Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

I. Μῆνιν] μῆνις παρὰ τὸ μένω ἐν ἐκτάσει μῆνις ὡς ἔνος ἦνις.

ἄειδε θεά] μετωνυμικῶς ποίει ἀείδειν· βούλεται γὰρ τὰ λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν. ὅταν δὲ περὶ τοῦ πολυτρόπου (Od. 1, 1) ὁ λόγος, ἔννεπέ φησιν ἁπλῶς.

ἄειδε θεά] ἔθος τοῦτο ποιητικὸν, ὃ πάντες μικροῦ δεῖν ἐφυλάξαντο, καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς. καὶ ἐν Ὀδυσσείᾳ γάρ φησιν “ἄνδρα μοι ἔννεπε Μοῦσα,” καὶ πάλιν ἐπάγει “τῶν ἀμόθεν γε θεά·” καὶ ἀλλαχοῦ (Od. 8, 499) “ὁ δʼ ὁρμηθεὶς [*](I. ΣΧΟΛΑ] Scholiorum codicis de quibus suo loco plura dicentur. Veneti B (453) genera sunt tria, Folium 1 a, cuius scriptura accurate distincta in codice, de passim evanuit, scholia continet quibus dictum est in Praefatione. manus primae viginti, litteris Scholia secunda uno asterisco (*) α΄—κ΄ notata ad versus I- II, praefixo notavimus, tertia duobus unum tantum manus secundae, asteriscis (**), exceptis quae in quod in summo paginae margine Appendice exhibebimus excerptis legitur ad v. 3 Πορφυρίου· πολλὰς etymologicis, quorum pars maxima δʼ ἰφθίμους—cet. Πορφυρίου nomen ex Etymologico Magno et Epi- hic et ad v. 225, 524 compendio merismis. Homericis est transcripta. πρ΄ expressum, alibi constanter Lemmata in codice nulla sunt omissum, sed servatum in aliis propter rationem in Praefatione codicibus est, ex quibus ubique expositam. Emendationes schoi- supplevi: de quo in Praefatione orum ex aliis codicibus, eadem vel dixi. similia scholia continentibus, fac- 4. ἔνος ἦνις] In A (i. e. Veneto tae in annotationibus sunt memo- 454) est ενὸς ῆνις sine spiritu. ratae asterisco praefixo. Pleraeque 6. *ποίει] ποιεῖ τε (vel τὸ), quod emendationes ex codicibus Town- ποίει με esse potest. leiano et Lipsieusi sunt petitae,)

2
θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν.” οἱ δὲ λέγοντες ὡς ἐχρῆν ἐπὶ τοῖς οὕτω δυσφήμοις λέγειν “ἄειδέ μοι ἠεροφοῖτις Ἐρινύς” τοῦ δέοντος ἁμαρτάνουσιν· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ. ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν δὲ τῇ ἀπαριθμήσει (Il. 2, 484) πάσας· “ἔσπετε νῦν μοι Μοῦσαι.”

2. οὐλομένην] τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν. ὡς ἐπὶ ἰδίοις δὲ ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑποφαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ. ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον· ποσόν, πολλάς· ποιόν, ἰφθίμους· οὐσίαν, ψυχάς· τόπον, Ἅϊδι· χρόνον, προΐαψεν.

μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν. οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα μαθεῖν ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.

ἄλγεʼ ἔθηκε] ῥητορικὴ ἡ μετάληψις. παρὸν γὰρ ἦν φάναι “ὃς μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν·” ἀλλʼ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. τὸ δὲ ἥ κατὰ δοτικήν τινες ἤκουσαν, οὐκ ὀρθῶς. κίνησιν δὲ οὐ τὴν τυχοῦσαν ἔχει τὸ προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡρώων.

3. ψυχάς] Ἀπολλώνιος ὁ Ῥόδιος κεφαλάς γράφει.

Ἄϊδι προΐαψεν] ἐναντίον τῷ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν” (Il. 6, 488). ἀλλʼ οὐ ταυτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς ὡρισμένης τελευτήν. πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· “γῆρας γὰρ, φησὶ, καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται” (Od. 13, 59). προΐαψεν οὖν, ἔβλαψε πρὸ τοῦ ὅρου παραπέμψασα τῷ Ἅδῃ, τοῦτʼ ἐστὶ πρὸ τοῦ πρέποντος ἀνθρώποις θανάτου· ἢ περιττεύει ἡ πρό, ὡς τὸ “νῆάς τε προπάσας” (Il. 2 493).

