Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

648. *οὕτως Ἀρίσταρχος στόρεσαν Ἰακῶς.

657. ποσσῆμαρ ὑφʼ ἓν, περισπωμένης οὔσης πρὸ τέλους, ὡς καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς προτάσεσι. παραιτητέον οὖν τοὺς κατὰ δάλυσιν ἀναγινώσκοντας.

ἐν ἑτέροις ὁ Ἡρωδιανός φησι, πόσα μέρη ἐστὶ τὸ ποσσῆμαρ; ἓν γὰρ οὐ δύναται εἶναι, διότι οὐδέποτε πυσματικὸν μέρος λόγου προτάσσεται ἐν συνθέσει, ἐξῃρημένου τοῦ ποδαπός· ἐπέγκειται γὰρ τὸ ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύνανται εἶναι· εἰρήκει γὰρ ἂν πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ κάλλιόν ἐστι λέγειν ἂν εἶναι μέρος λόγου ὅμοιον τῷ ἐννῆμαρ.

663. * Ἀρίσταρχος μάλα γάρ, οὐ μάλα δέ.

664. ἐννῆμαρ μέν φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται.

[*](19. Ἰακῶς (i. e. ἄρα στόρεσαν, non λέχεʼ ἐγκονέουσαι referendum erit, ut alii libri ἄρ᾿ ἐστόρεσαν) Cobetus ut λέχεʼ non λέχεα, sed λέχεε signi- scripsit pro δυϊκῶς, quod si recte ficare dicatur. legitur, ad verba proxima δοιὼ)
295

665. δαινῦτο προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο τοῦ πληθυντικοῦ συναλοιφὴ, ὡς πυθοίατο. ὡς οὖν τοὺς νέκυας νέκυς ἔφη καὶ τό δαινύατο δαινῦτο, οὕτως ἔχει καὶ τὸ “λελῦτο δὲ γυῖα ἑκάστου” (Od. 18, 237). οὐδὲν δὲ θαυμαστὸν εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν· τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὁμοίως τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166). Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον.

τῇ δεκάτῃ ὅτι μετὰ τοσαύτας ἡμέρας ἔκαιον καὶ μετὰ τὴν ταφὴν περίδειπνον ἐποίουν.

671. ἐπὶ καρπῷ χεῖρα γέροντος ἐδεξιώσατο τὸν γέροντα. ἐζήτηται δὲ πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν ὅτι Ἀχιλλεὺς τὰ τῶν πολεμίων ἐπετέτραπτο πάντα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ συμβολῶν

676. τῷ δʼ ἂρ Βρισηίς τῷ δὲ Βρισηΐς. margo exter.

697. ἄγον * γρ. φέρον. margo a m. recentissima.

701. *ἑσταότ᾿ Ἀρίσταρχος ἑστεῶτ᾿.

*ἀστυβοώτην ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾶν.

717. *δόμονδε γρ. πόλινδε.

720. ἀοιδοὺς νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλεῖτος καὶ Ἐπιμήδης.

722. *οἱ μὲν ἄρʼ ἐθρήνεον ἐν ἄλλῳ οἱ μὲν δὴ θρήνεον.

723. *τῇσιν ἐν ἄλλῳ τοῖσιν.

725. * Ζηνόδοτος νέον ὤλεο.