Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

614—617. νῦν δέ που ἐν πέτρῃσιν ἀθετοῦνται στίχοι δ΄, ὅτι οὐκ ἀκόλουθοι τῷ “ἡ δʼ ἄρα σίτου μνήσατʼ.” εἰ γὰρ ἀπελιθώθη, πῶς σιτία προσηνέγκατο: καὶ ἡ παραμυθία γελοία· φάγε, ἐπεὶ καὶ ἡ Νιόβη ἔφαγε καἰ ἀπελιθώθη. ἔστι δὲ καὶ Ἡσιόδεια τῷ χαρακτῆρι, καὶ μᾶλλόν γε τὸ “ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο.” καὶ τρὶς κατὰ τὸ συνεχὲς τὸ ἐν. πῶς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει; προηθετοῦντο δὲ καὶ παρ᾿ Ἀριστοφάνει.

[*](27. ἀκόλουθοι τῷ Bekkerus] ἀκο- ηνέγκατο)[*](29. Ἡσιόδεια] ἡσιόδια λουθεῖ τὸ)[*](28. προσηνέγκατο Bekkerus] προ- 31. πῶς Bekkerus] ὡς)
294

616. αἵ τʼ ἀμφʼ Ἀχελώϊον αἵτινες περὶ τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελώου ποταμοῦ τοῦ ἐν Αἰτωλία, ὃς ὠνόμασται ἀπὸ τοῦ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ. ἢ διὰ τοῦ η Ἀχελήϊον· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν.

617. * θεῶν ἐκ κήδεα πέσσει τὸ ἐκ πρὸς τὸ θεῶν· τὰ ἐκ θεῶν κήδεα πέσσει.

624. ὤπτησάν τε περιφραδέως σημειοῦνταί τινες ὅτι Ἡσίοδος (fr. 234) ἐποίησεν “ὤπτησαν μὲν πρῶτα, περιφραδέως δʼ ἐρύσαντο.” οὐδεὶς δὲ περιφραδέως ἐξέλκει κρέα, ἀλλὰ μᾶλλον ὀπτᾷ.

628. αὐτὰρ ἐπεὶ πόσιος ὅτι κατακέχρηται τῷ στίχῳ. ὁ γὰρ Ἀχιλλεὺς ἤδη κεκόρεστο· λέγει γὰρ “νέον δʼ ἀπέληγεν ἐδωδῆς” (475).

636. *παυσώμεθα οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ ἀναπαυσώμεθα. ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον ταρπώμεθα.

ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα Ἀρίσταρχος παυσώμεθα, ἀναπαυσώμεθα δηλοῦν· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα. ἢ ἐπεὶ μετὰ ιβ΄ ἡμέρας ἀΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ.

648. *οὕτως Ἀρίσταρχος στόρεσαν Ἰακῶς.

657. ποσσῆμαρ ὑφʼ ἓν, περισπωμένης οὔσης πρὸ τέλους, ὡς καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς προτάσεσι. παραιτητέον οὖν τοὺς κατὰ δάλυσιν ἀναγινώσκοντας.

ἐν ἑτέροις ὁ Ἡρωδιανός φησι, πόσα μέρη ἐστὶ τὸ ποσσῆμαρ; ἓν γὰρ οὐ δύναται εἶναι, διότι οὐδέποτε πυσματικὸν μέρος λόγου προτάσσεται ἐν συνθέσει, ἐξῃρημένου τοῦ ποδαπός· ἐπέγκειται γὰρ τὸ ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύνανται εἶναι· εἰρήκει γὰρ ἂν πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ κάλλιόν ἐστι λέγειν ἂν εἶναι μέρος λόγου ὅμοιον τῷ ἐννῆμαρ.

663. * Ἀρίσταρχος μάλα γάρ, οὐ μάλα δέ.

664. ἐννῆμαρ μέν φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται.

[*](19. Ἰακῶς (i. e. ἄρα στόρεσαν, non λέχεʼ ἐγκονέουσαι referendum erit, ut alii libri ἄρ᾿ ἐστόρεσαν) Cobetus ut λέχεʼ non λέχεα, sed λέχεε signi- scripsit pro δυϊκῶς, quod si recte ficare dicatur. legitur, ad verba proxima δοιὼ)
295

665. δαινῦτο προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο τοῦ πληθυντικοῦ συναλοιφὴ, ὡς πυθοίατο. ὡς οὖν τοὺς νέκυας νέκυς ἔφη καὶ τό δαινύατο δαινῦτο, οὕτως ἔχει καὶ τὸ “λελῦτο δὲ γυῖα ἑκάστου” (Od. 18, 237). οὐδὲν δὲ θαυμαστὸν εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν· τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὁμοίως τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166). Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον.

τῇ δεκάτῃ ὅτι μετὰ τοσαύτας ἡμέρας ἔκαιον καὶ μετὰ τὴν ταφὴν περίδειπνον ἐποίουν.

671. ἐπὶ καρπῷ χεῖρα γέροντος ἐδεξιώσατο τὸν γέροντα. ἐζήτηται δὲ πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν ὅτι Ἀχιλλεὺς τὰ τῶν πολεμίων ἐπετέτραπτο πάντα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ συμβολῶν

676. τῷ δʼ ἂρ Βρισηίς τῷ δὲ Βρισηΐς. margo exter.

697. ἄγον * γρ. φέρον. margo a m. recentissima.

701. *ἑσταότ᾿ Ἀρίσταρχος ἑστεῶτ᾿.

*ἀστυβοώτην ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾶν.

717. *δόμονδε γρ. πόλινδε.

720. ἀοιδοὺς νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλεῖτος καὶ Ἐπιμήδης.

722. *οἱ μὲν ἄρʼ ἐθρήνεον ἐν ἄλλῳ οἱ μὲν δὴ θρήνεον.

723. *τῇσιν ἐν ἄλλῳ τοῖσιν.

725. * Ζηνόδοτος νέον ὤλεο.