Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

866. *τῇ δέδετʼ ὄρνις ἑκατέρωσε δύνανται προσδίδοσθαι.

870. ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης τοῦ Τεύκρου τὸ τόξον.

870, 871. ἐν τῇ Μασσαλιωτικῇ “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐπεθήκατʼ ὀιστὸν τόξῳ· ἐν γὰρ πᾶσιν ἔχε πάλαι, ὡς ἴθυνεν.” ἐν δὲ τῇ κατὰ Ἀντίμαχον οὕτως· “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείλετο τόξον χερσί.” ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγόμενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν δίσκον. τὸ δὲ “ἀτὰρ ὀϊστὸν ἔχεν πάλαι” ἐπὶ τοῦ Τεύκρου ἀκουστέον.

872. *ἠπείλησεν ὅτι πάλιν ἀντὶ τοῦ ηὔξατο.

879. οὕτως Ἀρίσταρχος διὰ τῶν β΄ σσ· ἡ δε Μασσαλιωτικὴ λιάσθη.

880. *ὠκύς ὅτι ἀντὶ τοῦ ὠκέως, ὅ ἐστιν εὐθέως.

882. *ὅτι παρέλκει τὸ πάντας.

885. ἀνθεμόεντα ἀναθεματιαῖον. ἢ ποικίλον. ἢ τετορευμένον.

886. ὅτι ἥμονες οἱ ἀκοντισταὶ, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν ῥήμονες, οἰόμενοι τοὺς ῥήτορας· οὐκ ἔστι δὲ λογιστικὸς ὁ ἀγών. τὸ. δὲ ἥμονες δασυντέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· “ἥσω γὰρ καὶ ἐγώ” (Il. 17, 515). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· “καὶ ἥμασιν ἔπλευ ἄριστος” (891).

891. ἥμασιν ὅτι ὁμοίως ἀκοντίσμασι· καὶ δασυντέον πάλιν. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς [*](22. διὰ τῶν β΄ σσ] Id est λίασσεν. 26. Scholion in marg. ext. a m.) [*](23. λιάσθη] λιάσθην. In marg. recenti scriptum. inter. ἀρίσταρχος λίασεν. 28. λογιστικὸς Bekkerus] λογικός )

274
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.