Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

450. δοῦρʼ ἐλάτης κλάδους ἐλάτης· ὄροφος δέ ἐστιν εἶδος καλάμης.

463. ὀφθαλμοὺς εἴσειμι ἀντὶ τοῦ ἥξω εἰς ὄψιν τοῦ Ἀχιλλέως.

473. καθείατο] Ἀρίσταρχος διὰ τοῦ η.

482. θάμβος οὐδένα γὰρ διαλέγεται ἕως οὗ καθαρθῇ.

512. δώματ᾿ ὅτι καταχρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν. Ζηνόδοτος δὲ στεναχή διὰ τοῦ ε γράφει. ἐκπίπτει δὲ τὰ διὰ τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ ο, λέγω λόγος, μένω μονή· οὕτως στενάξαι στοναχή.

514. καί οἱ ἀπὸ πραπίδων ἀθετεῖται· προείρηται γὰρ ἱκανῶς διὰ τοῦ “αὐτὰρ ἐπεί ῥα γόοιο,” καὶ ἀκύρως τέθειται τὸ γυίων· οὐ γὰρ οὕτως λέγει πάντα τὰ μέλη, ἀλλὰ μόνον τὰς χεῖρας καὶ τοὺς πόδας.

518. *οὕτως Ἀρίσταρχος, κάκ᾿ ἄνσχεο.

522. ὅτι τὸ ἀπλοῦν ἐστὶν ἕζευ· τούτῳ δὲ ἀνάλογον τὸ σύνθετον [*](2. Post hoc scholion, quo finitur ἀνὰ δʼ ἄνσχεο, ἀνάσχου δὲ, quod haud folium 318 b, exciderunt folia duo dubie scribendum οὕτως Ἀρίσταρ- a manu recentiore, scholiis omissis, χος ἀνὰ δὲ σχέο, ἀνάσχου δὲ, quod suppleta, quae versus continent Herodianum quoque legisse anno- 405—504.) [*](tatio eius docet, τὸ σχέο τὴν ὀξεῖαν) [*](4. Scholia versuum 418—482 ἴσχει ἐφʼ ἑαυτοῦ νῦν, ὅταν μέντοι ἀπο- sumsi ex codice Athoo, de quo λάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀνα- dictum est ad vol. 1 p. 215, 27. πέμπει τὸν τόνον, ἀνάσχεο, quo con-) [*](40. οὕτως Ἀρίσταρχος, κάκʼ ἅνσχεο] vellitur scholiastae Townleiani Quum id ipsum iu textu codicis annotatio, Ἀρίσταρχος καὶ Ἡρωδι- legatur, probabile est alios κάκʼ ανὸς ἀνὰ δʼ ἴσχεο, etsi hoc quoque ἴσχεο legisse, quod Duentzerus de in aliis codicibus legitur et apud Zenod. p. 60 coniecit. Eadem Hesychium, ἀνὰ δʼ ἴσχεο (sic Mu- dubitatio est de 23, 587, ubi in surus pro ἀνίσχεο): ἀνάσχου δέ. Ex initio versus legitur ἄνσχεο νῦν, sed his colligi potest Aristarchum in margine inter. annotatum est probasse ἀνὰ δὲ σχέο reiecisse ἀνὰ ἐν ἄλλῳ ἴσχεο. Porro 7, 110 in δʼ ἴσχεο ut σχέο, non ἴσχεο, est 21, textu legitur ἀνὰ δὲ σχέο, corrupte 379 Ἥφαιστε, σχέο τέκνον ἀγακλεές. vero in marg. inter. Ἀρίσταρχος)

290
κατʼ ἄρʼ ἕζευ, οὐχὶ ἵζευ. καὶ ὅτι τὸ ἔμπης ἀντὶ τοῦ ὅμως, ἔσθʼ ὅτε δὲ ἀντὶ τοῦ ὁμοίως· “ἔμπης μοι δοκέει δαίδων σέλας” (Od. 18 353).

524. *οὐ γάρ τίς τʼ ἄνυσις ἐν ἄλλῳ.

525. ἐπεκλώσαντο εἱμαρμένον ἐποίησαν, ἐπεμοίρησαν. ἀπὸ μιᾶς Μοίρας εἴρηται τῆς Κλωθοῦς· τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι, Κλωθώ Λάχεσις Ἀτροπος.

527. ὅτι ἐντεῦθεν Ἡσιόδῳ (O. 94) τὸ περὶ τοῦ πίθου μύθευμα, καὶ ὅτι δύο τοὺς πάντας λέγει πίθους. τινὲς δὲ τῶν νεωτέρων ἕνα μὲν τῶν ἀγαθῶν, δύο δὲ τῶν κακῶν ἐδέξαντο.

εἰς παραμυθίαν τοῦ Πριάμου ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀχιλλέα λέγοντα ταῦτα, ἐπειδὴ μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμηρος τοὺς θεοὺς, λέγων (Od. 8, 325) “θεοὶ δωτῆρες ἑάων.” ἴδιον γὰρ θεῶν δῶρον τὸ ἀγαθόν. ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν, πῶς ἐνταῦθα μὲν ὁ ποιητής φησιν ἐκ θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις, ἐν δὲ τῇ A τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσθαι τὰ κακὰ τοὺς ἀνθρώπους· “οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾿ ἔχουσιν” (34). ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακὰ, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεὺς, ὡς σαφῶς ἐπιστάμενος, λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προσώπῳ.

528. ὅτι τὸ ἑάων ἀντὶ τοῦ ἀγαθῶν· καὶ τὸ “υἱὸς ἑῆος” (Il. 1, 393) ἀγαθοῦ. διὰ δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει ἑοῖο. καὶ ὅτι τὸ ἕτερος ἐπὶ δύο. ἕως δὲ τοῦ δίδωσι βούλονται στίζειν, ἵνα μὴ δύο πίθοι ὦσι κακῶν καὶ εἷς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο· φησὶ γοῦν “ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι.” ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι, κακῶν ἕτερος δὲ ἑάων, ἀλλʼ ὁ μὲν ἕτερος κακῶν, ὁ δὲ ἕτερος ἀγαθῶν.

532. βούβρωστις κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός· νῦν δὲ ἀντὶ τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἶκτον ἐξεδέξαντο.

536. ὄλβῳ δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊκοῖς ὁ ἀπαίδευτος. οἱ δὲ τὴν τῶν ἀγρῶν κτῆσιν, παρὰ τὰς ὀλάς.

[*](15. *ἐκ θεῶν—αὐτούς φησιν] om. aberrante. librario a priore φησίν ad alterum 32. * παρὰ Στωϊκοῖς] om.)
291

540. παναώριον οἱ μὲν ἐδάσυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα ἄωρον, οἱ δὲ ἐψίλωσαν, ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντισμένον. ἄμεινον δὲ τὸ πρότερον· τοῦτο γὰρ θέλει σημαίνειν.

544. ὅσσον Λέσβος ἄνω ὅτι τὸ ἄνω ἀντὶ τοῦ ἀνά· καὶ πρὸς τὸ ἐέργει, ἵνʼ ᾖ ἀνείργει καὶ περιορίζει. τὸ δὲ ἑξῆς, ὅσον Λέσβος ἀνείργει καὶ διορίζει. περιώρισε δὲ τὴν Πριάμου ἀρχὴν ἐκ μὲν μεσημβρίας Λέσβῳ, ἐκ δὲ ἀνατολῶν Φρυγίᾳ, ἐκ δὲ ἄρκτων Ἑλλησπόντῳ.

ἕδος ἀντὶ τοῦ οἰκητήριον· ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου, καὶ ἐβασίλευσεν αὐτῆς.

545. καὶ Φρυγίη καθύπερθε ὅτι ἑτέρα καθʼ Ὅμηρον ἡ Φρυγία. οἱ δὲ νεώτεροι συγχέουσιν.

546. * Ἀρίσταρχος σὺν τῷ ν, τῶν σέ.

550. *ὅτι Ζηνόδοτος γράφει ἑοῖο, καὶ ὅτι λείπει ἡ περί.

551. οὐδέ μιν ἀνστήσεις ὅτι οὐ λέγει, οὐκ ἀναστήσεις αὐτὸν, ἂν μὴ πρότερον κακὸν πάθῃς, ἀλλὰ πρότερον κακὸν πείσῃ ἢ ἀναστήσεις αὐτόν. τοιοῦτο δέ ἐστι καὶ τὸ “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1, 29).

πρὶν κακὸν ἄλλο πάθῃσθα πρὶν ἢ ἄλλο γένηταί σοι κακὸν, οἷον πολλὰ μὲν κακὰ πάθοις ἂν, ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς· τοῦτο γὰρ ἀδύνατον.