Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

726. *πάϊς δέ τε ἐν ἄλλῳ πάις δʼ ἔτι.

735. ὅτι ἐντεῦθεν κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα.

752. ὅντινʼ ἕλεσκε ἐν ἄλλῳ ὅντινʼ ἔλῃσι.

753. ἀμιχθαλόεσσαν ἤτοι ἀπρόσμικτον, ᾗ ῥᾳδίως οὐ μίγνυται ὁ ἀπὸ τῆς θαλάσσης, καθὸ ἀλίμενός ἐστιν· ἢ διὰ τοὺς ἐνοικοῦντας ἀγρίους καὶ θηριώδεις καὶ λῃστρικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχ οὕτως, ἀλλὰ τὴν ὀμιχλώδη ἀπέδοσαν.

[*](2. πληθυντικοῦ Cobetus] ἑνικοῦ 10. περίδειπνον Lehrsius] τὸν)[*](9. τοσαύτας ἡμέρας Lehrsius] τού- δεῖπνον των τῶν ἡμερῶν)
296

758. ὅντʼ ἀργυρότοξος Ἀπολλων ἀντὶ τοῦ ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι.

750. *κατέπεφνεν ἐν ἄλλῳ οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος καταπέφνῃ.

764. ὤφελλον ὀλέσθαι ὤφελλ᾿ ἀπολέσθαι. margo ext.

765. τόδε εἰκοστὸν ἔτος ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν ἡ τοῦ θανάτου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς Ἰθάκην ἐπανελήλυθεν, πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας χρόνον. ῥητέον οὖν ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλεμον, καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν. νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον. λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην.

768. *ἐνίπτοι γρ. ἐνίσσοι.

770. *αἰεί γρ. ἦεν.

785. *φαεσίμβροτος ἠώς ἐν ἄλλῳ ῥοδοδάκτυλος ἠώς.

786. δακρυχέοντες ἐν ἄλλῳ ἀχνύμενοι κῆρ.

793. ὀστέα λευκά τινὲς ὄστεα προπαροξυτόνως, ὡς χάλκεα. ἄμεινον δὲ παροξύνειν.

795. χρυσείην ἐς λάρνακα ὅτι τὴν σορὸν λάρνακα εἶπεν.

[*](6. De hoc scholio v. Clinton. scriptum est “ Ἀδριανοῦ Καίσαρος εἰν Fast. Hell. vol. 1 p. 84. τὸν Ἕκτορος τάφον” epigramma)[*]( ἡ τοῦ θανάτου παρασκευὴ] *ὁ quod legitur in Anthologia Pala- τοῦ πολέμου χρόνος. tina 9, 387, ubi v. 1. ἀκούεις Pal.])[*](19. ἦεν] εἷεν ἀκούοις codex Venetus. 2. χαῖρε])[*](24. Hic finitur codicis folium στῆθ᾿.)[*](326. b. Ultimo folio 327 a in-)