, 63)· καὶ ἐπὶ τοῦ εἰς ἀλλοτρίαν extrema ἐφέστιον πῦρ ἔχοντες iterum οἰκίαν οἰκοῦντος. καὶ τὰ νῦν ὅσοι est adscripta, multa cum scriptu- πολῖται τῶν Τρώων καὶ ἐφέστιοι καὶ rae diversitate, προδεδηλωμένου ὅτι ἑστιούχῳ Διὶ θύουσιν, καὶ τὸ περὶ τῶν πυρὰς πολλὰς ἔκαιον; ὃ ἀποροῦντας οὺκ Φαιάκων εἰρημένον “τᾶσι γὰρ ἐφέ- ἔστι ῥηιδίως συνιδεῖν. λύοντες οὖν ἡμεῖς στιόν ἐστιν ἑκάστῳ” (Od. 6, 265). λέγομεν ὅτι τῶν ἐν τῷ πεδίῳ πυρῶν τουτέστιν οὐδεὶς ξένος ἐστὶν ἐνταῦθα, νῦν σὺ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ ἀλλὰ πάντες πολῖται ἑστίας καὶ πῦρ βούλεσθαι εἰπεῖν ὡς ὅσοι Τρῶες αὐθι- ἔχοντες. γενεῖς καὶ σὺ ξένοι, ἀλλʼ ἑστίαν 5. τηλέκλητοι] τηλέκλεισοι Scor. ἔχοντες, ὅπερ ἐν ἄλλοις περὶ τῶν αὐτῶν 8. δαὶ] δʼ αἱ Scot. λέγει “Τρῶας μἐν λέξασθε ἐφέστιοι 14. Ante λύοντες lemma λύσις ὅσσοι έασι” (Il.2,125), τουτέστιν ὅσοι in Scot. πῦρ τε καὶ ἑστίας ἔχοντες, ὡς καὶ ἐν 15. ποιεῖται—βούλεται ViIi.] ποι- ἅλλοις “ἤλθε μἐν αὑτὸς ζωὸς ἐφέστιος” εῖσθαι-βούλεσθαι (Od. 23, 55), τουτέστιν εἰς τήν αὐτήν 17. λέξασθαι Bekkerus] λέξασθε ἑστίαν· ἑστία γὰρ ὁ οἰκὸς· ὃ γὰρ ἐφέστιοι ἔσσοι ἔασι] Sic B ad 10, εἶπεν “ἤλθεν αὑτὸς ἐφέστιος” μετα- 418: sed ἔσσι ἐφέστιοι, omisso λαβιν ἔφη “λʼ δυσσεὺς καὶ οἰκον ἔισι, B et Scor, ad 8, 509.)
448
“ἤλθε μὲν αὐτὸς ἐφέστιος,ʼ μεταλαβὼν ἔφη “ἤλδς δʼ Ὀδυσσεὺς καὶ οἰκον ἱκάνετο” (ib. 7)· καὶ πάλιν ἀντὶ τοῦ οἰκὸς “ἑστίη τʼ Ὀδυσῆος ἀμύμονος ῆν ἱκάνω” (Od. 14, 19). ὁ οὖν κεκτημένος οἰκίαν ἐφέστιος, ὁ δὲ ἄπολις καὶ φυγὰς “ ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος” (Il. 9, 63)· καὶ ἐπὶ τοῦ εἰς ἀλλοτρίαν οἰκίαν ἐνοικοῦντος “ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων” (Od. 7, 248). τὸ οὖν “ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι” δηλοῖ. ὅσσαι Τρώων ἑστίαι, ἐξ οὗ ὅσοι Τρώων ἐφέστιοι καὶ πολῖται καὶ ἑστιούχῳ Διὶ θύουσιν, ὥσπερ καὶ ὁ Φήμιος “Διὸς μεγάλου ποτὶ βωμὸν ἑρκείου” (Od. 22, 334) καταφεύγει, δηλονότι κατὰ πᾶσαν τὴν ἡμέραν ἔθυον. ὅτι γὰρ τοὺς πολίτας εἶπε μὴ λείπειν ἐνταῦθα τῆς διὰ τοῦ πυρὸς ἐσχάρας, δηλοῖ τὰ ἐπαγόμενα “οἷσιν ἀνάγκη, οἵ τʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις, ἀτὰρ αὖτε πολύ- κλητοι ἐπίκουροι εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν.” ἐκ τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον “πᾶσι γὰρ ἐφέστιόν ἐστιν ἑκάστῳ” (Od. 6, 265). λέγει γὰρ, οὐδεὶς ξένος ἐστὶν, ἀλλὰ πάντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ τοῦ ψιλοῦ ἐξενήνεκται ὡς τὸ δέχεσθε δέκεσθε.

419. φυλασσέμεναί τε κέλονται] δῆλον ἐκ τούτου ὡς ἐξ ἐπιταγῆς ἡ φυλακή. ἐντεῦθεν οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθα τὸν γεγαμηκότα, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμπάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν. εὗ δὲ τὸ μὴ μόνον ἰδία ἕκαστον ἀγρυπνεῖν. ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώμενος ὑπὸ τοῦ πλησίον ἐγείρηται.

421. Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν] τὸ ἀσυμπαθὲς δηλοἱ τῶν βαρβάρων. εὐλόγως γὰρ ἀποκρίνεται· ἠρωτήθη γάρ.

424. ἕως τοῦ νῦν ἀναπαύειν δεῖ τὴνἀνάγνωσιντὰδὲ λοιπὰ ἀπὸ ἄλλης λέγειν ἀρχῆς κατʼ ἐρώτησιν. τὸ δὲ ἑξῆς οὕτως· πῶς γὰρ νῦν εὕδουσι;

427. καὶ ταῦτα] καὶ πλείονα ἄν ἠρωτήθη λέγει, σύμβουλος γενόμενος τοῦ ὀλέθρου τῶν συμμάχυν.

428. πρὸς μὲν ἁλὸς Κᾶρες] πρὸς σύγκρισιν τῆς Θύμβρης προσ- τέθειται τὸ ἁλός. θαλασσοκράτορας δέ φασι πρώην Κᾶρας εἶναι.

431. ψρύγες] οἱ μὲν νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας· φαίνεται δὲ ὁ ποιητὴς ἐπικούρους Τρώων αὐτοὺς καλῶν.

[*](9. ὁ σἡμιος Scor.] ό Εὐφἡμιος B. 10. ἑρκείου Scor.] ἕρκειον)
449

433. εἰ γὰρ δὴ μέματον] οἱ μἐν περὶ Ὀδυσσέα οὐ τρανῶς ἐξέφηναν τὴν βούλησιν· ὁ δὲ συμβάλλεται αὐτῶν τῇ σκέψει. καὶ μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν.