Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

108. ὅτι οὕτως λέγει Ἕκτορος νέκυϊ, οὐχ Ἕκτορι. καὶ ἀλλαχοῦ “οἰσέμεναι νεκρὸν Ἐλπήνορα” (Od. 12, 10).

109. ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευή· “ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν.” ἡ δὲ Μασσαλιωτικὴ ὀτρύν συσιν. οὕτως καὶ ἡ Χία.

110. αὐτὰρ ἐγὼ τόδε προϊάπτω Ἀρίσταρχος. καὶ ταυτόν ἐστι τῷ προϊάλλω.

[*](7. συνήθως addidit Friedl. αἱ. Conf. supra p. 245, 33.)[*](Ὁμήρῳ Bekkerus] ὅμηρος 16. περὶ (π A)] πέρατα Bekkerus.)[*](10. διὰ λόγον ὃν Cobetus] ἀλόγον 20. αἱ δʼ οἶαι] αἱ δοῖαι (sic))[*](25. οὐχ Ἕκτορι Friedl.] οὐχ ἔκ-)[*](12. τοῦ σ] ἔχοντος ἓν τῶν δασέων τορα)[*](29. In marg. inter. Ἀρίσταρχος addit Lehrsius.)[*](15. αἱ Ἀριστάρχου] ἀρισταρ sine προϊάπτω. In textu est προτιἅπτω.)
280

Ἀχιλλῆϊ προτιάπτω Ἀπολλόδωρος καὶ Ἀρητάδης καὶ Νεοτέλης καὶ Διονύσιος ὁ Θρᾷξ διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι, καὶ δασύνουσι τὸ ᾱ, ἵνα ᾖ προσάπτω, ἀνατίθημι· οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν καὶ ἐψίλωσαν τὸ ᾱ, ἵνα ταυτὸν ὑπάρχῃ τῷ προϊάλλω, οἷον δίδωμι, προσπένδω. οὕτως δὲ καὶ Ζηνόδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς πρὸς Κωμανόν.

121. ὅτι πάλιν ἐξ Ὀλύμπου λέγει κατιέναι· ἄνω δὲ (97) “οὐρανὸν ἀϊχθήτην.”

122. *ἔνθ᾿ ἄρα γρ. ἐν δʼ ἄρα τόν γε.

124. ὅτι ἅπαξ νῦν ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ (16, 2) τὸ ἄριστον “ἐντύνοντο ἄριστον.” ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα· τρεῖς γὰρ τροφὰς ἐλάμβανον οἱ ἥρωες.

125. *οὕτως Ἀρίσταρχος ἑνικῶς ἐν κλισίῃ.

129. βραχὺ διασταλτέον μετὰ τὸ κραδίην. Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν βίον.

130, 131, 132. ἀθετοῦνται στίχοι γ΄, ὅτι ἀπρεπὲς μητέρα υἱῷ λέγειν “ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι.” ἔτι δὲ καὶ ἀπάντων ἀσυμφορώτατόν ἐστι, καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι· χρεία γὰρ εὐτονίας καὶ πνεύματος. καὶ τὸ λέγειν ὅτι ὁ θάνατός σου ἐγγύς ἐστιν ἄκαιρον. διεσκεύακε δέ τις αὐτοὺς, οἰηθεὶς ἀποκρέμασθαι οὐδέ τι σίτου. πλῆρες δέ ἐστι, σὴν ἔδεαι κραδίην, οὐδὲ τὸ τυχὸν σίτου μεμνημένος.

134. ἡ διπλῆ, ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ ἑαυτὸν, ἑέ. Καλλίστρατος οὖν καὶ Ἀρίσταρχος δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας· τῷ δὲ τόνῳ ὡς ἐμέ.

139. *ἐν ἄλλῳ τῇ εἴη· ὃς δῶρα φέροι.

141. *ἐν νηῶν ἀγύρει ὅπερ δι᾿ ἄλλων λέγει “νηῶν ἐν ἀγῶνι” (Il. 14, 428).

143. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

144. *ταχεῖα ὅτι ἀντὶ τοῦ ταχέως.

[*](1. Ἀρητάδης] Ἀρητιάδης vel Ἀρε- sius. τάδης Hullemann. in Miscel. Philol. 23. ἡ διπλῆ habet post ἑέ.)[*](Amstel. 2 p. 75 Brevius in marg. inter. ὅτι οὕτως)[*](6. Κωμανόν] κομανόν εἶπεν ἀντὶ τοῦ ἑαυτόν.)[*](15. ὁ ἐστιν] ὡς ἐστιν 26. φέροι Cobetus] φέρει βίον Cobetus] ᾱνον 27. ὅπερ] ὅτι οὕτως εἶπεν ὅπερ)[*](17. ἔτι—πνεύματος seclusit Lehr- Cobetus.)
281

145. εἴσω ὅτι τοπικῶς ἀντὶ τῆς προθέσεως· θέλει γὰρ εἰπεῖν εἰς Ἴλιον.

148. *οὕτως διὰ τοῦ ν. οἶον.

150. *ἠδέ γρ. ἤ κε.

151. ὅτι οὕτως εἴρηκεν, νεκρὸν ὃν ἔκτεινεν, ἀντὶ τοῦ ὃν κτείνας νεκρὸν ἐποίησεν, ὡς ἐπὶ τοῦ “ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ” (Il. 5, 795).

163. ἐντυπὰς ἐν χλαίνῃ οὕτω φησὶν αὐτὸν κεκαλύφθαι τῇ χλανίδι, ἐντετυπωμένοις τοῖς ἱματίοις ὅλον τὸ σῶμα, ὥστε μόνον τὸν τῶν μελῶν τύπον φαίνεσθαι.

ὅτι ἐν ἴσῳ τῷ ἐντυπάδεια, ὥστε διὰ τοῦ ἱματίου τοῦ σώματος τὸν τύπον φαίνεσθαι.

164. ὅτι τὸ τοῖο οὐκ ἔστιν ἀγαθοῦ, ὡς οἱ γλωσσογράφοι, ἀλλὰ θαυμαστικῶς τοιούτου. καὶ ὅτι κόπρος τὰ κόπρια.