*Πορφυρίου. τὸ “πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προίαψεν” [*](9. *γενικωτάτους] . . . κωτάτους, 19. *μέλλει] μέλλοι quattuor literis obliteratis. 26. γῆρας γὰρ, φησὶ, καὶ] *εἰσόκε 11. μύρεσθαι] *μυριᾶσθαι, addito γῆρας ἔλθῃ καὶ (post ἤκουσαν) ἐφʼ οἷς μυριᾶσθαι καὶ 27. *πρὸ τοῦ ὅρου] τοῦ ὅρου ob- τὸ κλαῦσαι. literatum. 12. μαθεῖν] *om.)

3
ἐναντίον φαίνεται τῷ “μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν” (Il. 6, 488). ἔτι δὲ καὶ “ψυχὴ δʼ, ἠΰτ’ ὄνειρος, ἀποπταμένη πεπότηται” (Od. 11, 222), Ἄϊδος εἰσῆλθεν. εἰ γὰρ “προΐαψεν” ἐστὶ προδιέφθειρεν, οὔτε ἡ . . . . . . . . . οὔτε ἡ ψυχὴ μένει . . . . . . γὰρ . . . . . λύεται δὲ κατʼ αὐτὴν τὴν λέξιν. τὸ προΐαψεν ἀποδιδόασί τινες ἀντὶ . . . . . . . . . . . . . τὸ γὰρ Ἄϊδι προΐαψεν . . . . . . . . . .

4. καὶ ἀλλαχοῦ (Il. 9, 547) “ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον (ἤτοι περὶ τοῦ σώματος αὐτοῦ) ἀμφὶ συὸς (γάρ φησι) κεφαλῇ.”

ἑλώρια] δασύνεται τὸ ἑλώρια παρὰ τὸ ἕλω ἕλωρ, ὡς παρὰ τὸ πέλω πέλωρ. κτητικὸν δέ ἐστι τὸ ἑλώριον, ᾧ ἀντὶ τοῦ ἕλωρα ἐχρήσατο. χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ τεῦχε αὐτοὺς παράτασις . . . . . . . . . .

αὐτοὺς δὲ ἑλώρια] δυσμενεῖς τοὺς ἀκροωμένους ἀπεργάζεται βλασ- [*](2. ψυχὴ—ὄνειρος] Sic lacunam pro εἰσῆλθεν accepit Monro: sed codicis explevi ex versu Homeri. est fortasse εἴσω. 3. πεπότηται ex versu Homeri 7. Post προΐαψεν, quo longior restitui pro πεποτήαται. linea finitur, sequuntur breviorum Ἄϊδος] Proximas post Ἄϊδος linearum fragmenta, sic fere litteras legere non potuit Cobetus, προίαψεν ο τερα λοπος έ . . α . . . . μ . . . . . . . . . . . . ἀποτροπ (ἀποτροπιασμοὺς?) παθ οπ παντελ λέγε 9. κελαδον] κέλαδον καὶ ἀϋτὴν χειὼ . . . . . . . τεῦχε. apud Homerum. 13. αὐτοὺς] αυτ συὸς ex Homero correxi pro παράτασις] Conf. Eustath. p. 4. συείη. 11. *ἕλω ἕλωρ, ὡς παρὰ] ἔλω ἕ 15. * ἀκροωμένους] Obliteratum . . . . παρὰ in B. 12. * δέ ἐστι—τεῦχε] δέ ἐστι ἀπεργάζεται] *ἐργάζεται . . . . . . ἀντὶ τοῦ ἕλωρα ἐχρήσατο. )

4
φημεῖσθαι ποιῶν, ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν ἀνελόμενοι· πλὴν οὐδὲ δἰ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν τοῦ κηδεῦσαι μὴ ἔχοντες. τεκμήριον δὲ τούτου· ἐν μὲν τῇ πρώτῃ μάχῃ, ἐν ᾗ Τρώων ἐκράτουν, θάπτουσι τοὺς πεσόντας, ἐν δὲ τῇ μετʼ αὐτὴν ἡττώμενοι διὰ τὴν τοῦ Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς σφῶν σωτη- ρίας φροντίζουσιν. εἶτα γράφει ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξο- δον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ ἐχόμενα γράφει. εἶτα καταλαβούσης ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα ἡ Ἰλιὰς τελευτᾷ.

5. οἰωνοῖσι] καὶ ἀλλαχοῦ “τάχα κέν σε γῦπες ἔδονται” (Il. 22. 42). οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ βίᾳ τὸ πᾶν ἕλκουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλʼ οὖν ἀνέδην πᾶσι προύκειντο.

Διὸς δʼ ἐτελείετο βουλή] Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· “Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο κῦδος” (Il. 13. 347). Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ Διὸς ἐτελείετο βουλὴ τῷ τοὺς ἠδικη- κότας ἀξίαν δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φρά- σεως, τὸ πολλὰς δʼ ἰφθίμους ψυχάς, τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ.

