Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

54. *μενεαίνων ὅτι ἀντὶ τοῦ θυμούμενος.

55. *χολωσαμένη ὅτι ἀντὶ τοῦ θυμουμένη.

58. ἡ διπλῆ ὅτι ἀντὶ τοῦ γυναικὸς μαζόν. Ὁμηρικὸν δὲ τὸ ἔθος· “ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπε” (Il. 16, 124).

τοῦτο ἔνιοι τῶν κριτικῶν κατὰ συνωνυμίαν μεταλαμβάνουσι, λέγοντες ταυτὸν εἶναι γυναῖκα καὶ ἄνθρωπον καὶ θνητὸν, ὡς γίνεσθαι τοιοῦτον· Ἕκτωρ μὲν θνητὸς, θνητόν τε θήσατο μαζόν· ἄλλοι δὲ παρειλῆφθαι τὸ γυναῖκα ἀντὶ τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντὶ κτητικῶν, Ἕλληνα στρατὸν ἀντὶ τοῦ Ἑλληνικὸν, καὶ ἄνθρωπον ἦθος ἀντὶ τοῦ ἀνθρώπινον, καὶ Ἑλλάδα διάλεκτον.

68. *ὡς γὰρ ἔμοιγ᾿ ὅσον ἐπὶ τῇ ἐμῇ κρίσει.

71, 72, 73. ἀθετοῦνται στίχοι γ΄, ὅτι ψεῦδος περιέχουσιν· οὐ γὰρ [*](1. εἴξῃ Bekkerus] εἴξῃσ᾿ 21. θυμουμένη] θυμούμενος) [*](7. λόγον] λόχον) [*](23. πῦρ] om. ἀφέλειαν] ὠφελίαν 25. ταυτὸν Cobetus] αὐτὸν) [*](14. ὅτι addidit Cobetus.)

278
διὰ παντὸς συνδιατρίβει αὐτῷ ἡ Θέτις. τὸ δὲ ἐάσομεν νῦν ἀντὶ τοῦ παρῶμεν, οἷον μηδὲ λέγωμεν· ὅπερ ἀγνοήσαντες οἱ περὶ Ἀντίμαχον ἐποίησαν κλέψαι μὲν ἀμήχανον. γράφεται δὲ κατʼ ἔνια εὖ γάρ οἱ αἰεί. διὰ μέσου δὲ τὸ οὐδέ πη ἔστι. τὸ δὲ ἑξῆς, ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν λάθρη Ἀχιλλῆος.

72. οὐκ ἀναγκαῖον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν· ἔθος γὰρ αὐτῷ ἔσθʼ ὅτε παραλείπειν τὰ ἄρθρα· “ἀλλὰ φίλη μήτηρ” (Il. 21, 276) “μήτηρ μέν τέ μέ φησι” (Od. 1, 215). σύνδεσμος οὖν ἐστὶ βεβαιωτικός· διὸ περισπαστέον.

74. *ὅτι τὸ εἴ ἀντὶ τοῦ εἴθε· διὸ οὐδὲ ὑποστικτέον. τινὲς τὸ θεων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβά- νοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περισπαστέον· γενικὴ γάρ ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός.

77. ὦρτο δὲ Ἶρις ἔτι πρὸς τὸ προκείμενον, διὰ τὴν ὁμοιότητα τοῦ μαρτυρίου.

ὅτι ἐξ ὀνόματος μὴ καλέσαντος τοῦ Διὸς ἡ πρὸς τοῦτο τεταγμένη Ἶρις ὑπακούει, ὥστε καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον “ἀλλ᾿ ἄγε δή τινα μάντιν” (Il. 1, 62), εὐλόγως οὖν πάλιν ἐρεῖ ὁ Κάλχας (ib. 74) “ὦ Ἀχιλεῦ κέλεαι με.”

78. *Σάμου ὅτι τὴν Σαμοθρᾴκην οὕτως εἶπεν.

80. βυσσόν ἐπεκράτησε τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ος λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, δεδιπλασιασμένον ἔχοντα τὸ σ ὀξύνεσθαι θέλειν, κισσός πεσσός· ἀντιπίπτει μέσσος.

