Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

72. τήν οἱ πόρε Φοῖβος Ἀπόλλων] τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι ῶρά φησιν.

*Φοῖβον συνεχῶς εἴωθεν ὀνομάζειν τὸν Ἀπόλλωνα, οὐκ ἀπὸ Φοίβης, ἣν Λητοῦς φασιν εἶναι μητέρα· σύνηθες γὰρ Ὁμήρῳ τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δὲ μητέρων οὐκ ἂν εὕροις ὅλως παῤ αὐτᾷ. Φοῖβον οὖν αὐτὸν ἀπὸ τῶν ἀκτίνων ὀνομάζει ὡς λαμπρὸν, τὸ μόνον ἡλίῳ προσὸν ἐξ ἴσου κοινώσας Ἀπόλλωνι καὶ Μούσαις.

73. ἐϋφρονέων] πρὸς τὴν τοῦ βασιλέως ἀβελτηρίαν.

74. ὦ Ἀχιλεῦ] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.

76. τοιγάρ] οὐκ ἔστιν ἀντωνυμία ἡ τοί (οὐδέποτε γὰρ ἀρκτική ἐστιν), ἀλλʼ ἀντὶ τοῦ δή.

καί μοι ὄμοσσον] οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλʼ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα. ὃ συνεὶς Ἀχιλλεὺς οὐκ ἀγανακτεῖ ἀπιστούμενος, ἀλλʼ ἑτοίμως ὄμνυσι.

77. ἠμέν] ἀντὶ τοῦ ἢ μήν. ἔστι δὲ ἐπίρρημα ὁρκικόν. διὸ βαρύ- νομεν τὸν η. εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός.

78. ἦ γὰρ ὀΐομαι] ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν.

80. κρείσσων γὰρ βασιλεύς] μέλλων βαρύνειν τὸν βασιλέα προσαπολογεῖται αὐτῷ. Ζηνόδοτος δὲ κρείσσω γράφει. ἀθετεῖ δὲ καὶ τὸν στίχον, κακῶς.

81. εἴπερ γάρ τε] πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρὸν, αἰδεσθέντα τὸ πλῆθος, παριδεῖν αὐτὸν, εἰς δὲ τὸ μετέπειτα τιμωρήσασθαι.

[*](6. ᾔδεσαν] ἤδεισαν 11—16. Eadem fere supra ad v. 43. 26. ῆ] ἦ )
23

82. ἔχει κότον] ἔδειξε διαφορὰν κότου πρὸς χόλον. ὑποφαίνει δὲ διὰ πάντων τὸ ὕπουλον μὲν Ἀγαμέμνονος, Ἀχιλλέως δὲ ἁπλοῦν.

85. θαρσήσας] ὡς ἀγαθὸς προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέ- ροντος. θεοπρόπιον δὲ τὸ ἐκ θεοῦ προειρημένον· τοῦτο δὲ πρὸς δυσώπησιν τῶν ἀκουόντων.

*θεοπρόπιον δὲ τὸ ἐκ θεοῦ μάντευμα, ἢ τὸ τοῖς θεοῖς πρέπον· οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγοισι τὰ τοῖς θεοῖς ἀρέσκοντα.

86. *μά] τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι. ποτὲ μέντοι ἀντὶ τοῦ μά τῷ ναί κέχρηται, ὡς “ναὶ μὰ τόδε σκῆπτρον” (234), ὅτε ὄμνυσιν. ὅτε δὲ ἀπόμνυσί τι, συζεύγνυσι τὸ τῆς ἀποφά- σεως, οἷον “οὐ μὰ γὰρ Ἀπόλλωνα” καὶ ἐν Ὀδυσσείᾳ (20, 339) “οὐ μὰ Ζῆν᾿, Ἀγέλαος·” ἡμεῖς δὲ τὸ μά ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν, μὰ τὸν Δία λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. [μαγεία ἐστὶν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινὸς σύστασιν, ὡς τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπί- σματα. γοητεία δὲ ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν, περὶ τοὺς τάφους γινομένη. φαρμακεία δὲ, ὅταν διά τινος σκευασίας θανατη- φόρου πρὸς φίλτρον ἢ ἄλλως δοθῇ τισὶ διὰ στόματος. ἡπατοσκοπία δὲ ἡ τῶν ἐγκάτων ἀνατομὴ, διʼ ὧν προεμήνυον τὰ συμβησόμενα· ἀνατέμνοντες γὰρ σημεῖά τινα ἐθεώρουν ἐν τοῖς ἥπασιν.]

88. ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος. συνέ- βαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος τοῦ Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν.

*τὸ δὲ οὔτις κατὰ ἀπόφασιν ἀντὶ τοῦ οὐδείς.

90. οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς] ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς. οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην ἀσφαλῆ ποιεῖσθαι ἐγγύην. τῇ δὲ ὑπερβολῇ θεραπεύει τὸν Ἀλγαμέμ- νονα.

93. οὐ δή. τέλειος δέ ἐστιν ὁ τάρ, οὐκ ἐκ τοῦ τὲ ἄρ. προθε- ραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον.

94. ἀθετεῖται ὡς περισσός· πρόκειται γὰρ “ἀλλʼ ἕνεκ᾿ ἀρητῆρος, [*](14. μαγεία—τοῖς ἥπασιν] Atldita- addito. mentum interpolatoris, quod ob- 25. *ἔσκεπεν] ἐσκέπτετο. scuravit Bekkerus δὲ post μαγεία )

24
ὃν ἠτίμησʼ Ἀγαμέμνων.” τὸ δὲ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμ- βάνειν.

98. ἑλικώπιδα] τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ τὴν οὐκ ἀτενιστὴν τῇ θέᾳ· ἢ τὴν ἀξιοθέατον· ἢ πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν.

99. ἀπριάτην] ἐπιρρηματικῶς αὐτὸ ἀκούει Ἀπολλώνιος, ἵνʼ ᾖ τὸ χωρὶς πριασμοῦ.

οὐ γὰρ ἐκ μόνης μεταμελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς τοὺς προημαρτηκότας ἀπαλλάττεσθαι δεῖ. τὸ δὲ ἄγειν ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ οἴκοθεν ἦγ᾿ ὁ γεραιός” (Il. 11, 632) καὶ “ἦγον δὲ Μαχάονα ποιμένα λαῶν” (Il. 11, 598).

100. τότε κέν μιν] Ζηνόδοτος αἴ κέν μιν. γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν.

πεπίθόιμεν] ὅμοιόν ἐστι τῷ ῥηϊδίως πεπιθεῖν (Il. 9, 184). εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν.

103. ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο.

φρένες ἀμφιμέλαιναι] ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· ὡς ἐκ κεραμίου γὰρ ὁ θυμὸς ὑπερεξεχεῖτο.

104. ὄσσε] παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ πέττω πέσσω· ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὅσσος, τὸ δυϊκὸν ὄσσεε, καὶ ἀφαιρέσει ὅσσε.

*τὸ ὅσσε οὐκ ἔστιν ἀρσενικὸν δυϊκόν· φησὶ γὰρ ὁ ποιητὴς “τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντε χαμαὶ πέσον” (Il. 13, 617), οὐχ αἱματόεντες. οὐδετέρας οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται τὸ ὄσσος ὡς ἕρκος βέλος τεῖχος· τὸ δὲ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ Ἴωνας ἕρκεα βέλεα τείχεα, καὶ δῆλον ὅτι ὄσσεα. τῶν εἰς α πληθυντικῶν τὰ δυϊκὰ οὐδέτερα εἰς ε τελευτᾷ, οἷον ὄμματα ὄμματε, γράμματα γράμματε· καὶ Εὐριπίδης (Hipp. 387) “οὐκ ἂν δύʼ ἤτην ταῦτʼ ἔχοντε γράμματα,” καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (454) “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε.” σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκῶς καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν ὅσσε.

**λαμπετόωντι] ὥσπερ ἀπὸ τοῦ εὔχω εὐχέτης, βάλλω βαλέτης καὶ [*](30. γράμματα] γράμματε 31. δὲ] Compendio expressum. *καί] om. )

25
ἑκηβελέτης, οὕτω καὶ ἐκ τοῦ λάμπω λαμπέτης, καὶ ἐξ αὐτοῦ λαμ- πετῶ, ἡ μετοχὴ λαμπετῶν. ἔστι δὲ ἡ συζυγία τῶν περισπωμένων. ὁ ποιητὴς ἐπὶ ταύτης τῆς συζυγίας ἔθος ἔχει πλεονάζειν τῷ ο, ὡς τὸ “ὁρόων ἐπὶ οἴνοπα πόντον” (350).

ἐΐκτην] εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ ἐν συγκοπῇ εἴκτην, ἐν δια- λύσει ἐΐκτην. προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινὸν, καὶ δοκεῖ τὸ ὑπόδρα ἰδών ἔχειν καὶ ἐπεξήγησιν. διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸ καὶ ἐπʼ ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς.