Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

416. μίνυνθα] ἐπʼ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ μινυνθά- διος· “μινυνθάδιος δέ τοι αἰών” (Il. 4, 478). παιδευτικὸν δὲ τὸ μηδὲ τὸν ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρασις ὁ τρόπος ἐν τῷ στίχῳ, ὡς τὸ “ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν” (Il. 3, 59).

417. ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων] εἰ τοιαῦτα περὶ Ἀχιλ- λέως ὁ ποιητής φησι, τί περὶ τῶν ἄλλων εἴποιμεν;

419. τοῦτο δέ τοι ἐρέουσα] διὰ τὴν περίστασιν μὲν οὐκ ἀντιπράσ- σει τῷ παιδὶ, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσι. τερπικεραύνῳ δὲ τῷ τρέποντι τοῖς κεραυνοῖς, καθʼ ὑπέρθεσιν.

420. * πρὸς Ὄλυμπον] ἄλογον τὸ μὴ πορεύεσθαι εὐθὺς εἰς τὴν Αἰθιοπίαν. λύεται δὲ ἐκ τοῦ καιροῦ· τοῖς γὰρ θεοῖς εὐωχουμένοις ἄτοπον ἐνοχλεῖν. καὶ ἄλλως διὰ τὸ τοὺς συμμάχους τῶν Ἑλλήνων ἐκεῖ τυγχάνειν.

*Πορφυρίου. διὰ τί ἡ Θέτις οὐκ ᾤχετο πρὸς τὸν Δία ἐν Αἰθιοπίᾳ ὄντα; οὐ γὰρ δὴ πόρρω Αἰθιοπία ἦν τοῦ Ὀλύμπου· καὶ γὰρ πᾶς χῶρος ῥᾴδιος οὔσῃ θεῷ. ῥητέον οὖν ὅτι οὐδὲν ἀναγκαῖον ἐπείγεσθαι ἐν τῇ ὀργῇ ἐκτελέσαι τὰ θυμῷ φίλα τοῦ ὠργισμένου, ἀλλὰ μᾶλλον διδόναι τῇ μετανοίᾳ τόπον. ἔπειτα οὐκ ἐπιτήδειος ἦν ὁ τόπος περὶ ὧν ἔμελλε δεῖσθαι, παρόντων τῶν φίλων θεῶν τοῖς Ἀχαιοῖς, ἐπεὶ καὶ ὕστερον οὐ παραγενομένη, ἀλλʼ ὑποπτεύσασα ἡ Ἥρα ἐπίστασθαι ἐπειρᾶτο. ὅτι δὲ παρῆσαν δηλοῖ· φησὶ γὰρ “θεοὶ δʼ ἅμα πάντες [*](28. *Πορφυρίου] om.)

64
ἕποντο.” δοκεῖ δέ τισι καὶ ὅπως οἱ Τρῶες αἴσθωνται τῆς μήνιδος ὁ ποιητὴς ἐμβάλλειν τὰς ἡμέρας ταύτας, ἵνα θαρσήσαντες ἐξέλθωσι· πρότερον γὰρ οὐκ ἐξῄεσαν “ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας” (Il. 9, 354).

ἀγάννιφον] τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα· τὰ γὰρ ὄρη νιφόεντα καλεῖ, ὡς Τήλεφος. τὸ δὲ αἴ κε πίθηται διὰ τὸ ἄδικα μέλλειν αἰτεῖν.

421. νῦν] τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν αὐτὸ, οὐκ εὖ. τῆς ὀργῆς δὲ αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις δὲ ἀναβάλλεται.

423. Ὠκεανόν] νῦν μὲν τὸν ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωμα- τοειδῆ τῶν θεῶν γένεσιν. τὸ δὲ ἐς ἀντὶ τοῦ πρός.

μετʼ ἀμύμονας] ἡ μετά νῦν ἀντὶ τῆς ἐπί· ἔστι δὲ καὶ ἀντὶ τῆς ἐν· “ἔχε δὲ στεροπὴν μετὰ χερσίν” (Il. 11, 184). τὸ Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τὸ θεῖον. διττοὶ δέ εἰσιν οἱ Αἰθίοπες· οἱ μὲν πρὸς ἀνατολὴν, οἱ δὲ πρὸς δύσιν, ὁριζόμενοι διχῆ ὑπὸ Νείλου.

424. χθιζὸς] ἐπιρρηματικῶς, ὡς καὶ τὸ τήμερος παρὰ τοῖς Ἀττικοῖς· τὸ δὲ πάντες συλληπτικὸν, ὡς τὸ “ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι” (Il. 10, 1). καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου ἐξ οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας.

425. δωδεκάτῃ] φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερὸν, ἀφʼ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγ- χωρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι οἱ θεοί.

426. χαλκοβατὲς δῶ] τὸ στερεὰν ἔχον τὴν βάσιν. οὐκ ἄπεισι δὲ εἰς Αἰθιοπίαν ἡ Θέτις, ὅτι ἐκεῖ ἦσαν οἱ Ἀχαϊκοὶ θεοί· καὶ τῷ υἱῷ καιρὸν μετανοίας διδοῦσα, καὶ αὐτοῖς τοῖς Ἕλλησι· καὶ ἵνα Τρῶες αἴσθωνται τῆς μήνιδος καὶ τολμήσωσι λοιπὸν εἰς τὴν μάχη.