81. βοὸς κέρας ὅτι οὐ λέγει βοὸς κέρας βοὸς τρίχα, διὰ τὸ τριχίνην εἶναι τὴν ὁρμιάν. λιναῖς γὰρ ἐχρῶντο· “ἐκ πόντοιο θύραζε λίνῳ ἐνὶ ἤνοπι χαλκῷ” (Il. 16, 408). οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται, ἀλλʼ ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ σύριγγα ἐκ κέρατος βοείου, ἣν παρετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκιστρον, ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον.

*ἐμβεβαυῖα ἐν ἄλλῳ ἐμμεμαυῖα.

82. κῆρα φέρουσα ἔνιαι τῶν κατὰ πόλεις ἐπʼ ἰχθύσι πῆμα φέρουσα· ἄτοπον γὰρ ἐπʼ ἰχθύων κῆρα λέγειν. [*](10. ὅτι addidit Cobetus. 18. ὁ Κάλχας addidit Bekkerus.) [*](23. ἀντιπίπτει] ἀντιτοῦπίπτει (sic).)

279
ὠμηστῇσιν ὡς ὀρχηστῇσιν· προείρηται δέ.

83. *ἀμφὶ δʼ ἄρʼ ἄλλαι γράφεται ἀμφὶ δέ τʼ ἄλλαι.

84. Ἀριστοφάνης τὸ εἴατο δασέως, Ἀρίσταρχος δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆς λέξεως.

85. *ἐν τῇ κατὰ ῾Ριανὸν ὃς τάχʼ ἔμελλεν.

86. ἀθετεῖται, ὅτι περισσός ἐστι· τὸ γὰρ οἷ ἐστὶν αὐτῷ καὶ τὸ ἔμελλεν ἀντὶ τοῦ ἐῴκει συνήθως Ὁμήρῳ· οὐχὶ τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ φθίσεσθαι.

94. ψιλῶς τὸ ἔσθος καὶ ἐσθής, οὐ μόνον διὰ τὴν συναλοιφῆν, ἀλλὰ καὶ διὰ λόγον ὃν ἡμεῖς προείπομεν ἀνασκευάσαντες τοὺς ὑπὸ τῶν πρὸ ἐμοῦ εἰρημένους· τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ σ, ὀσφῦς ὀσφραίνεσθαι ἀσφόδελος ἀσφάραγος ἀσχάλλω ὀσχεός ἴσχω ἰσχύς ἀσθενής ἐσθλός ἄσθμα ἔσθω· οὕτως ἄρα καὶ ἔσθος καὶ ἐσθής.

97. *εἰσαναβᾶσαι αἱ Ἀριστάρχου ἐξαναβᾶσαι, καὶ αἱ πλείους. πρὸς τὰ περὶ τοῦ Ὀλύμπου· οὐρανὸν γὰρ νῦν εἰπὼν, ὑποβάς φησιν “ἤλυθες Οὔλυμπόνδε.” παρʼ ὅσον ἐπουράνιά τινα μέρη ἐστὶ τοῦ Ὀλύμπου, ὑπὲρ τὰ νέφη διήκοντα.

100. πρὸς τὴν καθέδραν Ἀθηνᾶς καὶ Ἥρας, ὅτι ἑκατέρωθεν τοῦ Διός. καὶ ὅταν λέγῃ “αἱ δʼ οἶαι Διὸς ἀμφίς” (Il. 8, 444). τὸ αὐτὸ σημαίνει, Διὸς ἑκατέρωθεν, οὐχ ὥς τινες δέχονται, χωρίς, ἀλλὰ μόνον καθʼ ἑαυτὰς ἔχουσαι τὰς γνώμας.

104. ὅτι ἄνω εἶπεν εἰς οὐρανὸν ἀϊχθήτην, νῦν δὲ εἰς Ὄλυμπον παραγεγονέναι· αἱ γὰρ κορυφαὶ τοῦ Ὀλύμπου ἐπουράνιοι.