Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

310. *οὕτως θείειν.

311. πρὸς τὸ ἀφάρτεροι, ὅτι ἅπαξ ἐνταῦθα· καὶ ἐσχημάτισται παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως.

316. τάχα βραχὺ διαστέλλοντες ἐπὶ τὸ κυβερνήτης σαφέστερον ἂν ποιοῖμεν τὸν λόγον.

317. ἐρεχθομένην ἐρεθομένην, ὅ ἐστιν ἐρεθιζομένην, ὡς τὸ “θυμὸν [*](34. ὡς τὸ Bekkerus] ὥστε)

259
ἐρέχθων” (Od. 5, 83) ἀντὶ τοῦ ἐρεθίσας. ἢ ἐεργομένην ἀντὶ τοῦ συνεχομένην.

319. δασυντέον τὸ ὅς· ἔστι γὰρ ἄρθρον. οὕτω καὶ ὁ Ἀσκαλωνίτης. Ἀντίγονος μέντοι ἄλλος ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον.

322. ὃς δέ κε κέρδεα εἰδῃ ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ εἰδῇ ἣ μετὰ τὸ ἵππους τίθεσθαι ὀφείλει.

327. δασυντέον καὶ προπερισπαστέον τὸ αὗον· προείπομεν δὲ καὶ περὶ τούτου.

* ὑπὲρ αἴης ἔν τισιν ὄργυιʼ ἐνὶ γαίῃ.

330. καλῶς ἡ συνήθεια στίζει μετὰ τὸ ὁδοῦ· φησὶ γὰρ τὸν καμπτῆρα εἶναι ἐν τῷ μέσῳ καὶ στενοτάτῳ τῆς ὁδοῦ (τοῦτο γὰρ συνοχὰς εἴρηκεν), λεῖον δὲ εἶναι τὸ πλησίον τοῦ καμπτῆρος χωρίον, ὃ καὶ ἱππόδρομον εἶπε. κάν τοῖς ἑξῆς (358) “σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ,” τοῦ ἀμφίς σημαίνοντος τὸ πέριξ.

336. *ἦκʼ τὸ πλῆρές ἐστιν ἦκα. καλῶς ἡ συνήθεια στίζει ἐπὶ τὸ τοῖιν· τῶν γὰρ ἵππων δεῖν φησὶν αὐτὸν ἐπʼ ἀριστερὸν κλιθῆναι.

337. *ὅτι εἶξαι ἀντὶ τοῦ χαλάσαι.

338. ἐν τῷ καμπτῆρί σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπελασάτω ἀκριβῶς, ὥστε τὴν ἔξωθεν τοῦ τροχοῦ περιφέρειαν δόξαι ψαύειν τῆς χοινικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός.

340. *ἐπαυρεῖν ὡς λαβεῖν.

345. *ὅτι ἀντὶ τοῦ ὃς ἂν ἕλοι σε.

346. Ἀρίονα Ποσειδῶν ἐρασθεὶς Ἐρινύος, καὶ μεταβαλὼν τὴν αὑτοῦ φύσιν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσᾳ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν Ἀρείων ἐκλήθη. Κοπρεὺς δὲ Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος· οὗτος δὲ αὐτὸν Ἡροκλεῖ ἐχαρίσατο γενομένῳ πρός αὐτόν. τούτῳ δὲ διαγωνισάμενος Ἡροκλῆς πρὸς Κύκνον τὸν Ἄρεως υἱὸν καθʼ ἱπποδρομίαν ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλλωνος ἱερῷ, ὅ ἐστι πρὸς Τροιζῆνι. εἶδʼ ὕστερον [*](4. ἄλλος Lehrsius] ἄλλως 23. ἕλοι Cobetus] ἔλῃ) [*](8. τὸ αὖον addidit Vill. 25. Τιλφούσᾳ] V. Thes. vol. 7) [*](12. στενοτάτῳ] Sic A, non στε- p.2185. νωτάτῳ. 27. Ἀρείων] ἀρίων) [*](15. πέριξ Friedl.] πέρας 31. *Τροιζῆνι] τρυφῆνι. Τραχῖνι) [*](17. τῶν γὰρ ἴππων Bekkerus] Heinrich. ad Hesiodi Sc. v. 120. τὸν γὰρ ἵππον)

260
οὖτος ὁ Ἡρακλῆς Ἀδράστῳ τὸν πῶλον παρέσχεν· ὑφʼ οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.

358. στὰν δὲ μεταστοιχί ὅτι ἀντὶ τοῦ ἐπὶ στίχων· οὐ γὰρ ἀπὸ ταυτοῦ τέρματος ὥσπερ ἐπὶ τῶν δρομέων ἡ ἄφεσις γίνεται· διὸ καὶ κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων μετάκειται ὁ στίχος ἐντεῦθεν (757).

361. μεμνέῳτο προπαροξυτονητέον τὸ μεμνέῳτο. γράφεται δὲ καὶ σὺν τῷ ῑ τὸ ωῑ. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ (6, 3) “ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο.” τὸ δὲ ἀνάλογον διὰ τοῦ η, προσκειμένου τοῦ ῑ, παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (992)· “ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.” καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχτματισμοῦ διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικὴν, λέγω δὲ τῆς δρόμου, ἢ αἰτιατικῆς πληθυντικῆς τῆς δρόμους.

*δρόμους πληθυντικῶς Ἀρίσταρχος.

362. *ἄρα γρ. οἱ δʼ ἅμα.

364. *ὅτι λείπει ἡ διά, διὰ πεδίου.

372. *ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

374. *ἐφ᾿ ἁλός αἱ πλείους ἀφʼ ἁλός· καὶ μήποτε λόγον ἔχει.