Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

703. σφίσι καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον, ὁμοίως τῇ προκειμένῃ.

707. ὄρνυσθ᾿ οἳ καὶ τούτου ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις δύο καλεῖ.

711. συναπτέον πάντα ἕως τοῦ βίας ἀνέμων ἀλεείνων (713). βραχὺ παντελῶς διασταλτέον ἐπὶ τὸ στιβαρῇσιν καὶ ἀμείβοντες. εἰ δέ τις ἀναγινώσκοι ἀφʼ ἑτέρας ἀρχῆς ὡς ὅτʼ ἀμείβοντες, ἁμαρτάνει· ἡ γὰρ ἀνταπόδοσις οὐκ ἐπιφέρεται, ἀλλὰ προαποδέδοται. ἀμείβοντες δὲ δοκοὶ μεγάλαι, ἀλλήλαις προσπίπτουσαι ὥστε βαστάζειν τὴν ὀροφὴν, οἵτινες καὶ συστάται καλοῦνται.

718. τρίποδος πέρι ποιητοῖο ἔφαμεν περὶ τῶν τοιούτων, πότερον δεῖ ἀναστρέφειν τὰς προθέσεις μεταξὺ κειμένας δύο ὀνομάτων, ἢ οὒ, ὡς ἐπὶ τοῦ “μάχῃ ἔνι κυδιανείρῃ” (Il. 6, 124) καὶ ὡς οἱ πλείους θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς. διὸ καὶ ὁ Ἀσκαλωνίτης ἐνθάδε οὐκ ἀναστρέφει. δύναται μέντοι ἐνθάδε ἡ περί ἰσοδυναμεῖν τῷ περισσῶς, τουτέστιν ἐξαιρέτως πεποιημένου· διὸ οὐκ ἀναστρεπτέον.

721. ὅτι ἀντὶ τοῦ εἰς ἀνίαν ἦγον καὶ ἐχρόνιζον. τοῦτο δὲ μὴ νοήσαντες μετέγραψαν ἐϋκνήμιδες Ἀχαιοί.

725. δόλου ὅτι τὸ δόλιον τοῦ ἥρωος καὶ διὰ τούτων δείκνυται, καὶ ὅτι οὐδέπω τέχνην ᾔδεσαν ἐν τῷ παλαίειν.

σημειοῦνται δέ τινες καὶ τὸν “κοψ᾿ ὄπιθεν κώληπα,” ὅτι τὸ κῶλον οὕτως εἶπεν.

726. ἔκρουσεν αὐτοῦ, φησὶν, ἐπιτυχὼν ὄπιθεν τὴν ἰγνύην, ἥτις καὶ ἀγκύλη καλεῖται, ὡς τῶν μέσων αἰρόμενος περιπλέκεται.

727. *καδδʼ ἔπεσ᾿ γρ. καδδʼ ἔβαλ᾿.

731. ἐν Λεπτίνης δασύνει ὡς ἐπʼ ἀριθμοῦ, τὸ ἓν γόνυ ἔκαμψεν, ὡς ἐπὶ τοῦ “ἓν δέπας ἐμπλήσας” (Od. 9, 209). οἱ δὲ ἄλλοι πάντες πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· “χωλὸς δʼ ἕτερον πόδα” (Il. 2, 217)· “τὸν δʼ ἕτερον σκοπελόν” (Od. 12, 101).

[*](1. σφίσιν] σφιν *τῶν μέσων ἐρρωμένων. τὴν μέσην)[*](9. στιβαρῇσιν καὶ addidit Friedl. αἰρόμενος Bekkerus.)[*](27. ὡς τῶν μέσων αἰρόμενος])
270

750. *καὶ πίονα ἐν ἄλλῳ καταπίονα.

751. λοισθήιʼ λοισθῆϊ ἔθηκε margo ext. a m. rec.

753. ὅτι Ζηνόδοτος γράφει πειρήσεσθον, τριῶν ὄντων τῶν κεκλημένων πρὸς τὸν δρόμον.

757. ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας. ἐκεῖ μὲν οὖν μεταστοιχὶ λέγει, ἐπὶ στίχον ἵστανται κεκληρωμένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ μέτωπον πάντων ἐξ ἴσου ὄντων.

759. *ἔκφερʼ παρὰ Ζηνοδότῳ ἔκθορʼ Ὀϊλιάδης.

760. ὡς δʼ ὅτε τις ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπʼ ἄλλης ἀρχῆς τοῖς ἑξῆς. ἥ τε διαφορὰ παρὰ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο, τοῖς ἄνω συναφθήσεται ἡ παραβολὴ, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς.

765. *ἐκ κεφαλῆς γρ. κὰδ δʼ ἄρα οἱ κεφαλῆς. ἀϋτμένα ὡς ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἀπλᾶ ὀξύνεσθαι θέλει.

767. *ἱεμένῳ ἐν ἄλλῳ ἱέμενοι.

772. γυῖα δʼ ἔθηκεν ἐλαφρά ὅτι ἐπὶ Διομήδους ὀρθῶς ἐτέτακτο (Il. 5, 122)· ἐνταῦθα δὲ ὀλίγῳ λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα κατέβαλεν;

*ψεύδεται συνήθως Ὅμηρος· οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσσεύς.

774. Αἴας μὲν ὄλισθε ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς τοῦ δέοντος δρόμου πίπτει. στόμα οὖν κεχηνὼς ἔτρεχε. ὁ δὲ τὸν πρεσβύτην λαβραγόρην εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.

783. μήτηρ ὣς βραχὺ διασταλτέον μετὰ τὁ ὥς, πρὸς τὸ μὴ ἀπεμφαίνειν συναπτόμενον.