Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

105. κάκʼ ὀσσόμενος] παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν μέλλῃ λόγους ὁ ποιητὴς, προσημαίνει οἷος ἔσται ὁ λόγος· εἰ- πόντος γὰρ αὐτοῦ τὸ “τὸν δʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη ὁ Ἀγαμέμνων,” ὑβριστικούς· καὶ πάλιν “καί μιν νεικείων” (Od. 18, 9), θεωρητέον εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη. ὅταν δὲ τὸ “ὅ σφιν ἐϋφρονέων,” φρονίμους προσδεκτέον λόγους· καὶ πάλιν ὅταν λέγῃ “καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι” (Od. 8, 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, Ὀδυσσέως ὑψηγοροῦντος καὶ ἐνταῦθα τοίνυν προδιετύπωσε τοὺς λόγους διὰ τοῦ κακοσσόμενος, οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν ἀποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνὴ, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις. διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν.

?? παρατηρεῖν δεῖ ὡς, ὅταν ἐκ προσώπου τινὸς μετάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητὴς, προλέγει προσημαίνων οἶος ἔσται ὁ λόγος, ἢ μεθʼ οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποιητοῦ ἐπὶ τοῖς αὐτοῖς οἷσπερ ὁ ποιητὴς παρήγγειλε τῶν λεγο- μένων ἀκουσόμεθα· οἷον εἰπόντος “τόνδʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη ὁ Ἀγαμέμνων” (Il. 1, 148) ὑβριστικοὺς προσδεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προει- πόντος “καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα” (Od. 18, 9), θεωρητέον εἰ οἱ ἐπάγεσθαι μέλλοντες λόγοι ὀνείδη παρέχουσιν· ὅταν [*](11. *ἔσται] ἐστὶν gitur in Porphyrii Ζητήμασιν Ὁμη- 23. παρατηρεῖν δεῖ —] Longum ρικοῖς cap. 16, sed locis pluribus hoc manus secundae scholion, ex minus integrum quam in B. quo praecedens primae manus 28. ὁ Ἀγαμέμνων] Immo ὁ Ἀχιλ- scholion compendifactum est le- λεύς )

