Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

131. ἀγαθός περ ἐών] ἀντειρωνεύεται πρὸς τὸ κύδιστε· ὁ δὲ πέρ ἐναντιωματικός ἐστιν.

** τὸ δὲ ἀγαθός σημαίνει καὶ τὸν ἀνδρεῖον καὶ τὸν φρόνιμον καὶ τὸν δίκαιον.

132. *κλέπτε] τὸ κλέπτω σημαίνει δύο, τὸ παραλογίζομαι καὶ τὸ ἀπατῶ, ὡς ἐνταῦθα, καὶ τὸ κυρίως κλέπτω, ὡς τὸ “κλέψαι δʼ ὠτρύνεσκον ἐΰσκοπον Ἀργειφόντην” (Il. 24, 109). γίνεται δὲ ἐκ τοῦ χαλέπτω τὸ ὀργίζομαι· ὀργίζεσθαι γὰρ ὁ κλέπτης ποιεῖ τοὺς ἀπόλλοντάς τι. ἢ παρὰ τὸ καλύπτω· καλύπτει γὰρ ὁ κλέπτης ἀφαιρεῖται.

οὐ παρελεύσεαι] ἀπὸ τῶν δρομέων. οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πείσεις.

133. ἢ ἐθέλεις] πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας, μέτεισιν ἐφʼ ἑτέραν παρασκευὴν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι βλάπτει τὸ κοινὸν ἐχόμενος τῆς παλλακῆς αὑτοῦ.

**αὔτως] μάτην. καὶ ἔστιν ἐπίρρημα μεσότητος, καὶ ψιλοῦται πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου τοῦ σημαίνοντος τὸ οὕτως. καὶ ψιλοῦται, διότι τὸ στερητικὸν α ψιλοῦται. καὶ πῶς ἐστὶ στερητικόν; ἔστιν ἐτός, καὶ σημαίνει τὸν ἀληθῆ, ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ε ἐτεός. τοῦτο παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐμί. ἐξ αὐτοῦ γίνεται ἐτός ὁ ἀληθής· ὁ γὰρ ἀληθὴς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐχ ὑπάρχει. καὶ μετὰ τοῦ στερητικοῦ α ἀετός, καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει. καὶ κλίνεται ἀέτου· τὸ πληθυντικὸν οἱ ἄετοι, ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως, καὶ κράσει τοῦ αε εἰς τὴν αυ δίφθογγον αὔτως, ὥσπερ ἀέρα αὔρα καὶ αἱ γρᾶες αἱ γραῦς καὶ αἱ νᾶες αἱ ναῦς.

134. κέλεαι] καὶ μὴν ὁ μάντις εἶπε “πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι” (98). ἀλλά γε αὐτὸς ἐκκλησιάζει.

136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων [*](15. Post πείσεις, ubi incipit fo- p. 17, 18. lium 6 b, sequitur longum scholion 12. ἀπόλλοντας] ἀπολλύντος Bek- Porphyrii, ab manu secunda scrip- kerus frustra. tum, quod versui 66 apposuimus)

33
Αἰολικῶς ἄρσω· τὸ δὲ α ἢ τὸ ε, πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου ψιλοῦται. ἔοικε δὲ βασιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς λείας ὃ θέλοι.

137. εἰ δέ] Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς τὸ “κἂν μὲν ὁμολογῆτε μόνην ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ ὑμῖν, διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μὴ, ποιεῖτον ἤδη τοῦθʼ ὃ ὑμῖν δοκεῖ” (Aristopm. Plut. 468). καὶ πάλιν “εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ μὴ, ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν ληψόμεθα” (Thesmoph. 536). ἐπὶ γὰρ πάντων τὸ καλῶς ἂν ἔχοι, ὡς καὶ ἐνταῦθα, ἐλλείπει.

138. ἢ τεὸν ἢ Αἴαντος] ἐνδεικνύμενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθά- νεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως. Ὀδυσσέως δὲ γέρας Λαοδίκη ἡ Κύκνου. τούτων δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενὴς, ὁ δὲ φίλτατος. ἀμέλει καὶ τελευτῶντος αὐτοῦ μόνοι προύστησαν τοῦ σώματος, καὶ μόνοι πρεσβεύονται πρὸς αὐτόν.

μέχρι δὲ τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, τὰ δὲ λοιπὰ τοῖς ἑξῆς ἐπιφέρειν, ἵνα μὴ παρενοχλεῖν δοκῇ δὶς τὸ ἑλών κείμενον.

*ἄλογον τὸ καὶ τούτους συνυβρίζειν τοὺς μηδὲν ἀδικήσαντας ἢ πλημμελήσαντας. ἡ λύσις ἐκ τοῦ προσώπου· ὑπόκεινται γὰρ Ἀχιλ- λέως φίλοι ἀμφότεροι.

