Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

556, 567. πολλὰ τά τοι φέρομεν ἀθετοῦνται, ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτόφωρος ἡ ὑπόκρισις.

557. δασύνει Δίδυμος τὸ ἕασας ἐν πρώτῳ διορθωτικῶν, ὁμοίως καὶ Ἑρμαπίας, μεταλαμβάνοντες εἰς τὸ ἥδυνας. ὁ δὲ Σιδώνιος γράφει ἐπεί με πρῶτʼ ἐλέησας. Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται, ἢ μόνον ἀθετεῖ τοὺς στίχους. δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥς φησι Τρύφων, καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν, ἔχειν ἀφορμὴν, ὡς ἔτι φθεγγομένου καὶ αλοῦντος τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ τὴν διάλεξιν. “ἀλλὰ τάχιστα λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω, σὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο καὶ ἔλθοις [*](5. *τὸ δὲ ἐξῆς—διορίζει] om. 20. ἂν addidit Cobetus.) [*](9. Μάκαρ ὁ Κρινάκου] V. Clinton. 28. συμφωνεῖ] Herodianus. Fast. Hell. vol. 1 p. 15. 29. καὶ] ἔτι καὶ) [*](11. ἡ Φρυγία] τῆς Τροίας addit 32. φέρομεν] φέρομαι Lehrsius.)

292
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕασας. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον.” τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτόν τι ἔσται, εἴασας εἰς λόγους σοι ἥκειν.

ἕασας ἀντὶ τοῦ ἥδυνας, ηὔφρανας. ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν ἐπεί με πρῶτʼ ἐλέησας. κέχρηται δὲ καὶ ἐν Ὀδυσσεία· “ἥσατο δʼ αἰνῶς ἡδὺ ποτὸν πίνων” (Od. 9, 353).

558. οὗτος ὁ στίχος οὐχ εὑρέθη ἐν τῷ παλαιῷ.

565. *ἔξω τοῦ ν ὁ κε σύνδεσμος.

566. *οὐδὲ γὰρ ἄν ἐν ἄλλῳ οὔτε γὰρ ἄν.

*ὅτι οὕτως ἐσχημάτισε τοὺς φύλακας.

οὕτως φυλακούς τῷ τόνῳ ὡς ἀγαθούς προεφέρετο ὁ Ἀρίσταρχος. ἑνικῶς δὲ ὀχῆα· προείρηται γὰρ ὅτι εἷς ἦν, ὃν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί.

φυλακούς Ἀρίσταρχος κατʼ ὀξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς. ἔστι δὲ καὶ ὁ λόγος συναγωνιζόμενος τῇ ὀξείᾳ τάσει οὕτως, ὡς τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβὰς, παραληγόμενα τῷ ᾱ, ἐπιθετικὰ ὄντα ὀξύνεται, μαλακός παρδακός φαρμακός ἀνακός, ἔνθεν ἀνακοῖν, Διοσκόροιν.

568. * ἐν ἄλγεσι γρ. ἐνὶ φρεσί.

569. μή σε, γέρον ἐγκλιτικὴ νῦν ἐστὶν ἡ σε ἀντωνυμία, καὶ ἔστι τὸ ἑξῆς οὐδʼ αὐτόν σε. ὁμοίως οὖν ἀναγνωστέον τῷ “μή σε, γέρον, κοίλῃσιν” (Il. 1, 26). ἐκεῖ μέντοι ἐν διαστολῇ “μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ” (Od. 1, 386).

574. *ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα Ἀλκιμον εἰπών.

577. * ὅτι τὸν δαῖον ἐπιθετικῶς καλήτορα εἶπεν.

578. * ἐϋξέστου γρ. ἐϋσσώτρου.

579. ᾕρεον δασυντέον. ἔφαμεν γὰρ τὸ περισπώμενον αἱρῶ δασύνεσθαι.

584. χόλον οὐκ ἐρύσαιτο ἔν τισι κότον οὐ κατερύκοι. ἄμεινον δὲ χόλον.

[*](7. Versui 558 praescriptum Dixit de hoc versa Wachsmuthius est signum ??, quod pro διπλῆ ha- in Museo Rhenano vol. 18 p. 185. buit Villoisonus. Est signum 11. οὕτως Cobetus] ὅτι quod remittit lectorem ad scholion 16. κος] κ. Sic A, non κος κα- in margine exteriore a manu re- θαρὸν, ut apud Bekkerum. centissima adscriptum υ ὁ στίχος 17. παρδακός] παρδαλικός οὐχ εὑρε ἐν τῷ παλ (i. e. παλαιῷ). 18. Διοσκόροιν] διοσκούροιν)
293

588. ὅτι ἔδει χιτῶνα, εἶτα φᾶρος.

594, 595. πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀθετοῦνται, ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι τὸν νεκρόν. ὑπὸ γὰρ τοῦ Διὸς ἠναγκάσθη, ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ Πατρόκλου τιμωρίαν δώρων ἠλλάξατο.

599. *γρ. ὡς ἐκέλευσας.

602. Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου, γυνὴ δὲ Ἀμφίονος, γαμηθεῖσα δὲ τῷ Ἀμφίονι παῖδας ἔσχε δέκα δύο. ἐπαρθεῖσα, δὲ τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ ὠνείδιζε τῇ Λητοῖ ὅτι δύο μόνους ἐγέννησεν, Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ ὅτι εὐτεκνωτέρα αὐτῆς ἐστίν. ἀγανακτήσασα δὲ ἡ θεὸς ἔπεμψεν ἰοὺς τοῖς παισὶν αὐτῆς· καὶ Ἀπόλλων μὲν τοὺς ἄρρενας ἀναιρεῖ κυνηγετοῦντας ἐν τῷ Κιθαιρῶνι, Ἄρτεμις δὲ τὰς θηλείας ἐπʼ οἴκου οὔσας. θρηνοῦσαν οὖν τὴν Νιόβην τὸ τοιοῦτο δυστύχημα Ζεὺς ἐλεήσας εἰς λίθον μετέβαλεν, ὡς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρὰ πάντων πηγὰς δακρύων προϊεμένη. ἡ ἱστορία παρὰ Εὐφορίωνι.

604. *υἱέες γρ. καὶ υἱεῖς· διχῶς οὖν.

ἓξ μὲν θυγατέρες ὅτι οἱ νεώτεροι διαφωνοῦσι περὶ τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων· οἱ μὲν γὰρ δεκατέσσαρας, οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν.

605. τοὺς μὲν Ἀπόλλων πέφνεν ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

611. λίθους ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς καὶ ἀσυμπαθεῖς ἐποίησε πρὸς τὸ μὴ θάψαι.

613. πρὸς τὴν διαφωνίαν τῶν νεωτέρων. φασὶ γὰρ καὶ αὐτὴν ἀπολελιθῶσθαι, Ὅμηρος δὲ οὔ.