6. διαστήτην] διέστησαν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. τὸ δὲ ἔριδι ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθʼ ὅπλων.

7. Ἀτρείδης] ἀντὶ τοῦ Ἀγαμέμνων, ὡς ἀγελείη καὶ Τριτογένεια ἡ Ἀθηνᾶ· ἐπεὶ γὰρ τὸ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδια- στέλλων προσέθηκεν ἄναξ ἀνδρῶν.

δῖος] δῖος ὁ ἔνδοξος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ τὸ δῖός φησιν ἡ κατὰ συλλογισμὸν διήγησις; Ἀχιλλεὺς μὲν γὰρ πάν- των χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνή- στρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα δὲ καὶ Χάρυβδις μεγέθους. τὸν δʼ Ἀχιλλέα καὶ διογενῆ, δίχα τοῦ κυρίου. “αὐτὰρ ὁ διογενής.”

8. τίς τʼ ἄῤ] ἐπὶ τὸ διηγηματικὸν μετιῶν ὑποβάλλει τὰς διηγή- σεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι, ἀλλὰ διὰ πεύσεως καὶ ἀποκρίσεως τὸν τῶν ἀκροωμένων νοῦν ἀναρτῶν, καὶ [*](2. μὴ] *οὐκ 6. τεθνεῶτας] πεσόντας 18. *τῷ] τὸ)

5
ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει, εἶτα τὴν ἀπόκρισιν ἐπάγων. ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς ἐκδιδοὺς περιοχὰς, καὶ ἐξ ἀνα- στροφῆς κατὰ μέρος διηγούμενος. οἱ μέντοι περὶ τὸν Σιδώνιον τῇ σφῶϊ ἀρέσκονται, οὐ καλῶς. ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται, ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου, καὶ σημαίνει τὸ αὐτούς.

9. βασιλῆϊ] διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησίν; δεί- κνυσι . . . . . . . . οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημ- μελήσαντας.

10. ὦρσε] ψιλωτέον τὸ ὦρσεν· ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολι- κῶς γίνεται.

λαοί] καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος, ὅμως πρὸς πλείω ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.

11. τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα] ὑπερβατὸν, ἵνʼ ᾖ τὸν ἀρη- τῆρα Χρύσην. τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώ- σεων . . . . . . . τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ ὑπερβατὸν, ὡς τὸ “ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάϊνος” (Od. 9, 378). κατὰ συλλογισμὸν δὲ ἡ διήγησις. εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, πόσῳ μᾶλλον ἰδιώτης;

13. *θύγατρα] ἐκ τοῦ θυγατέρα κατὰ συγκοπὴν, ἀναδοθέντος καὶ τοῦ τόνου. αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, ὡς τὸ ἁρμόσαντες ἄρσαντες, ὁμόπατρος ὄπατρος. γέγονε δὲ θυγάτηρ παρὰ τὸ θύω καὶ τὸ γαστήρ· λέγεται γὰρ τὰ θήλεα τάχιον ἐν τῇ γαστρὶ κινεῖσθαι.

φέρων τʼ ἀπερείσιʼ ἄποινα] πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει τῆς παιδὸς, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν δώρων κομιδῇ. καὶ τὸ μὲν στέμμα κατέχει, τὰ δὲ δῶρα (χρυσὸς [*](6. *οὐδέτερον] οὐθέτερον 17. εἰ μὴ—ἄρθρον] Sic B. In 8. διὰ τί] *καλῶς cod. Lips. est εἰ μὴ τὰ ῥήματα δια- δείκνυσι—οὐδὲν] δείκνυ . . . . . φόρων γνώσεων κατ . . . . ἀδιάφο- οὐδὲν. Ante οὐδὲν excidit ὅτι ρον τὸ ἄρθρον. In cod. Angelico 15. *τὸν λρύσην—τὸν ἀρητῆρα apud Matrangam vol. 2 p. 382, 4. Χρύσην] κ΄ (numerus scholii) τὸν εἰ μὴ ἐπαγόμενα ῥήματα πρωτότυπα Χρύσην . . . . . . . . ρα Χρύσην. κατηγοροίη (huius vocabuli frag- 16. *ἐπιθετικώτερον] ἐτιθετικώ- mentum sunt litterae κατ in cod. Lips.)· τότε γὰρ ἀδιαφορεῖ τὸ ἄρθρον. τερα)

6
δὲ ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν) διʼ οἰκετῶν προσῆγε· καὶ τὰ μὲν τῶν θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ δῶρα δίδωσιν, ἵνα κἂν τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην.

