Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

48. ἕζετʼ—ἰὸν] ἐφεδρείαν δηλοῖ τὸ ἕζετο καὶ ἀναμονὴν ἐπιστρο- φῆς. τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς ἐκάλεσεν.

49. κλαγγή] λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων. ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ “λίγξε βιός” (Il. 4, 125).

50. οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν. εὐ- καθῆ δὲ ταῦτα τὰ ζῷα καὶ πρὸς νόσων παραδοχὴν ἐπιτήδεια· σύμ- μικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης. οἱ κύνες δὲ καθαροῦ δέονται τοῦ ἀέρος, ὅτι ὀξύτεροί εἰσι τῇ ὀσφρήσει. ἀργοὺς δὲ ἀκου- στέον τοὺς λευκοὺς, ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν μάλιστα τὰς τροφὰς ἐπορίζοντο. εἰ δὲ ὁ θεὸς πολέμιος ὢν οὕτω μακροθυμεῖ, τί δεῖ ποιεῖν τοὺς ἀνθρώπους;

51. αὐτοῖσι] αὐτοῖς τοῖς Ἕλλησι. πρὶν ἢ δὲ τὸ ἄκρον καταλα- βεῖν, ἤτοι τοὺς ἀρχηγοὺς, Ἀχιλλεὺς δημηγορεῖ.

52. βάλλ᾿] ἀφιεὶς ἔβαλλεν, ὡς τὸ ᾤχετο ἀπιών, κατὰ Ἰωνικὴν περίφρασιν. ἢ τὸ βάλλεν ἀντὶ τοῦ ἐφόνευεν.

*πυραὶ νεκύων καίοντο] πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ [*](1. σύμβαμα Mehlerus] συμβὰν τὰ 12. *λέγονται] om. 18, *ἀραιότερα ὄντα καὶ εὐπαθέ- *ὡς] καὶ στερα] ἀραιότερα καὶ εὐπαθέστερά 13. ταῦτα τὰ ζῷα] *τὰ ζῷα εἰσι. Sic etiam Venetus A, qui ταῦτα reliqua parte scholii caret. πρὸς—ἐπιτήδεια] *εὐάλωτα ὑπὸ 20. εἰ δὲ ὁ θεὸς—μακροθυμεῖ] *εὲ νόσου δὲ καὶ θεὸς ὢν καὶ πολέμιος καὶ ἠτιμασ- 15. ἀνάγκης] *ἀνάγκης, οὑδὲ ἀντέ- μένος οὕτω μακροθυμεῖ χτι μέχρι πολλοῦ βλαπτομένη 24. ἀφιεὶς Bekkerus] ἰοῖς κύνες δὲ] *δὲ κύνες ἀπιών addidit Bekkerus. 16. ὅτι ὀξύτεροί εἰσι τῇ ὀσφρήσει] 25. ἐφόνευεν] *ἐφόνευσεν *ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι 26. *φασὶν] φησὶν 17. *ὅτι ἀσθενέστερά ἐστι τὰ] ὅτι *ἑαυτῷ λέγει] λέγει om. )

15
λέγει; εἰπὼν γὰρ πρῶτον “αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν” νῦν ἐπάγει “αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.” ἐροῦμεν οὖν ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.

θαμειαί] Πάμφιλος θαμεῖαι λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί.

53. ἐπὶ ἐννέα ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἡδύνατο γνωσθῆναι τὸ τῆς νόσου ἴδιον. ἐν γὰρ ἐννέα ἡμέραις, καὶ μικρόν τι πρότερον ἢ ὕστερον, κρίνεται τὰ τοιαῦτα νοσήματα. καλῶς οὖν ἡ Ἥρα ἐπὶ νοῦν τίθησιν Ἀχιλλεῖ. Ἥρα γὰρ ὁ ἀὴρ, ὁ δὲ Ἀχιλλεὺς ὡς ἰατρὸς ἐξ αὐτοῦ τοῦτο συνέλαβε. λευκώλενον δὲ, ὅτι διαφανής ἐστιν ὁ ἀὴρ καὶ παρόντος τοῦ φωτίζοντος λαμπρύνεται. καὶ βοῶπις, ὅτι διʼ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια.

ᾤχετο] οὐκ εἶπεν ἐπέμπετο, ἀλλʼ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει, ἐπο- ρεύετο.

κῆλα] ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικὸν, οὕτω καὶ τὸ κῆλον. ἢ κῆλα τὰ δείματά φησιν, ἢ τὰ καύσεως αἴτια.

54. ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς] αὐτοκράτωρ γὰρ, οὐ μισθωτὸς ἦν. τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε. συνάγει μὲν γὰρ Ὀδυσσεὺς ἐν τῇ B καὶ Ἀχιλλεὺς ἐν τῇ T. ἄλλως τε καὶ αὐτὸς ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς. ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν ἐκ τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς λιταῖς.

55. θεὰ λευκώλενος Ἥρη] προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ καὶ φαντασίαν παρεντιθείς.

56. πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκήδετο; ῥητέον ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι. εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἦν ἢ ἀτελεύτητος ὁ πόλεμος.

ῥα] δασυντέον τὸ ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύ- νεται, πλὴν τοῦ 'Ρᾶρος.

[*](1. εἰπὼν γὰρ πρῶτον] *προειπὼν 4. *ἑλώρια] ἑλλώρια γὰρ 17. *εἰδικόν] ἰδικόν *δὲ ἑλώρια] δʼ ἑλλώρια 21. *Τ] ῑγ)
16

57. ἐπεὶ οὖν ἤγερθεν] κατʼ ὀλίγον γὰρ συνιόντες πληθύνονται.

59. Ἀτρείδη] κατʼ ἰδίαν τὸ Ἀτρείδη· κλητικὴ γάρ ἐστι καὶ αὐτοτελής. οὐ μέντοι ἐν τῷ “Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν” (Il. 2, 434). σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως.

παλιμπλαγχθέντας] ὑφʼ ἓν Ἀρίσταρχος τὸ παλιμπλαγχθέν- τας. τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι μάτην ἀπράκτους ὑποστρέψαντας, μόνον οὐχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους.

62. ἀλλʼ ἄγε δή] Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρα- τιώτης, ὡς δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ “αὔριον ἱερὰ Διὶ ῥέξας” (ll. 9, 357) καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (Il. 16, 225). πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε ἀνδρεῖος; πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν θεοὺς εἶναι.

63. Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομεν, ἵνα ᾖ γενικὸν τὸ μάντις· ὁ δὲ Πορφύριος τρία ἀποδέχεται, μάντιν λέγων τὸν διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ θυσιῶν, ὀνειροπόλον δὲ τὸν ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα.

*ἄλογον ζητεῖν παρὰ ἱερέως πυθέσθαι περὶ τῶν μελλόντων· οὐ γὰρ δὴ μάντεις οἱ ἱερεῖς. οἱ δὲ ὀνειροπόλοι μηδενὸς ὀνείρου νῦν ζητου- μένου παρέλκουσι. λύεται δὲ ἐκ τῆς λέξεως· τὸν γὰρ νῦν λεγόμενον θύτην ἱερέα φαίνονται καλοῦντες πάλαι, ὥσπερ καὶ ἑτέρωθεν· “εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες” (Il. 24, 220). ὁ δὲ ὀνειροπόλος αὐτὸς ὁρᾷ ὑπὲρ ἑτέρων ὀνείρους.

καὶ γάρ τʼ ὄναρ] καὶ γάρ τι ὄναρ τὸ τέλειον. ἐπεὶ δὲ τὸ ὄναρ σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ.

*διὰ τί διττοὺς λέγων τοὺς ὀνείρους, καὶ τοὺς μὲν αὐτῶν ψευδεῖς, τοὺς δὲ ἀληθεῖς, ὡς πάντων αὐτῶν ὄντων ἀληθινῶν φησὶν “ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,” ὡς τῶν ὀνείρων ἐκ Διὸς ὄντων; λύεται δὲ ἀπὸ τῆς συναλοιφῆς. οὐ γὰρ ὁ τε σύνδεσμος [*](7. In fine scholii Lips. addit 23. ὁρᾶ Cobetus Var. Lect. p. τὰ γὰρ περὶ Μυσίαν ἀγνοεῖ: non 418] δρᾷ addit Townl. 25. *καὶ γάρ τʼ ὄναρ: καὶ γάρ τι 10. *καὶ τῶν—ἀνδρεῖος] om. ὄναρ τὸ] καὶ γάρ τι ὄναρ ἤτοι τὸ 14. *εἰς τὸ ἐρείομεν—λέγων] εἰς 30. σὐ γὰρ ὁ τε Bekkerus] ὁ γὰρ τὸ μάντιν, ἵνα ᾖ γενικόν· ὁ δὲ Πορ- τέ φύριος μάντιν λέγει)