26
δὲ “ὅς σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε,” φρονίμους προσ- δεκτέον λόγους· φρονίμου γάρ ἐστι τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητά. τὸ μὲν οὖν ἀγορήσατο δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἐνεστηκότων, ὡς ὁ λέγων “οὔτʼ ἄῤ ὅγʼ εὐχωλῆς ἐπιμέμφεται οὔθʼ ἑκατόμβης, ἀλλʼ ἕνεκ᾿ ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων” (1, 93). τὸ δὲ “μετέειπε” τὸ μετὰ ταῦτα ἐπαγαγεῖν ποιητέον· ἐπάγει γὰρ “εὐδ᾿ ὅγε πρὶν λοι- μοῖο βαρείας χεῖρας ἀφέξει, πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι” (1, 97) καὶ τὰ ἑξῆς, καὶ τὰ ἐπὶ τοῦ Νέστορος “ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει” (Il. 1, 254) διήγησιν ἔχει τῶν ἐνε- στώτων ἅπερ ἀγορήσατο. ἐπὶ δὲ τοῦ “ἀλλὰ πίθεσθε καὶ ὔμμες” (1, 274) μετὰ τὸ διηγήσασθαι τὰ ἐνεστηκότα εἰπεῖν ἃ δεῖ πράττειν. πάλιν ὅταν προείπῃ “καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι” (Od. 8, 201), δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ τὴν νίκην τοῦ Ὀδυσσέως. τοιοῦτον γὰρ τὸ “τοῦτον νῦν ἐφίκεσθε, νέοι” καὶ τὰ ἑξῆς· προθεω- ροῦντι γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέντι τοὺς ἀκου- σομένους περὶ τοῦ εἴδους τῶν λόγων. ἐκ τούτου δὲ πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς· αὐτίκα τὸ ἐπὶ τοῦ Διὸς “αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην, κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων” (4, 5), μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ μέλλοντος τρόπου τὸν λόγον εἴρηκεν ἀλλοκότους ἐξηγήσεις πεποίηνται· φασὶ δὲ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γιγνομένην. τὸ οὖν παραβλήδην τὸ μὲν τοῦ παραβάλλειν λέγει, ὅπερ εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι τοῦθʼ οὕτως ἔχει δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν “δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη· ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δʼ αὖτε φιλομμειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει” (4, 7). καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ οὕτως ἐρεθιστικὴ καὶ κέρτομος ὡς προεῖπον ἔσεσθαι “δοιαὶ μὲν Μενελάῳ,” μία δὲ τῷ Ἀλεξάνδρῳ· καὶ ἡ μὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖ χρηματίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδε- σθαι ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ ὡς Ἀλαλκομενηῒς, ἡ δὲ Ἀφροδίτη φιλομειδὴς καὶ οὐκ ἀπʼ Ἰλίου, καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάον
27
κάθησθε, ἡ δὲ ἀεὶ παρμέμβλωκε, καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτοῦ κῆρας ἀμύνει συμπαραμένουσα “καὶ νῦν ἐξε- σάωσεν ὀϊόμενον θανέεσθαι” (4, 12). ὀρθῶς ἄρα προείρηκεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός. πάλιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ “ὣς ἔχετʼ ἐμπεφυυῖα καὶ ἤρετο δεύτερον αὖθις” (1, 513), τὸ ἤρετο οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώ- τησεν ἁπλῶς, ἀλλʼ ἀντὶ τοῦ ἠρώτα, τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ “νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπ᾿, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφῤ εὖ εἰδῶ ὅσσον ἐγῶ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι” (1, 514), ἐπεὶ καὶ ἐν ἄλλοις ἔφη “εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω” (Od. 5, 97) καὶ “εἴρεαι τοίνυν ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω” (Od. 3, 80). οὕτως ἀκουσόμεθα, εἰ τἀληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις, καὶ τὸ “Ἑρμείαν ἐρέεινε, Καλυψὼ, δῖα θεάων” (Od. 5, 85). ἐπάγει γὰρ “αὔδα ὅ τι φρονέεις” (Od. 5, 89). τὸ ἐνι- σπεῖν δὲ παραπλησίως, οὐ μὴν ἁπλῶς τὸ εἰπεῖν, ἀλλʼ ἀληθῶς εἰπεῖν “αἴ κʼ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν,” καὶ τὸ “νημερτέως τὸν μῦθον ἐνισπήσω” (Od. 5, 98) ἤτοι ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν, ἐπαληθεύσομαί σοι, ἀψευδῆ τὸν λόγον ἐρῶ, καὶ τὸ “ἔννεπε οὖν” ἀληθῆ λέγε “τίς γὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε, Μοῦσα,” καὶ τὸ “ἄειδε” πάλιν ἀληθῆ ἐν ποιήμασι λέγε· ἀοιδὴ γὰρ ἡ ποίησις. εἰπὼν οὖν “ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον” (Od. 8, 491) ἐπάγει “αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,” ὅπερ ἐν ἄλλοις “πάντα κατʼ αἶσαν ἔειπες, ἀγακλεές” (Il. 17, 716). τί οὖν τὸ “κατʼ αἶσαν” εἰπών φησι “οὐδʼ ἄν ἔγωγε ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν, οὐδʼ ἀπατήσω” (Od. 5, 347); καὶ ὅταν δὴ προείπῃ “εἶθαρ δὲ προσείπῃ” (Il. 13, 353), τὸ εὐθὺ καὶ ἀληθὲς καὶ φανερὸν ἀκουσόμεθα, ὅπερ πάλιν ἔφη “ἔπος ἀντίον ηὔδα” (Il. 4, 265). ἐξηγήσατο τὸ ἄντι- κρυς καὶ διαρρήδην, ὃ ἐν ἄλλοις ἔφη “ἀντικρὺ δʼ ἀπόφημι.” τοῦ γὰρ εὐθέος λόγου δύναμις τὸ μὴ παρὲξ εἰπεῖν, ἀλλὰ μηδὲ παρεκ- κλῖναι, καθάπερ ἐπὶ τῶν οὕτω βαδιζόντων, καὶ τὸ ἀντίον δὲ ηὔδα ἐξηγήσατο “τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος” (Od. 4, 537) . . . . . . . . . . οἱ γὰρ ἰθὺ καὶ κ . . ἰόντες οὐ κρυπτάζονται. κρύπτουσι δὲ μάλιστα οἱ κλέπτοντες, ὅθεν ἐπὶ τοῦ ἀπατῶντος “κλέπτε νόῳ” [*](33. ἔπος] Post ἔπος sequuntur duodecim fere litterae evanidae. )
28
(1, 132). ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν. ἄλλο δὲ εἴπῃ” (9, 313).