*Πορφυρίου. διὰ τί δὲ συνεχῶς ὁ Ἀγαμέμνων ἐν ταῖς πρὸς Ἀχιλλέα διαπληκτίσεσιν Αἴαντος καὶ Ὀδυσσέως μνημονεύει, καὶ ἐν τῇ ἀφαιρέσει τῶν τιμῶν “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος ἄξω ἑλών” καὶ μετʼ ὀλίγον ἐφεξῆς (144), ὅτε δεῖ πέμψαι τὴν Χρυσηΐδα, φησὶν “εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς, ἠὲ σὺ, Πηλείδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν.” καὶ γὰρ ἀτιμάσειν ἀπειλῶν συγκαταλέγει Αἴαντα καὶ Ὀδυσσέα τῷ Ἀχιλλεῖ, καὶ ἀποστέλλειν πρὸς τὸν θεὸν ἐπαγγελλόμενος, ἐξ Αἴαντος καὶ Ὀδυσσέως καὶ Ἀχιλλέως φησὶν ἕνα ἀποστέλλειν, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προθεὶς τὸν Ἀχιλλέα τῶν ἀτιμαζομένων “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος,” ὅτε δʼ ὑπὲρ τῶν Ἑλλήνων θύειν ἔδει ἀπελθόντα, “ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ θῖος Ὀδυσσεὺς, ἠὲ σὺ, Πηλείδη.” λύσις, ὅτι οὗτοι ἐδόκουν [*](4. Ἀττικὴ—ἐλλείπει] Haec ex Anecd. Paris. 3 p. 274. scholio longiore et doctiore sunt 7. *τε] om. excerpta, quod ex cod. Paris. 2766 20. Πορφυρθίου] πῤ (ut ad v. 1. ediderunt Ruhnkenius ap. Koen. 225. et 524) cum lemmate ἀπορία. ad Greg. Cor. p. 48 et Cramerus)

34
μάλιστα φίλοι εἶναι Ἀχιλλέως. διὸ καὶ ὁ Νέστωρ αὐτὸς, κατα- λέγων πρεσβευτὰς πρὸς Ἀχιλλέα, τούτους αἱρεῖται· καὶ Ἀχιλλεὺς εὐμενεστάτως ὁρᾷ ἐλθόντας τούτους, καὶ δεξιοῦται, καὶ ὁμολογεῖ τὸ προϋπάρχον φίλτρον· “οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοι ἐστόν” (Il. 9, 198), καὶ “χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον” (ib. 197). συνατιμάζει οὖν τούτους καὶ συγκαταλέγει ὡς φίλους ὄντας τῷ Ἀχιλλεῖ τὰ μάλιστα.

140. ἀλλʼ ἤτοι μὲν ταῦτα] εὐσεβῶς καὶ βασιλικῶς μεταφέρει τὸν λόγον· καὶ οἶδε μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν, ἐπεὶ οὐκ ἂν ἔπραξεν, ἐπιφέρει δὲ τὴν δυσχέρειαν κατὰ τῶν βουλευσάντων.

141. νῦν δʼ ἄγε νῆα] καὶ ταῖς φωναῖς κυρίως κέχρηται, καὶ μίαν τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα.

142. ἐπιτηδές] τὸ ἐπιτηδές ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδεῖς γὰρ, τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει τόνον.

144. βουληφόρος] ᾧ τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. ἐν τοῦ ἀρχός δὲ τὸν ναύαρχον ἐδήλωσεν.

145. ἢ Αἴας] θεραπεύει τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν Ἰδομενέα, παραφυλακτέον δὲ ὅτι ὅτε ἀτιμάσαι ἀπειλεῖ, προτίθησι τὸν Ἀχιλλέα, ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἀπελθόντα ἔδει, τελευταῖον καταλέγει μετὰ ὕβρεως· ἐκπαγλότατε γάρ φησι, τουτέστιν ὑβριστι- κώτατε.

146. ἠὲ σὺ Πηλείδη] ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν τὴν τοῦ λοιμοῦ αἰτίαν αὐτὸς ἔχῃ.

147. *ἥμιν ἀντὶ τῆς ἡμῖν ἀντωνυμίας· ἔστι γὰρ διαλέκτου ἴδιον Δωριέων. αἱ δὲ ἀντωνυμίαι ἡνίκα ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ αὐτῷ τόνῳ, οἷον “ἡμῖν τόδʼ ἔφηνε” (Il. 2, 324), καὶ “ὑμῖν μὲν νεμεσσῶμαι περὶ κῆρι” (Il. 13, 119). ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον, ἐγκλίνονται· “εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον” (Od. 2. 141)· “σὺν δʼ ἥμιν δαῖτα ταράξῃ” (Il. 1, 579), καὶ ὡς ἐν- ταῦθα.

