Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

341. οὕτως διὰ τοῦ ο, φέρον gl. interl.

343. τὴν ῥάβδον συσταλτέον κατὰ τὴν πρώτην συλλαβὴν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλʼ ὅτι καὶ τὸ ᾱ πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός Ἄβδηρος Ἀβαρβαρέα ἐπιγράβδην. οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο.

344. *ἐθέλει οὕτως Ἀρίσταρχος διὰ τοῦ ε· αἱ δὲ κοιναὶ διὰ τοῦ η, ἐθέλῃ.

346. *αἶψα δʼ ἄρα Τροίην ἐν ἄλλῳ αἶψα δʼ ἄρ᾿ ἐς Τροίην.

[*](19. ταυτόν] καὶ σὐ ταυτόν Lehrsius. 23. A ῥαψωδίᾳ] A om.)[*](22. Duo asterisci praefixi. 28. Ἀβαρβαρέα] ἀβαρβαρία)
288

347. *αἰσυητῆρι Ἀρίσταρχος αἰσυμνητῆρι, τουτέστι βασιλικῷ.

οὕτως αἰσυμνητῆρι βασιλεῖ τὴν μορφὴν ἐοικώς. καὶ ἀλλαχοῦ “παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν” (Od. 13, 222).

348. πρῶτον ὑπηνήτῃ μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς, ἁβρότερον μὲν ἢ κατʼ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, ὡς τὸ “καὶ μολύνων τὴν ὑπήνην” (Arist. Eq. 1286). οἱ δὲ κοινῶς εἶπον τὸ γένειον· πρῶτον ὑπηνήτῃ ἀρχομένῳ γενειάζειν.

367. ὀνείατʼ ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα, ὡς οἱ γλωσσογράφοι, ἀλλὰ πάντα τὰ ὄνησίν τινα περιποιοῦντα, ὡς νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν, οὐ φέροντα· οὐ γὰρ αὐτὸς ἐβάσταζεν.

370. * οὐδέν γρ. εἰ δέ κεν. ἡ διπλῆ δὲ ὅτι τὸ δεν παρέλκεται.

*κακά γρ. κακόν.

373. *οὕτως διὰ τοῦ π, οὕτω πη. ἐν δέ τισι διὰ τοῦ δ, οὕτω δή.

374. *ἀλλʼ εἴ τις γρ. ἀλλʼ ἔτι τις.

376. αἴσιον, οἷος δὴ σὺ δέμας οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες.

377. μακάρων δʼ ἔξεσσι ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί. ἐκ γὰρ τῆς ὄψεως στοχάζεται.

381. ἠέ πη ἐκπέμπεις βέλτιον ἀφʼ ἑτέρας ἀρχῆς τὴν πεῦσιν γίνεσθαι· ἆρα ἐκπέμπεις;

383. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

388. ὥς μοι καλά εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο, ἀπʼ ἄλλης ἀρχῆς· εἰ δὲ μὴ, τοῖς ἄνω συναπτέον.

ἔνισπες ὡς ἔδραμες· ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἄρχουσαν συστείλαντος. τό μέντοι προστακτικὸν πρὸ τέλους ἔχει τὴν ὀξεῖαν (“σὺ δʼ ἀληθῶς ἐνίσπες” Od. 3, 247), ὁμοίως τῷ ἐπίσχες. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ῑ ἐστὶ τῆς προθέσεως, ὅπου δὲ τοῦ ῥήματος. τὸ μέντοι ἄνευ τοῦ προστακτικὸν προπαροξύνεται, λέγω δὲ τὸ “νημερτές μοι ἔνισπε” (Od. 4, 642).

394. *θαυμάζομεν ὅτι ἀντὶ τοῦ ἐθεώμεθα.

395. *κεχολωμένος ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι.

[*](7. ὁ Σωκρατικὸς ἔρως] Apud Platonem in initio Protagorae.)[*](14. εἰ δέ κεν] Voluit ἠδέ κεν)
289

299. *ἓξ δέ οἱ γρ. ἓξ δὲ τῷ.

400. * τῶν μέτα παλλόμενος οὕτως τῶν μέτα. τῶν μέτα ἀναστρέφουσι τὴν πρόθεσιν· ἔστι γὰρ μετὰ τῶν. 418. θηοῖο θηοῖο διὰ τοῦ η, ἀντὶ τοῦ θαυμάσειας. οὕτως αἱ Ἀριστάρχου.

439. ὀνοσσάμενος μαχέσαιτο οὐδεὶς ἄν σοι μαχεσθείη καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος.