Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

155. ἐριβώλακι] ἐξαίρων τὴν χάριν διὰ τούτων ἐπαινεῖ τὴν πατρίδα.

156. ἐπεὶ ἦ] καθόλου ὁ βεβαιωτικὸς περισπᾶται.

157. οὔρεά τε σκιόεντα] ποιὰ ἡ ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ θαλάττης διαστημάτων. διὰ δὲ τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν τραχύτητα.

158. ὦ μέγʼ ἀναιδές] μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ ἄτιμον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος.

159. τιμὴν ἀρνύμενοι Μενελάῳ] τὴν παρὰ τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες Μενελάῳ. λεληθότως δέ φησιν ὅτι ταῦτα πάσχομεν οἱ διὰ σὲ, Μενέλαε, στρατεύσαντες.

**ἀρνύμενοι ἐκ τοῦ ἀρνός καὶ τοῦ ὑμήν τὸ δέρμα· οἱ γὰρ ἀρχαῖοι τὰ συναλλάγματα διὰ δερμάτων ἀρνῶν ἐποιοῦντο. καταχρηστικῶς οὖν ἐνταῦθα.

160. τῶν ἀκολουθησάντων, ἢ τῶν προπεπονημένων, ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου διαλέγῃ.

162. ὃ ἄλλοι δικαίως ἐδωρήσαντο (ἔκαμον γάρ), σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι.

163. ἔχω] ἀντὶ τοῦ ἔσχον. ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γεγονότα ὡς γιγνόμενα ἀπαγγέλλειν.

τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τῶν ἀκουόντων εἰσφέρει, ὑποθω- πεύων τοὺς παρόντας, ἐπεὶ καὶ ἱστάμενος καὶ δικαιολογούμενος ἦν. πρὸς δὲ τοὺς πρέσβεις διαλεγόμενος ἀποτομώτερον φέρεται, καί φησι “δώδεκα δὴ σὺν νηυσὶ πόλεις” (Il. 9, 328). ἐξ ἐπιδρομῆς δὲ τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν, οὐκ ἀπέχθειαν παρὰ τῶν ἀκουόντων ἠγάγετο. ἄκρα δὲ Ἀγαμέμνονος πλεονεξία, ὃς ἐν τῷ δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ τούτῳ ἀρκεῖται.

[*](6. * οἱ] om. 10. * ἦ] om. 26. * ἔσχον] ἔσχομεν)
37

166. ἤν ποτε δασμὸς ἵκηται] ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, ἀλλὰ πάντα πολλάκις σφετεριζομένου.

167. φίλον τε] φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθωμάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει. ἐλεύθερον δὲ τὸ μὴ διὰ χρήματα, ἀλλὰ διʼ ἀρετὴν πονεῖν.

168. Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος ἐπεί κε γράφουσιν. οἱ δὲ γράφοντες ἐπήν τὸ κεκάμω ὑφʼ ἓν ἀναγινώσκουσιν ὡς τὸ λελάχωσι καὶ πεπίθωνται, ὅπερ καὶ ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύν- δεσμοι, ὡς τὸ “ἃς οὔτʼ ἄν κεν Ἄρης” (Il. 13, 127).

171. ἄφενος καὶ πλοῦτον] πικρῶς φησὶ σκοπὸν συναγωγῆς χρη- μάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν.

173. φεῦγε μάλʼ] τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει, καταισχύνων αὐτόν.

*θυμός] τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ σημαίνει πέντε, τὴν ὀργήν, ὡς τὸ “θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων” (Il. 2, 196)· τὴν ψυχήν, ὡς τὸ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10, 495)· τὴν ἐπιθυμίαν, ὡς τὸ “ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ” (Od. 5, 126)· τὸν ἐπιλογισμόν, ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302)· καὶ τὴν ὁμόνοιαν, ὡς τὸ “ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ” (Od. 3, 128).

174. λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν] ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν· οὐκ ἂν γὰρ ἐπένευσε δεομένου. τὸ δὲ ἔμοιγε προπαροξυτόνως, ὡς ἔγωγε.

175. θαρσύνει τοὺς ἄλλους, παρατιθεὶς αὐτοῖς καὶ τὸν Δία ἀντὶ Ἀχιλλέως. τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας αὐτοὺς πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας.

οὐχ ὁμοτιμίαν μὲν αὐτοῖς ἐνέδωκεν. οὐκ εἶπε δὲ πάλιν ὑπηρε- τήσουσι. προσάγεται διὰ τῶν λόγων τούτων τὸ πλῆθος.