*τὸ κακοσσόμενος οὐ σημαίνει τὸ κακῶς ὑποβλεψάμενος· οὐ γὰρ σἷόν τε τὸ κακῶς συναλεῖψαι διὰ τὸ σύμφωνον, οὐδʼ ἔστιν ὅπου τὸ ὑποβλέψασθαι ὄσσεσθαι λέγει, ἀλλὰ σημαίνει τὸ κακοσσόμενος (ἐν συνθέτῳ γὰρ εἴρηται) κακόμαντις. ἐπεὶ γὰρ ὄσσα ἡ θεία φωνὴ, ἣν καὶ Διὸς ἄγγελον ἔφη — “μετὰ δέ σφισιν ὅσσα δεδῄει, ὀτρύνουσʼ ἰέναι, Διὸς ἄγγελος” (Il. 2, 93) —, Διὸς δὲ ἄγγελοι καὶ οἱ μάν- τεις, καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν ὅσσα (“ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7, 53) ἀπὸ τῆς ὄσσης πεποίηκε τὸ κα- κοσσόμενος, ἀντὶ τοῦ ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε κακὸν ἄγγελον τῆς Διὸς ὅσσης ἀποκαλῶν. οὐδὲ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδὲ ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει, ἀλλὰ τὴν θείαν· ἀλλʼ ἔστιν ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. εἴρηκε δὲ καὶ ἐν ἄλλοις “οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω, ἀλλʼ ἀγαθὰ φρονέουσα” (Il. 24, 172), οὐ κακὸν κληδονιζο- μένη· καὶ “ὀσσόμενος πατέῤ ἐσθλὸν ἐνὶ φρεσί” (Od. 1, 115). σημαίνει ὁ ἐν αὑτῷ κληδονιζόμενος καὶ εὐχόμενος θείας τυχεῖν φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός. καὶ τὸ “οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμός” (Od. 14, 219) ἀντὶ τοῦ προεμαντεύετο. καὶ ὅτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνη- στήρων λέγων “ἐς δʼ ἰδέτην πάντων κεφαλὰς, ὄσσοντο δʼ ὄλεθρον” (Od. 2, 152), τουτέστιν ἐμαντεύοντο τοῖς μνηστῆρσιν ὄλεθρον. τοῦτο ἐπʼ ἄλλου ἐξηγήσατο εἰπὼν “Ξάνθε, τί μοι θάνατον μαντεύεαι” (Il. 19, 420); τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ, ἐξηγεῖται λέγων “ἢ ὄσσαν ἀκούσας ἐκ Διός” (Od. 1, 282). λέγει δὲ αὐτὴν καὶ κλη- δόνα· “ἤλυθον, εἴ τινά μοι καὶ κληδόνα πατρὸς ἐνίσποις” (Od. 4, 317). κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· “ἢ ὄσσαν ἀκούσας, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι.” καὶ αὐτὸς ὁ Τηλέμαχος “πατρὸς ἐμοῦ” φησὶ “κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω” (Od. 3, 83). καὶ “ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης” (Od. 13, 415). καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ κληδὼν μέγα κλέος· “πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκʼ [*](1. *κεύθῃ] κεύθει 11. ἀντὶ Bekkerus] ἀπὸ 4. *οἷόν τε τὸ] τὸ om. ὀνειδίζων Bekkerus] ὀνειδίζοντος 8. δὲ addidit Bekkerus.)

