Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

55. Ἀχιλῆϊ δαμασθείς πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ὑπὸ Ἀχιλλέως, ὡς “Τρωσὶ δαμείς” (Ιl. 18, 461).

57. ἤτοι στικτέον μετὰ τὸ Τρῶας καὶ Τρῴας, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, μηδὲ μέγα κῦδος ὀρέξῃς. εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν, κοινοῦ νοουμένου τοῦ ὄφρα, ἵνα σαώσῃς καὶ μὴ ὀρέξῃς καὶ μὴ ἀμερθῇς αἰῶνος.

59. οὕτως ὀρθοτονητέον (supra versum).

*σημειωτέον ὅτι τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχει ὁ στίχος.

62. * υἷάς τʼ ὀλλυμένους προαναφωνεῖ τὴν Ἰλίου ἅλωσιν.

66. πρώτῃσι θύρῃσι ὅτι ἀντὶ τοῦ ἄκραις. πρώτῃσι δὲ πύλῃσι πρὸς τὸ “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ” (Ιl. 6, 40).

67. ἐρύουσιν ὅτι χρόνος ἤλλακται ἀντὶ τοῦ ἐρύσουσιν· καὶ ἐν Ὀδυσσείᾳ (21, 97) “νευρὴν ἐντανύειν” ἀντὶ τοῦ ἐντανύσειν.

ὠμησταί Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ ἐντελῶς περὶ τῆς προσῳδίας, ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου.

68. ῥεθέων μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν τι· Αἰολεῖς δὲ τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασί. Διονύσιος δέ φησι καὶ νῦν τὸ πρόσωπον δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος (Il. 14 518) “ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτο.”

τύψας ἠὲ βαλών πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι· καὶ ὅτι ῥέθη πάντα τὰ μέλη. οἱ δὲ Αἰολεῖς τὸ πρόσωπον.

*ἕληται ἐν ἄλλῳ ἕλοιτο.

69. * πυλαωρούς Ἀρίσταρχος θυραωρούς, θυροφύλακας.

[*](12. *συνάπτοιμεν] συνάψοιμεν 32. ἄλλῳ] ἄλλʼ A, quod pro)[*](13. καὶ μὴ ἀ. Friedl.] ἤτοι καὶ μὴ ἀ. ἄλλοις accepit Bekkerus, male:)[*](14. οὕτως] I. e. δʼ ἐμὲ, ut in v. Hoffmann. p. 162. textu, non δέ με.)
235

70. ἀλύσσοντες ὑπὸ πλησμονῆς ἀλύοντες, οἷον ἐν ἄλῃ ὄντες, δυσφοροῦντες. οἱ δὲ εἶπον ἐπὶ τὸ ἄγαν λυσσῶντες.

73. *οὕτως Ἀρίσταρχος φανήῃ διὰ τῶν β’ η.

75. *αἰδῶ τὰ αἰδοῖα.

80. κόλπον ἀνιεμένη ὅτι ἀντὶ τοῦ χαλῶσα, ἀναστέλλουσα· καὶ ἐν Ὀδυσσείᾳ (2, 300) “αἶγας ἀνιεμένους” ἀναδέροντας. ἔστιν οὖν ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα.

83. ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς τῶν μνῆσαι φίλε τέκνον· ἢ στικτέον αὐτήν, εἶτʼ ἀπʼ ἄλλης ἀρχῆς εἴποτέ τοι λαθικηδέα. ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ ἐπέσχον.

*οὕτως διὰ τοῦ τ, εἴ ποτέ τοι.

*λαθικηδέα τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν ἁπάντων.

84. ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον. καὶ ἄμυνε ἀντὶ τοῦ ἀμύνου.

85. *ἐών οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἰών.

ὅτι σαφῶς πρόμος ὁ πρόμαχος, οὐχ ὁ βασιλεύς.

87. *τέκος γρ. φίλον θάλος.

88. ὅτι ἕδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον.

91. οὐδʼ Ἕκτορι ὅτι ὑπερβεβίβασται ὁ δέ. Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον, πρὸς τὸ “οὐδʼ ἵκετο γήραος οὐδόν” (Od. 15, 246).

93. ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρῆσαι· εἰς αὐτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον· “οὐδὸς δʼ ἀμφοτέρονς ὅδε χείσεται” (Od. 18, 17). ἔνιαι δὲ τῶν κατὰ πόλεις διὰ τοῦ ν, ὀρέστερον, καὶ ἀντὶ τοῦ μένῃσι δοκεύῃ.

108. *κέρδιον αἱ κατὰ ἄνδρα πολὺ κάλλιον.