**μητίετα] ἡ εὐθεῖα μητιέτης. γίνεται παρὰ τὸ μῆτις· τοῦτο παρὰ τὸ μήδω τὸ βουλεύομαι. ἐκ γοῦν τοῦ μῆτις γίνεται μητίτης καὶ μητιέτης, μητιέτην, καὶ κατὰ μεταπλασμὸν μητίετα.

τούτου τὸ ἄγαλμα ἱστοροῦσι καθήμενον, γυμνὰ ἔχον τὰ ἄνω, τὰ δὲ κάτω ἐσκεπασμένα, κρατοῦν τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δὲ [*](8. *πεπίθωνται] πεπύθωνται Etym. M. p. 458, 6. 14. θυμός —] Eadem fere in 25. *τῇ—κοινωνίᾳ] τῆς—κοινωνίας )

38
δεξιᾷ ἀετὸν προτεῖνον. καὶ τὸ μὲν καθῆσθαι τὸ ἑδραῖον τῆς δυνάμεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω γυμνὰ ἔχειν ὅτι φανερὸς τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσι· τὰ δὲ λοιπὰ σκέπεται, ὅτι τοῖς χαμαιζήλοις ὁ θεὸς ἄγνωστος. τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν σημαίνει τὸ ἐξουσιαστικὸν, τὸ δὲ τῇ ἑτέρᾳ προτείνειν ἀετὸν δηλοῖ ὡς τῶν ἀεροφόρων πνευμάτων κρατεῖ ὡς ὁ ἀετὸς τῶν μεταρσίων ὀρνέων. καὶ παροιμία “Σεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας” ἐπὶ τῶν ποτὲ ἀμειβομένων ὑπὲρ ὧν πράττουσι καλῶν ἢ κακῶν, ὅτι οὐκ ἀπρο- νόητά φησι τὰ πάντα, ἀλλὰ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογράφεσθαι καί ποτε ἐπεξιέναι.

176. *διοτρεφέων βασιλήων] οἱ βασιλεῖς ἐκ τῆς σειρᾶς τοῦ Διός εἰσιν, οἱ δὲ κιθαρισταὶ καὶ μουσικοὶ καὶ ἀοιδοὶ ἐκ Μουσῶν καὶ τοῦ Ἀπόλλωνος, ὡς ὁ Ἡσίοδός (Theog. 94) φησιν·

  • ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
  • ἄνδρες ἀοιδοὶ ἐπὶ χθονὶ καὶ κιθαρισταὶ,
  • ἐκ δὲ Διὸς βασιλῆες.
  • 177. τὰ πλεονοκτήματα τοῦ ἀνδρὸς εἰς ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπηλὸν δόλιον.

    178. θεός πού σοι τό γʼ ἔδωκεν] εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν αὐτῷ μαρτυρεῖ. πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως ἀορίστως ἔφη τὸ θεός, ἐπὶ δʼ ἑαυτοῦ ὡρισμένως φέρει τὸν Δία.

    180. Μυρμιδόνεσσιν ἄνασσε] φασὶν Αἰγίνης τῆς Ἀσωποῦ ἐρα- σθῆναι τὸν Δία, καί τῳ τῶν φίλων παρεικασθῆναι, καὶ εἰς Φλιοῦντα διακομίσαι, καὶ εἶδ᾿ οὕτως αὐτῷ μιγῆναι. ἀδημονοῦντος δὲ τοῦ ἐκεῖσε βασιλεύοντος διὰ τὴν τῶν ἐνοικούντων σπάνιν, λέγουσι τὸν Δία τοὺς αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησα- μένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας μυθολογοῦσι γενέσθαι.

    182. ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος] πιθανῶς οὐχ ὑπὸ τῶν Ἑλλήνων ἀφαιρεῖσθαί φησι τὸ γέρας, ἵνα μὴ ὡς μισῶν αὐτοὺς φωραθῇ, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλʼ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φησιν, ὡς οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προύχων ὁπόσον τοῦ θεοῦ ἀπολείπεται.

    [*](7. παροιμία] Apud Zenobium 4, 31. *οὐδὲ] οὔτε 11 aliosque ab Schneidew. indi. 32. * ἀφαιρεῖσθαι] ἀφῃρῆσθαι catos. 34. ὡς] εἰς.)
    39