17
συναλήλιπται, ἀλλὰ τὸ τί μόριον· ἔστι γὰρ πλῆρες καὶ γάρ τι ὄναρ ἐκ Διός ἐστι. τὸ δὲ ὀνειροπόλον οὐ σημαίνει τὸν ὀνειροκρίτην, ὥς τινες ἐξεδέξαντο, τὸν περὶ τοὺς ὀνείρους διατρίβοντα (οὐδὲν γὰρ ὄναρ ὤφθη), ἀλλὰ σημαίνει τὸν ὀνειροπολούμενον, τὸν κάτοχον ὀνεί- ροις καὶ θεατὴν ὀνείρου εἰς αὐτὸν ἐλθόντος γεγονότα.

τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις.

64. ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων] τῶν αἰφνιδίων θανάτων αἴτιόν φασι τὸν Ἀπόλλωνα. τῷ δὲ ὅ τι λείπει ἡ διά.

65. εὐχωλῆς] ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή, οὕτως παρὰ τὸ εὔχω εὐχωλή. ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν καὶ τοῦ βοῦς.

66. αἴ κέν πως] περισσὸς ὁ κέν, καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως.

** χνίσης] τοῦ λίπους καὶ τῆς ἀναθυμιάσεως, τουτέστι τοῦ καπνοῦ. εἴρηται δὲ κνίση ἀπὸ τοῦ κνίζω κνίσω, ὃ σημαίνει τὸ λεπτύνω· λεπτότατος γάρ ἐστιν ὁ ἐπίπλους, τουτέστι τὸ λεγόμενον κνισάριον. τοιοῦτον δέ ἐστι καὶ τὸ “συκάμινα κνίζοντα,” ὡσανεὶ τῷ ὄνυχι διακαθαίροντα. καὶ ἐν τῷ Νόμῳ “ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκάρπωμα.”

*Πορφυρίου. πρῶτος δοκεῖ Πλάτων λύπας ἡδοναῖς μεμιγμένας δεικνύναι ἐπʼ ὀργαῖς καὶ πένθεσιν, Ὁμήρου πρότερον τοῦτο συνεωρα- κότος καὶ τὸν Πλάτωνα διδάξαντος· ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος εἴρηκεν, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειοτέρως ἀπὸ τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ καὶ ἡδονὴν μεμίχθαι τῷ χόλῳ φησίν· ἄχος μὲν ὅταν λέγῃ “Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι μερμήριξεν” (Il. 1, 188). “ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ δʼ Ἀτρείδην ἐναρίζοι” (1, 190). ἄχους οὖν παρουσίαν ὁ χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέκληκεν “ἠὲ χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν” (1, 192). θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν· καὶ πάλιν ἐπʼ ἄλλου “ἀχνύμενος, μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο” (1, 103). ὅτι δὲ οὐ γεννᾷ μόνον [*](19. Πορφυρίου] Longum hoc *Πορφυρίου] om. Loci in hoc excerptum πρῶτος δοκεῖ—περὶ τήν scholio citati plerique omnes ex μῆνιν καταβαλλομένους iisdem fere Iliade sumti sunt, a quibus locos verbis, sed omissis pluribus, per- ex Odyssea allatos litteris Od. scriptum legitur in Ζητημάτων Ὀμη- distinximus. ρικῶν capite 14.)

