Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

293. ὅτι Ζηνόδοτος γράφει καὶ οὗ. ἔστι δὲ ἀντὶ τοῦ ἑαυτοῦ, καὶ ἀδιάφορος ὁ λόγος.

*μάλιστα γρ. μέγιστον.

295. * Δαναῶν ταχυπώλων γρ. χαίρων ἐνὶ θυμῷ.

304. ἀθετεῖται, ὅτι παρὰ τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ, ὡς ἡμεῖς· τοῦτο δὲ αὐτὸς εἴωθε καλεῖν λέβητα, τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον ὕδωρ χέρνιβα. ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένον.

305. * ὅτι λείπει ἡ παρά.

[*](5. ὡς τὸ] ὥστε . . . διείρονται καὶ οἱ αἰκιζ . . .)[*](7. τινὰς—τοὺς ἵππους] Sic ex 23. Scholion in ine defectum: aliis codicibus redintegrata quae v. Lehrs. Herod. p. 334. mutila leguntur in A τινὰς δι᾿ ὦν 33. ὅτι addidit Cobetus.)
286

306. * στὰς μέσῳ ἕρκεϊ ὅτι ἐλλείπει ἡ πρόθεσις, ἀντὶ τοῦ ἐν μέσῳ ἕρκει στὰς εὔχετο.

310. *ταχύν ἐν ἄλλῳ ἑὸν ἄγγελον.

311. *μάλιστα γρ. μέγιστον.

315. τελειότατον πετεηνῶν ὅτι οὐ τὸν τῷ σώματι τέλειον, ἀλλὰ τὸν ἐπιτελεστικώτατον.

316. μόρφνον ὡς ὕπνον· καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις. εἴτε μορόφονός ἐστιν, εἴτε παρὰ τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος τοῦ μ κατʼ ἀρχὴν, ἵνα σημαίνηται ὁ μέλας, εἴτε παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχὺς, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα δὲ πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων, οἷον χόρτος φόρτος ὅρκος, ὄρθος τὸ μονογενὲς, πόρνος· οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πορνή. οὕτως δὲ θέλει καὶ τὸ πτόρθος· οὕτως μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός φορμός. τὸ μέντοι περκνός ὀξύνεται ὁμοίως τῷ πυκνός. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, μεταλαμβάνων εἰς τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ συλλαβῇ, ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος, καὶ βαρύνει· ἀλλʼ οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν.

318. ὅτι δύναται καὶ κατὰ σύνθεσιν εὐκλήϊς, εὐεπίκλειστος, χωρὶς δὲ τὸ ἀραρυῖα· δύναται δὲ καὶ κατὰ συναλοιφὴν, εὖ ταῖς κλεισὶν ἀραρυῖα.

Ἀρίσταρχος ἐϋκλήϊς ὡς ἐϋκνήμις, σύνθετον ποιῶν τὴν λέξιν· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ δὲ διεῖλον, ἐῢ κληῗσ᾿ ἀραρυῖα, οἷς συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ῑ τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς (“κερκίδʼ ὕφαινε” Od. 5, 62· “χέρσʼ ἐρέται” Od. 13, 115· “καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν” Il. 1, 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ῑς ἐκτεταμένον θηλυκῶν· εἰ δʼ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν

287
σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ εὐκλήϊς, καὶ παροξύνειν δεῖ αὐτό· μακρὸν γὰρ τὸ ῑ καὶ ἐν τῇ συνθέσει, ὡς ἐν τῷ κ΄ τῆς καθόλου φησὶν ὁ αὐτός· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. καὶ ἐν τῷ τρίτῳ δὲ τῶν ὀνοματικῶν περὶ τῆς ἐκτάσεως αὐτῶν ταῦτά φησιν· “ ἄλλως τε εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ῑ, ἔχουσιν ἐν τῷ ἐϋκνήμις, μελαμψήφις· καὶ εἰ τοῦτο,” φησὶ, “δῆλον ὅτι παροξύνεται.”

319. καταχρηστικῶς πτερὰ αἱ πτέρυγες. κυρίως δέ εἰσι πτερὰ τὰ πτίλα.

320. * ὑπὲρ ἄστεος γρ. δι᾿ ἄστεος.

322. *ὁ γεραιὸς ἑοῦ γρ. ὁ γέρων ξεστοῦ ἐπεβήσετο.

329. *πόλεος γρ. πόλιος.

αἱ ὑποστιγμαὶ κατέβαν, ἀφίκοντο· ἡ δὲ ἀνταπόδοσις πρὸς τὸ οἱ μὲν ἄρʼ ἄψορροι (330).

331. πρὸς τὴν συναλοιφὴν, ὅτι ἐν δύο στίχοις· τὸ γὰρ πλῆρές ἐστι Ζῆνα ἐς πεδίον φανέντε.

331, 332. νʼ ἐς πεδίον προφανέντε οὕτως τὴν συναλοιφὴν διεῖλεν Ἀρίσταρχος, Ζῆ ν᾿, ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς.

332. προφανέντε ἐν τῇ Χίᾳ καταβάντε.

337. *ὅτι ἴδῃ καὶ νοήσῃ παραλλήλως ταυτόν ἐστιν.

338. ὅτι οὕτως εἴρηκε Πηλείωνάδε, εἰς Πηλείωνα, ἀντὶ τοῦ πρὸς Πηλείωνα.

341, 342. ἀμβρόσια, χρύσεια ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψὼ διαπεραιουμένου Ἑρμοῦ (Od. 5, 44), ἐν δὲ τῇ A ῥαψῳδίᾳ τῆς Ὀδυσσείας (97) οὐκέτι.