ἵνα, εἰ μὲν θεοσεβὴς, τὸ στέμμα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, τὰ δῶρα δέξηται, εἰ δὲ μὴ, τὸ γῆρας οἰκτειρήσῃ. πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται.

*τὸ ἀπερείσιʼ ἄποινα οὐ τὸ ἄπειρα τῷ πλήθει σημαίνει, ἀλλὰ πρὸς ἃ ἀπερειδόμενοι καὶ ἀντιλαμβάνοντες λύτρα τῶν εἰλημμένων ἀπελύοντο τοὺς αἰχμαλώτους. ἐκόμισεν οὖν οὐκ ἄλλο τι ἢ στέμμα καὶ σκῆπτρον τοῦ θεοῦ ἐπὶ τὸν ναύσταθμον. λέγει οὖν “τὰ, δʼ ἄποινα δέχεσθαι” ἐκεῖνα βαστάζων, “ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.” ἀκο- λούθως οὖν ὁ Ἀγαμέμνων ἀποκρίνεται “μή νύ τοι οὐ χραίσμῃ σκῆ- πτρον καὶ στέμμα θεοῖο,” ὡς οὐχὶ καὶ ἄλλων τινῶν λύτρων ἅμα τῷ σκήπτρῳ καὶ τῷ στέμματι ἐνηνεγμένων ὑπὸ τοῦ πρεσβύτου, ἀλλʼ αὐτῶν ἐκείνων μόνων· διὸ καὶ τὴν ἀπολογίαν κατὰ τὴν ὁδὸν ἔσχεν, ὥσπερ οἱ σπονδοφόροι οἱ τὰς πανηγύρεις καταγγέλλοντες ἐκ τοῦ στροφίου τῇ κεφαλῇ περιτίθεσθαι, καὶ οἱ κήρυκες τὰ κηρύκια. δι- στάζεται οὖν πότερον στέμματα ἔχων ἢ ἑνικῶς στέμμα . . . . . ἐπεὶ καὶ ὁ Ἀγαμέμνων ἀποκρίνεται “καὶ στέμμα θεοῖο.”

*τὸ ἄπειρον σημαίνει καὶ τὸ ὑπερβαλλόντως καλὸν καὶ περικαλλὲς, ὡς ὁ Πορφύριος.

14. ἑκηβόλου] τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ ἕκαθεν βάλλουσιν, ἀλλʼ οὐ τυγχάνουσι τοῦ σκοποῦ· “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20, 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπι- τυγχάνειν.

15. Ἀτρείδα δὲ μάλιστα] εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ “νηῒ παρὰ πρύμνῃ Ἀγαμέμνονος” (Il. 7, 383).

16. Ἀτρεῖδαί τε] εἴωθεν ὑπεξαίρειν τὰ προύχοντα πρόσωπα, ὡς τὸ “Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, 1). ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ “ἱππεῦσι μὲν πρώτοις ἐπετέλλετο” (Il. 4, 301).

18. ὑμῖν μὲν θεοὶ δοῖεν] θεραπευτικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερ- εύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον δοθῆναι ὁδόν. οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ ἱερεῖ. ἅπασαν οὖν αὐτῶν ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα πρὸ ὀφθαλμῶν βλέπων αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λυγρῶν ἤρξατο, ἵνα μὴ μᾶλλον

7
αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ αὐτὸν ποιεῖ καὶ τοὺς οἰ- κείους ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας ἀρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφὴν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως.

*ἀπρεπὲς τὸ τὸν ἱερέα τοῖς μὲν οἰκείοις καταρᾶσθαι, τοῖς δὲ ἐχθροῖς εὔχεσθαι τὰ βέλτιστα. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖς πολεμίοις γενόμενον καὶ ὑπὲρ τῆς θυγατρὸς κινδυνεύοντα πῶς οὐκ εἰκὸς τοιούτοις λόγοις χρῆσθαι πρὸς τὸ συμφέρον αὐτῷ;

Ὀλύμπια δώματʼ ἔχοντες] οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.

20. ἐμοὶ—φίλην—δέχεσθαι] ἀντιδιέσταλται πρὸς τὴν ὑμῖν· διὸ ὀρθοτονεῖται. ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην· δηλοῖ γὰρ τὴν μόνην. τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμφατον.

21. ἑκηβόλον Ἀπόλλωνα] ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς.

22. ἐπευφήμησαν Ἀχαιοί] δεισίδαιμον γὰρ τὸ πλῆθος καὶ μισο- πόνηρον.

23. ἱερῆα] ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι· ὁ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει.