Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

165. * ἑῇσι γρ. φίλῃσι.

172. ὅτι ἀπὸ τῶν ὄσσων προορωμένη, καὶ τὸ τόδε τοπικῶς ἀντὶ τοῦ ἐνταῦθα.

174. ὅς σευ ἄνευθεν ἐών ὅτι ἐνταῦθα ὑγιῶς λέγεται, ἐκεῖ δὲ (Il. 2, 27) κακῶς ὑπὸ τοῦ Ὀνείρου πρὸς τὸν Ἀγαμέμνονα.

175. σε κέλευεν ἐκέλευσεν margo ext.

180. *ὅτι νεκρὸν ὃν ἔκτανε.

181. *ἔσω κλισίην ὅτι ἀντὶ τοῦ εἰς κλισίην.

190. *πείρινθα τὸ πλινθίον τὸ ἐπάνω τῶν ἀμαξῶν τιθέμενον.

192. πολλὰ κεχάνδει οὕτως Ἀρίσταρχος, κεχάνδη, διὰ τοῦ η, ἀντὶ τοῦ κεχάνδει. ἡ δὲ Μασσαλιωτικὴ πολλὰ κεκεύθει.

* Ἀρίσταρχος κεχάνδη.

198. * Ἀρίσταρχος ἄνωγεν ἔξω τοῦ ῑ.

200. *ἀμείβετο Ἀρίσταρχος ἀνείρετο μύθῳ.

202. τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης, ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δὲ, ἀλλʼ ἐκλέεο τετρασυλλάβως. καὶ δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι “σὺ δʼ αἴδεο καί μʼ ἐλέησον” (Il. 21

[*](25. κεχάνδει. ἡ] κεχάνδε. (sic) ἡ)[*](4. ἤ κε] ἥ κε.)[*](11. ἐντυπάδεια Lobeck. Paral. 26. κεχάνδη] κεδάνδει (sic) p. 154] ἐντυπαδίῳ 28. ἀνείρετο Cobetus] ἀνήρετο)[*](14. τὰ κόπρια] ἡ τέφρα Lehrsius.)
282

74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις εἴρηται.

205. ὅτι ὑποτάσσουσι στίχον ὡς ἐλλείποντος τοῦ λόγου “ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.” πλείων δέ ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ.

206. τὸ ἑξῆς ἐστὶν, εἰ γάρ σʼ αἱρήσει, οὔ σʼ ἐλεήσει· τὰ δὲ ἄλλα διὰ μέσου.

208. αἰδέσεται ὅτι ἀντὶ τοῦ προσδέξεται ὡς ἱκέτην· “μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών· ὁ δέ μʼ οὐκ ἐλεήσει, οὐδέ τί μʼ αἰδέσεται” (Il. 22, 123).

210. γεινομένῳ ἐπένησε λίνῳ ὅτι ἐνταῦθα καλῶς κεῖται, ἐπὶ δὲ Ἀχιλλέως ἐν τῇ Υ (128) οὐκέτι.

212. *ἔχοιμι κατέχοιμι εἰς τὸ ἐσθίειν.

213. Ἀπολλόδωρος καὶ Καλλίστρατος τιτά, ὥστε τρία εἶναι, ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν ἄν καὶ ὄνομα τὸ τιτά. ὁ δὲ Ἀσκαλωνίτης ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα. οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ ἄτιτα (Il. 14, 484). ἔχεται μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως, καὶ μᾶλλον τοῦ νοητοῦ· μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει, ἐπιζητοῦντος τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο. παραφυλακτέον δὲ ὅτι καὶ συλλαβὴ λείπει ἡ τῑ, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα.

214. οὕτως ἐπεὶ οὔ ἑ, ἐπεὶ οὐκ αὐτόν. αἱ δὲ κοιναὶ ἐπεὶ οὔτι.

215. πρὸς τοὺς γράφοντας (Il. 2, 484). “ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι,” ὅτι ἐπὶ βαρβάρων τὸ ἐπίθετον τίθησιν.

πρό οὕτως χωρὶς τοῦ σ. gl. interl.

221. ἢ οἳ μάντιές εἰσι θυοσκόοι καὶ ἐνταῦθα ἀξιοῦσί τινες διαστέλλειν μετὰ τὸ εἰσί, ὡς καὶ ἐν τῇ A ῥαψῳδίᾳ (62) τὸ γένος, φησὶ, προειπὼν ἐπιφέρει τὸ εἶδος· “ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν.” δοκεῖ δέ μοι ἐνθάδε μὴ ἐπείγειν, ἐπεὶ ἐνδέχεται τὸ δεύτερον τοῦ πρώτου ἐπίθετον εἶναι, μάντεις θύται· καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται. θυοσκόοι μὲν οἱ διὰ τῶν ἐπιθυομένων μαντευόμενοι, οἱ ἐμπυρόσκοποι—καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις—, ἱερεῖς δὲ οἱ διὰ τῶν [*](9. ἰών—αἰδέσεται] ἰωνοὺσ (sic) 21. ἀντίτιτα] ἀντίτητα) [*](28. φησὶ] φασὶ Friedl. ἔτι μʼ ἀχιλλεύς) [*](16. ἀντέκτιτα Lehrsius] ἀντέκτιστα)

283
σπλάγχνων μαντευόμενοι. τὰ μὲν γὰρ θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. κοινὸν δέ ἐστι τὸ μάντις.