148. **ὑπόδρα] ἐπίρρημα. πόθεν γίνεται; ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν, ὡς ἀπὸ περισπωμένων, [*](21. *παραφυλακτέον] φυλακτέον 26. *ἔχῃ] ἔξει)

35
οὕτως. ὥσπερ γὰρ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἡρέμα καὶ ἀπὸ τοῦ σιγῶ σῖγα, ὡς Σοφοκλῆς (Ai. 75) “οὐ σῖγʼ ἀνέξῃ μηδὲ δειλίαν ἀρεῖς;” οὕτω καὶ ἐκ τοῦ ὁρῶ καὶ τῆς ὑπό προθέσεως γίνεται ὑπόρα, καὶ πλεονασμῷ τοῦ δ ὑπόδρα, τὸ ὑφορᾶσθαι. ἔστι δὲ καὶ ἄλλως. ἔστι γὰρ δρῶ, καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ δρᾶσις καὶ δρᾶμα. ἐκ τοῦ οὖν δρῶ γίνεται δρᾶ, καὶ μετὰ τῆς ὑπό προθέσεως ὑπόδρα, τὸ ὑποβλέπειν· καὶ δραπέτης οὖν ἐξ αὐτοῦ. ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι ἐκ τοῦ ὑποδράξ γίνεται. ὀξύνεται δὲ, ἐπειδὴ τὰ εἰς ξ λήγοντα ἐπιρρήματα, χωρὶς εἰ μὴ παρὰ πρόθεσιν γίνεται, ἅπαντα ὀξύνονται, οἷον “στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών” (Il. 11, 251), ἀπρίξ, ἐναλλάξ, κουρίξ. εἶπε δὲ, εἰ μὴ παρὰ πρόθεσιν γίνεται, διὰ τὸ πέριξ. τὸ γὰρ πάρεξ ἔχει μὲν πλέον τι σημαινόμενον· ὅτε γὰρ ὀξύνεται, οὔ φαμεν εἶναι αὐτὸ ἐπίρρημα, ἀλλὰ δύο προθέσεις. σεσημείωται τὸ ἅπαξ. καὶ τοῦτο ὅπερ ὤφειλε δέξασθαι ἐν τῇ ἁπλότητι, ἐδέξατο ἐν τῇ συνθέσει, ἅπαξ ἁπλῶς—ἁπαξαπλῶς. τὸ δὲ ὑποδράξ ἀποβαλὸν τὸ σύμφωνον ἀνεβίβασε τὸν τόνον, ὥσπερ ἀνυστής ἀνύτης, δεσποστής δεσπότης. οὕτω καὶ ἐν τῷ ὑποδράξ· ἀποβαλὸν γὰρ τὸ σύμφωνον ἀνεβίβασε τὸν τόνον.

149. ὤ μοι ἀναιδείην ἐπιειμένε] διετύπωσε νέον φιλότιμον, ἥττονα διακαοῦς θυμοῦ, διὰ τοῦ “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην” τὸ δὲ ἐπιειμένε, οἱονεὶ προφανῆ τὴν ἀναίδειαν ἔχων, ἀπὸ μεταφορᾶς τῆς ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος. ἔστι δὲ φύσει τοιοῦτος ὁ φιλοχρή- ματος, καὶ τὴν οἰκείαν ἀναίδειαν εἰς προῦπτον δείκνυσιν. ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, φιλο- τέχνως τὴν ἰδίαν ὕβριν κοινὴν ποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ πλῆθος.

τὰ κέρδεα ἁπλᾶ μὲν ὄντα μέσα ἐστὶ, συντιθέμενα δὲ ψόγον δηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν “κέρδεά θʼ οἷ᾿ οὔ πώ τινʼ ἀκούομεν” (Od. 2, 118).

150. πῶς τίς τοι] τοῦτο κατὰ ἀγανάκτησιν, ἤτοι ἐπιτίμησιν.

151. ἢ ὁδὸν ἐλθέμεναι] φασὶ μέν τινες περὶ τοῦ πλοῦ λέγειν. ἐγὼ δὲ τὸν λόχον φημὶ, ἵνα δύο κινδύνους ὁρίζῃ ἐν ταὐτῷ, ὃν μὲν τῶν ἀριστέων ὡς ἴδιον, ὃν δὲ τῶν ὄχλων ὡς κοινὸν, ὡς κἀκεῖ “οὐδέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ, οὔτʼ ἐς λόχον ἰέναι” (226).

[*](2. ἀρεῖς] ἄρης 15. συνθέσει Bekkerus] συνηθείᾳ 20. *διακταοῦς Paris. 2766] δικαίου )
36

152. αὶχμητάων] ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμνονα λυπεῖ καὶ Ἀχιλλεῖ φέρει δόξαν, ὡς ἐπʼ ἀνδρείους στρατεύσαντι.

153. οὔ τι μοι αἴτιοί εἰσιν] ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν πρό- φασιν τῆς στρατείας ἔχει· ἄλλως γὰρ ἂν, προβάσης αἰτίας εὐλόγου, ἐστράτευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δʼ ὡς οἱ Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον. ἅμα δέ γε παρυποφαίνει ὡς βιασθεὶς πρὸς Ἴλιον ἔπλευσεν.