427. καί μιν πείσεσθαι ὀΐω] ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι καταλιμ- πάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ “αἴ κε πίθηται.”

430. τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων] ἐν τάξει ἀπολογίας τοῦτό φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου θυμοῦσθαι αὐτόν. ἄλλως τε τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητὴς, ἠδικῆσθαι αὐτὸν ὁμολογῶν.

65

αὐτὰρ Ὀδυσσεύς] ὅπως μὴ τῇ Θέτιδος ἀπαλλαγῇ συνάψῃ τὴν ἐπάνοδον, διὰ μέσου βάλλει τὰ κατὰ τὸν Ὀδυσσέα, μόνον οὐχὶ λόγῳ καταμετρήσας τὸν ἐπὶ τὸν Χρύσην πλοῦν. ἑκατέροις δὲ μετρίως χρώμενος διαναπαύει τὸν ἀκροατὴν, τῶν μὲν τὸν κόρον περιαιρῶν, τῶν δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν.

432. λιμένος πολυβενθέος] ἤδη καὶ λιμένων ἐπεσημήνατο φύσεις μιᾷ λέξει ὁ ποιητής. διαφέρει δὲ λιμὴν ὅρμου· λιμὴν μὲν γάρ ἐστι τὸ πᾶν, ὅρμος δὲ τὸ πρὸς τὴν γῆν.

434. ἱστοδόκῃ] διὰ τοῦ κ γράφεται, ἔστι δὲ παρὰ τὸ δέχω, ὡς ξεινοδόκος καὶ πανδοκεῖον. τὸ δὲ πέλασαν πελασθῆναι ἐποίησαν, ὡς τὸ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2, 91)· καὶ ἔστιν ὁ τρόπος μετω- νυμία.

ὑφέντες] Ζηνόδοτος μὲν ὑφέντες, αἱ δʼ ἄλλαι πᾶσαι ἐφέντες. πρότονοι δὲ τὰ ἀπὸ πρύμνης εἰς πρῷραν διήκοντα σχοινία. προερύουσι δὲ, ἐπειδὴ τῶν ἀνέμων ᾔδεισαν τὸ παλίμβολον. ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε προσορμισμοῦ. πολλὴν δὲ ἔχει τὴν ἡδονὴν ἡ τῆς προθέσεως ἐπαγωγή. τὸ δὲ σχῆμά ἐστιν ἐπανάληψις.

436. * ἐκ δʼ εὐνάς] τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλώ- μενα εἰς τὸ ὕδωρ καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ “εὐνῇ ἔνι μαλακῇ” (Il. 9, 618)· τὴν ἄγκυραν, ὡς νῦν “ἐκ δʼ εὐνὰς ἔβαλον·” τὴν διατριβὴν, ὡς τὸ “ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς” (Il. 2, 783).

437. ἐπὶ ῥηγμῖνι θαλάσσης] ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ “χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει” (Il. 4, 425). πάντα δὲ ἐν ὀλίγῳ πέφρασται.

440. πολύμητις Ὀδυσσεύς] τὰ ἐπίθετα Ὀδυσσέως δῖος Ὀδυσσεὺς, πολύμητις Ὀδυσσεύς. ὅτε δὲ καιρὸς τῆς σοφίας, Διὶ μῆτιν ἀτά- λαντόν φησι. προσάγει δὲ τὴν κόρην τῷ βωμῷ ὥσπερ ἀποδιδοὺς ἐπὶ θεοῦ μάρτυρος. ἡ δὲ ἐπί ἐστιν ἀντὶ τῆς παρά.

441. τίθει] οὐ μόνον τὸ τίθημι κέκλιται, ἀλλʼ ἔστι καὶ περισπώ- μενον. καὶ ὅτι οὐκ ἐπὶ μόνων τῶν ἀψύχων τὸ τιθέναι. 442, 443. πρό μʼ ἔπεμψεν] τὴν εἰς τοὔμπροσθεν δηλοῖ σχέσιν, οὐ χρονικήν. αὐτὰ δὲ τὰ ἀναγκαῖα συλλαβὼν λέγει ἁπλῶς· πανοῦργον [*](15. *ἐπειδὴ] ἐπεὶ μὴ 25. *βρέμει] βρέμεται ᾔδεισαν] *ᾔδεσαν)

66
γὰρ οὐδὲν ἐπὶ θεοῦ. τὸ δὲ σοί ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν, καὶ διὰ τὸν τέ.

444. ῥέξαι] σφάξαι μόνον· τὸ δὲ θῦσαι ἐπὶ τοῦ θυσιάσαι μόνως φησί. τὸ δὲ ἱλασόμεσθα πλεονασμῷ τοῦ σ.

445. ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν] ἐμφρόνως τὸ μὴ εἰπεῖν ὅτι Χρύσου εὐξαμένου ὁ λοιμὸς ἐπηνέχθη, ἵνα μὴ διατρέψῃ τὸν γέροντα ὡς κακῶν αἴτιον. καίτοι Ἀχιλλεύς φησι “τοῖο δʼ Ἀπόλλων εὐξαμένου ἤκουσεν” (380).

446. ὁ δʼ ἐδέξατο χαίρων] περιέτεμε τὸν λόγον τοῦ γέροντος· οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν ἦν τοὺς ἀποδόντας· τὸ μὲν γὰρ δουλο- πρεπὲς, τὸ δὲ παροξυντικόν. ἀλλʼ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα λεγόμενα ὅσην τὰ λυπηρά.