18
ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ συμπαραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀχιλλέως μηνίοντος λέγων “κούρης χωόμενος” (2, 689) καὶ ἐπάγων “γῆς ὅγε κεῖτʼ ἀχέων” (694). ὅτι δὲ καὶ ἡδονῇ συμμιγὴς ἡ ὀργὴ καὶ ὅτι ἔφεσίς ἐστι καὶ μέτοχος ἐπιθυμίας ἐξηγεῖται λέγων “ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο” καὶ “χόλος ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι” (18, 108), εἴτʼ ἐν ἐφέσει καὶ ἐπιθυμίᾳ τοῦ χαλεπαίνειν. πῶς οὖν ἡδονῆς μέτοχος, “ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός” (18, 109); καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρμὴν ἐγειρομένην τὴν ὀργὴν, ὅπερ αὐτὸς ἐν ἄλλοις ἔφη· “ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ” (9, 646)· καὶ ἐπὶ τοῦ Μελεάγρου “ἔδυ χόλος, ὅστε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον” (9, 553). οὐ μόνον δὲ αὐτὴν ἔφεσιν καὶ ἔπαρσιν ἀποδεδώκασιν, ἀλλὰ καὶ ζέσιν· διὸ καπνῷ τε ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ ὀργισθέντος τοὺς ὀφθαλμοὺς πυρὶ ἐοικέναι φησίν· καὶ μὴν ἡ λύπη μελαίνει τοὺς ὀφθάλμους, μελαίνει δὲ καὶ ὁ καπνὸς “ῥωγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ” (Od. 13, 435). τὸ οὖν ἄχος τῆς ὀργῆς αἴτιον ὂν καπνίζον τὴν ὀργὴν μελαίνει τὰς φρένας “μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο” (Il. 1, 103). τὸ δὲ ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι “μελαίνει,” φησὶν, “ἀχνυμένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν” (5, 354). τὸ δʼ ἄχνυσθαι τοῦ ἄχθεσθαι πλεονασμῷ δηκτικῆς ἀγα- νακτήσεως διαφέρει, λύπη δʼ ἑκάτερον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ τῶν ὀργιζομένων ἔφη “κεῖνος δʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον πιμπλάνεται μένεος” (9, 677), ὁμοίως τῷ “μένεος δὲ πίμπλαντο.” κατηγορεῖ δὲ τοῦ πάθους καὶ ἀγριό- τητα “αὐτὰρ Ἀχιλλεὺς ἄγριον ἐν στήθησσι θέτο μεγαλήτορα θυμόν” (9, 628). καὶ πάλιν “χόλος δέ μιν ἄγριος ᾕρει” (4, 23). πρὸς ὃν καὶ ὁ παραινῶν ἔφη ὡς ἐπὶ ἀγρίου θηρίου “ἀλλʼ, Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν (9, 496), καὶ πάλιν τὴν θηριωδίαν φησὶν “εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας, ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο” (4, 34). καὶ ὅτι τῶν ἐν κινήσει, ἀλλʼ οὐκ ἐν σχέσει, ἐστὶν ὁ χόλος, καθάπερ καὶ τὴν ὀργὴν τῶν ἐν κινήσει φασὶν εἶναι οἱ φιλόσοφοι, δηλοῖ τὰ τοιαῦτα “Ἀτρείωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς ἠπείλησεν μῦθον” (1, 387). καὶ πάλιν “Πηλεί- δης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρείδην προσέειπε καὶ οὕπω
19
λῆγε χόλοιο” (1, 223), ὡς ἂν δυνάμενον καὶ παύσασθαι. ὅταν δʼ ἐν σχέσει γένηται καὶ ἡσυχάζῃ, κότον καλεῖ· διό φησιν “εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ” (1, 81), ὡς ἐγχωροῦν ἐᾶσαι μὲν τὸν χόλον, ἐκποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότως, “αὐτοῦ κινηθέντος” (1, 47). πάλιν χόλος, ταυτὸν δὲ καὶ ὁ θυμὸς, ὅταν μὴ τὴν ψυχὴν σημαίνῃ, δηλοῖ τὸν χόλον· ἀλλʼ ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τῆς χολῆς καὶ τοῦ χολᾶν προσηγόρευται· εἰπὼν γοῦν “μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν” (2, 195) ἐπάγει “θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος,” καὶ πάλιν “ἠὲ χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν” (1, 192), καὶ πάλιν “καὶ μάλα περ θυμῷ κεχολωμένον” (1, 217), εἰ μή τις ἐνταῦθα θυμὸν τὴν ψυχὴν λέγοι, ὡς τὸ “ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν” (9, 629). τὸ δʼ “ἄληκτόν τε κακόν τε θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν οὐρανίωες οὕνεκα κούρης” (9, 636) ἐπὶ τοῦ χόλου λέγει καὶ ἀντὶ τῆς ὀργῆς παραλαμβάνει. ὅτι δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμὸς, δηλοῖ λέγων “Τρωσὶν θυμὸν ἐγεῖραι” (5, 510). θυμὸς δὲ καὶ χόλος προσλαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι πονηρὸν ἀγανάκτησιν χώεσθαι λέγεται, καὶ ὁ ἐν τοιούτῳ πάθει “χωόμενος κῆρ·” αὐτίκα γοῦν τὸν λοιμὸν ἐπάγει, καὶ δράσαντος ἐρω- τῶσιν,” ὅς κʼ εἴποι, ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων” (1, 64). διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι κακὸν δυναμένου διʼ ὀργὴν βασιλέως εἴρηται “κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ” (1, 80). οὕτως εἴρηκε καὶ τὸ “σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος” (1, 243), ἀντὶ τοῦ ἀμυχὴν ποιήσεις σπαράττων τὴν ψυχήν· οὕτω δηλῶν τό δραστικὸν διʼ ἀγανάκτησιν περιέχειν τὸ χώεσθαι. καὶ τοίνυν τὸ “χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο” (1, 380) ἀκουσόμεθα οὐχ ἁπλῶς ὀργιζό- μενος, ἀλλὰ μετʼ ἀγανακτήσεως ἀμυκτικῆς· διὸ καταρᾶται· καὶ κατὰ τοῦτο ἀμυνόμενος· διὸ καὶ “χωόμενος κατὰ θυμὸν ἐϋζώνοιο γυναικός” (1, 429) Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρη- τικὴν διʼ ἀγανάκτησιν ἄμυναν. ἐπιβουλεύεται οὖν διὰ τῆς μητρὸς τοῖς Ἕλλησι, καὶ οὐχ ἁπλῶς ὀργίζεται. ὥσπερ γὰρ τὸ ἄχνυται πρὸς τὸ ἄχθεται ἔχει περιττεύουσαν ἀγανάκτησιν, οὕτω τὸ χώεσθαι [*](2. *φησιν] om. 26. *περιέχειν] περιέχει B. 25. *δηλῶν] om. B. 33. *οὕτω] τοῦτο )
20
πρὸς τὸ χολοῦσθαι “μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη” (Od. 6, 147) ἀντὶ τοῦ, ὀργισθείη· “γαῖα δʼ ὑπεστονάχιζε, Διῒ ὣς τερπικεραύνῳ χωομένῳ” (2, 781), καὶ ἐπάγει τὰ ἐκ τοῦ χώεσθαι “ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ” (2, 782). ἐν κινήσει μὲν οὖν χόλος, θυμός. χώεσθαι οὖν ταυτὸν, θυμὸς καὶ χόλος, τὸ δὲ χώεσθαι ἀντὶ τοῦ σκύζεσθαι. εἰπὼν γοῦν “σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης” (8, 477). ἐπάγει “οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω” (482). ἐπὶ δὲ τοῦ Ἀχιλλέως “χωόμενος κατὰ θυμόν,” εἰπὼν ποιεῖ λέγοντα “οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοι ἔστον” (9, 198). ἐν δὲ σχέσει μῆνις μὲν κότος ὤν· καὶ μῆνις μὲν ὁπόταν μὴ τὸ μένος δηλοῖ, ταυτόν· ἔστι γὰρ καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος. πάλιν δὲ μῆνις προσειληφυῖα τὸ ἐπιτηρητικὸν μετʼ ἀγανακτήσεως καὶ κακοποιίας κότος γίγνεται, ὡς τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναποκεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεσθαι. ὅτι δὲ παρὰ τὸ μένειν ἡ μῆνις, “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι” (1, 488). καὶ “ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν” (422). καὶ ὅτι διὰ τὸ μένειν καὶ κεῖσθαι ἡσυχάζοντα καὶ ἔχοντα σιγὴν, φησὶ “κεῖτʼ ἀπομηνίσας” (2, 772) παρὰ τὸ κεῖσθαι τὸν μηνίοντα· καὶ ὁ πᾶς χρόνος μηνιθμὸς “πανθʼ ὑπὸ μηνιθμόν” (16. 202). ὅτι δὲ μένος καὶ μῆνις ταυτὸν, “Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένος” (1, 282). τίς ἐστιν ἡ μῆνις: χόλος, φησὶ. μὴ ἀφεθείς. ἐπάγει γοῦν “αὐτὰρ ἔγωγε λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον” (9, 260). καὶ πάλιν ἀντὶ τοῦ φάναι “μὴ μήνιε” ἔφη “ἔα δὲ χόλονθυμαλγέα” (157). καὶ παυσαμένῳ μήνιδος φησὶ “μεταλλήξαντι χόλοιο.” καὶ ὁ μεθεὶς τὸν χόλον καὶ ἀμήνιτος μεθήμων καὶ ὁ ἄγαν τηρῶν καὶ ὁ ἀναφαίρετος τὸν κότον “αἰὲν ἐπιζαφελῶς χαλεπαίνει” (9, 514). ζαφελὲς γὰρ τὸ ἀναφαίρετον. καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις “ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι” (521)· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγος. καὶ τὸ μένος δὲ παρὰ τὸ μένειν· μένειν δὲ ἀκίνητον καὶ ἄτρομον, καὶ μὴ φεύγειν “ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα, ἄτρομον” (5, 125). ὅτι γὰρ παρὰ τὸ μένειν “ἔτι μοι μένος ἔμπεδόν ἐστι” καὶ μένος οὖν χειρῶν τὸ ἔμμονον ἔργον πρὸς τὸ δράξασθαι, “οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον” (5, 506). καὶ ὅτι παρὰ τὸ μένειν τὸ μένος “Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκὰς, ἀλλ᾿ [*](35. *βίας Τρώων] τρώων βίας)
21
ἔμενον νεφέλῃσιν ἐοικότες” (5, 498—521). ὅτι δὲ τὸ μένος σθένος “πάντως. οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι” (8, 450) εἰπόντος τοῦ Διός φησιν “εὖ νυ καὶ ἡμεῖς ἴδμεν, ὅ τοι σθένος οὐκ ἐπιεικτόν” (8, 32). ὡς οὖν τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. εἰπὼν γοῦν “χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις” (5, 178). ἐπάγει “οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων” (Od. 3, 147). ὅτι δὲ μῆνις ἐπιτηροῦσα καιρὸν τιμωρίας κότον δηλοῖ, “ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ” (1, 82) ἕως ἂν κατεργάσηται καὶ κακώσῃ τὸν λυπήσαντα. ὅτι δὲ παρὰ τὸ ἐγκεῖσθαι κότος εἴρηται ἐξηγεῖται, “ὅ τοι κότον ἔνθετο θυμῷ” (Od. 22, 101). καὶ ὅτι ἐπιτηρητικὸν εἰς τὸ δρᾶσαί τι πονηρόν, “Ζεὺς δέ σφιν Κρονίδης, ὑψίζυγος, αἰθέρι ναίων, αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι, τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα” (4. 166). ὁμοίως τῷ “ἔχει κότον. ὄφρα τελέσσῃ” (1, 82). καὶ πάλιν “ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε” (8, 449). ἔθεσθε δὲ, ἐν τῷ θυμῷ, ἀκουστέον. τὸ γὰρ αὐτό ἐστι τῷ “κότον ἔνθετο θυμῷ.” καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμνονι “καὶ ἐκπάγ- λως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ” (2, 223) προσάγει τὰ ἐκ τοῦ κότου εἰπὼν “Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι” (2, 284) καὶ τὸ “εὐδ’ ὄθομαι κοτέ- οντος” (1, 181). οὐκοῦν ἀκουσόμεθα τῆς εἰς τὸ δρᾶν ἐγκειμένης μήνιδος φροντίζειν· διὸ καὶ αὐτὸς ἐπαπειλεῖ ἐπεξελθὼν καὶ ἐπάγει “ὄφῤ εὖ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν” (1. 186). καὶ ὅτι ἡ μὲν μῆνις μέγαν χόλον δηλοῖ “πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη” (15, 122). ὅτι δὲ μῆνις ἀγανάκτησιν ἀμυντι- κὴν περιέχουσά ἐστιν ὁ κότος παρίστησι διὰ τούτων “εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν, ἱρῶν μηνίσας, χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις (5, 177). μηνίσας οὖν ὁ θεὸς εἰς κότον μεθίστα- ται. εἴρηται τοίνυν ὅτι ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ χόλος καὶ θυμὸς, ἡ δὲ κίνησις μετʼ ἀγανακτήσεως δραστικῆς ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι, ὡς ἀπόθετος μὲν χόλος μένος, καὶ μῆνις δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα· καὶ ὅπως ὁρμὴ ἐπηρτημένη μετὰ λύπης καὶ ὀρέξεως ἡ ὀργή· καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται, καὶ πάντα ὅσα ἔγκειται παρατηρεῖν μᾶλλον ἠξίοον τοὺς τὰς μικρὰς ἐξηγήσεος περὶ τὴν μῆνιν καταβαλ- λομένους.

23

67. ἡμῖν] ὀρθοτονεῖται τὸ ἡμῖν· ἀρκτικὸν γάρ ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται.

69. Κάλχας Θεστορίδης] ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, ὡς καὶ ἑτέρου ὑπάρχοντος.

70. ὃς ᾔδη τά τʼ ἐόντα] τὰς αἰτίας φησὶν, ἐπεὶ τὸν λοιμὸν πάντες ᾔδεσαν, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ.

71. νήεσσʼ ἡγήσατʼ] διὰ τὰς διοσημίας· “πειθόμενοι” γάρ φησι “τεράεσσι θεῶν” (Il. 4, 108).