29
Ἀχαιοὶ νήεσσʼ ἐς Τροίαν ἀναπλεύσασθαι ἔμελλον” (Il. 11, 21). τὴν δὲ ὄσσαν, οὖσαν θείαν φήμην, καὶ ὀμφὴν προσαγορεύει· “θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (Il. 2, 41). καὶ τὸ “ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί” (Il. 8, 250), ἐπειδὴ ἡ ὄσσα καὶ ἡ ὀμφὴ Διὸς ἄγγελός ἐστιν. ἔστι δέ τις ἄλλη ἡ δήμου φήμη, ἡ ὑπὸ τοῦ δήμου διαδιδομένη περί τινος ἀγγελία, ὡς τὸ “εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φήμην” (Od. 16. 75), καὶ πάλιν “χαλεπὴ δʼ ἔχε δήμου φήμη” (Od. 14, 239). καὶ ἀγορὰ πολύφημος (Od. 2, 150), ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ φήμην καὶ τὴν κληδόνα που εἴρηκεν· “φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρίς” (Od. 20, 105)· ὥστε ὄσσα μὲν καὶ ὀμφὴ καὶ κληδὼν ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ καὶ ἐπὶ τῆς θείας κληδόνος καὶ ἐπὶ τῆς ἀνθρωπίνης διαλαλήσεως. οἴεται γὰρ θείαν εἶναι φωνὴν Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν· “ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7, 53). ταύτην δὲ μεταδίδοσθαι μηδενὸς προκατάρξαντος ἀνθρώπου ἐκ τῆς οἰκείας βουλήσεως “ὄσσα δʼ ἄῤ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη μνηστήρων στυγερὸν θάνατον καὶ κῆῤ ἐνέπουσα.” παρὰ γὰρ τὴν ὄπα τὸ ἐνέπουσα. τὸ μὲν κακοσσόμενος σημαίνειν τὸ εἰρημένον. τὸ δὲ κρήγυον οὐκ οἶδ᾿ ὅπως σημαίνειν τὸ ἀληθὲς ἀποδεδώκασιν αὐτοῦ ἀντιτιθέντος οὐ τῷ ψευδεῖ, ἀλλὰ τῷ κακῷ τὸ κρήγυον. ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθὲς, ἀλλὰ τὸ ἀγαθόν. “οὐπώποτέ μοι τὸ κρήγυον εἶπες, ἀεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι.” ἔστι δὲ τὸ κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς ὃ ταυτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ “οὐδέ τι πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες.” οὐ γὰρ παρὰ τὸ προσῆκον τὰ κακὰ ἠγόρευσας καὶ ὁ νηκερδὴς οὖν ἐναντίος καὶ μὴ φειδόμενος τοῦ ἀγορεύειν τὰ κακά. οὐπώποτε τὰ κρήγυα λέγει. οἶμαι δὲ ὅμοιον εἶναι τὸ μάντι κακῶν τῷ αἰναρέτη, ὃ σημαίνει κακωτικὴν ἀρετὴν κεκτημένε, καὶ τῷ ὀλοόφρων· σημαίνει γὰρ τὸν βλαπτικὴν ἔχοντα φρόνησιν. καὶ οὐλόμενος ὁ ὀλοὸν ἔχων τὸ μένος, οὐλομένη δὲ ἡ μῆνις ἡ ἐξ ὀλοοῦ μένους γεννηθεῖσα. ὁ γὰρ ταύτην ἔχων ὀλοός. “ἀλλʼ ὀλοῷ Ἀχιλῆι θεοὶ βούλεσθʼ ἐπαρήγειν” (Il. 24, 39). ταῦτα μὲν οὖν ἔστι λέγειν τοῖς ἀγαθόν τι κεκτημένοις καὶ διὰ τοῦδε βλάπτουσι καὶ μὴ ὠφελοῦσιν. ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ τῶν ἀγαθῶν, οἱ δὲ μὴ διʼ αὐτῶν ὠφελοῦντες, ἀλλὰ λυποῦντες εἰκότως ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθὸν διαβάλλονται. ἀλλὰ δὴ εἴωθε [*](1. νήεσσʼ] νήεσσιν pressum in B, quod utrobique 5. δήμου—δήμου] Compenlio ex- pro Ἑρμοῦ accepit Vill. )
30
συντιθέναι εἰς διαβολὴν τινῶν ὡς δυσωνύμων, οἷον τὸ δύσπαρι καὶ τὸ “μῆτερ ἐμὴ δύσμητερ” (Od. 23, 97). καὶ “ἦ τάχα Ἶρος Ἄϊρος” (Od. 18, 73). ἔστι γὰρ ὁ κακόϊρος ὡς ἡ ἄμορφος γυνὴ καὶ τὴν Ἰλιον “κακοΐλιον οὐκ ὀνομαστήν” (Od. 19, 260). διὰ γὰρ τοῦ οὐκ ὀνομαστὴν τὸ δυσώνυμον ἐπεσημήνατο.

106. ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατο, ὀργῆς οὐκ οἶδε φύσιν ἐπʼ ἀλήθειαν οὐ φερομένην. τάχα δὲ καὶ κακόμαντιν αὐτόν φησι διὰ τὸ εἰπεῖν “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν” (Il. 2, 329)· ᾤετο γὰρ ταχύτερον πορθήσειν αὐτὴν διὰ τὸ τὸν Δία ἐπιδέξια φαίνειν σήματα (Il. 2, 353). εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας ὡς αἰτίους μισοῦσιν.

κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς, ὃ ταυτόν ἐστι τῷ θυμῆρες. τὸ δὲ εἶπες εἶπας Ἀρίσταρχος γράφει, κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν.

108. ἐμφαντικόν ἐστι τὸ οὐδέ δὶς λεγόμενον, καὶ τὴν τῆς μαν- τείας τύχην λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. δυσκαταπαύστως δὲ ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζό- μενοι, καὶ τὰ αὐτὰ ἐπαναλαμβάνουσιν, ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.

110. ὡς δὴ τοῦδʼ ἕνεκα] ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπὴς, ἀλλὰ σύντομος ἔσται ἡ ἑρμηνεία.

113. ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην τοῖς Ἕλλησι δοκοίη κατατίθεσθαι χάριν· δημαγωγικώτατος γάρ ἐστιν. ἢ ὅτι περισπού- δαστος τοῖς ἐπʼ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος. ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν αἰχμάλωτον.

114. οὔ ἑθεν] τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον πρόσωπον τοῦ ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλι- τέον.

115. φυήν] τὸ δι᾿ ὅλου κάλλος· “φυήν γε μὲν οὐ κακός ἐστι μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας” (Od. 8, 134). ἐν μο- νοστίχῳ δὲ πᾶσαν ἀρετὴν γυναικὸς ἐσήμανε. καὶ ἀλλαχοῦ “κάλλει καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν” (Il. 13, 432)· “καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργʼ εἰδυίῃ” (Od. 13, 289).

117. σόον ἔμμεναι ἢ ἀπολέσθαι] αἱ πᾶσαι ἐκδόσεις σῶν εἶχον· ἀναλογώτερον δὲ τὸ σῶν τῷ “νῦν τοι σῶς αἰπὺς ὄλεθρος” (Il. 13, [*](7. *αὐτὸν] om. supra p. 29, 22. 12. κρήγυον—τῷ θυμῆρες] Eadem 17. *τελευτᾶ] τελευτώμενον )

31
773). ὁ δὲ ἤ διασαφητικός ἐστιν ἀντὶ τοῦ ἤπερ, ὡς τὸ “ἢ ἀφνειό- τεροι” (Od. 1, 165). ἔστι δὲ καὶ μετὰ ἤθους. Πορφύριος δὲ παρα- διαζευκτικὸν, ἀντὶ τοῦ καί, οἷον καὶ αὐτὸς ἀπολέσθαι.

118. αὐτὰρ ἐμοὶ γέρας] ἀλλοιωτικῇ στάσει κέχρηται, μετατιθεὶς τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ. προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα ἐπεισέρχεται.

119. Ἀργείων] ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν ἀριστέων μόνον εἰπεῖν, ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν ἀτιμίαν αὐξήσῃ.

ἀγέραστος] ὡς ἀπείραστος καὶ ἀβίαστος. ἵνα δὲ μὴ δοκῇ τοῦ μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ.

120. λεύσετε] Ἀρίσταρχος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ ἄξετε, οἴσετε. τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι. τὸ δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν.

121. ποδαρκής] ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν καὶ τοῖς ἄλλοις, ὡς τὸ λαοσσόος.

122. φιλοκτεανώτατε] οὐ γὰρ γέρως Ἀλγαμέμνων, ἀλλὰ κέρδους ἀντεποιεῖτο.

123. πῶς γάρ τοι δώσουσι] ἐν ἀρχῇ προσκρούει μετρίως, κατʼ ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν. συνάξας δὲ ἐκκλησίαν δικαίως ὑπὲρ ἁπάντων στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ μεγάθυμοι δημαγωγικόν.

124. οὐδέ τι πω] ὁ δέ ἀντὶ τοῦ γάρ. αἱ πᾶσαι δὲ που ἔχουσιν. ὡς πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν προβάλλεται. ξυνήια] ξυνὸν ξύνειον, ὡς κοινὸν κοίνειον καὶ διαιρέσει Ἰωνικῇ ξυνήιον.

125. ἀλλὰ τὰ μὲν πολίων] τὰ καθόλου. πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυμίας λαμβανόμενον βαρύνεται.

126. ταῦτʼ] ταῦτα Τυραννίων ὀξύνει, ἵνʼ ᾖ τὰ αὐτά.

127. θεῷ πρόες] πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε πατρὶ πρόες, οὐδʼ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ.

128. αἴ κέ ποθι Ζεύς] ὅτι μεθʼ ὑπεξαιρέσεως δεῖ ποιεῖν τὰς ὑποσχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης. πιστοῦται δὲ τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφων τῷ χρέει.

[*](2. *παραδιαζευκτικὸν] διαζευκτικόν 25. ξύνειον—κοίνειον] Rectus ac- 4. * μετατιθείς] πρὸς centus est ξυνεῖον—κοινεῖον)
32

129. ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ ἐπέκτασιν τῆς σι συλλαβῆς, δῷσι. ἔμφασιν δὲ ἔχει καὶ ἡ προσθήκη τῆς ἐξ.