Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

291. *χώσατο ὅτι ἀντὶ τοῦ συνεχύθη.

294. *ὅτι ἅπαξ εἴρηκε λευκάσπιδα.

300, 301. βραχὺ διασταλτέον κακός, στικτέον δὲ τὸ ἄνευθεν. τὸ γὰρ οὐδʼ ἀλέη καθʼ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἔστι.

304. ἀσπουδί ὅτι ἀσπουδί χωρὶς μόγου καὶ κακοπαθείας.

308. οἴμησεν ὅτι κἀκεῖ (Il. 21, 252) γραπτέον “αἰετοῦ οἴματʼ ἔχων,” οὐχ ὡς Φιλητᾶς ὄμματα.

315. *καλαί αἱ πλείους δειναὶ δέ.

318. ὅτι νῦν τὸν ἕσπερον κάλλιστον, ἐν ἄλλοις δὲ (Od. 13, 93) τὸν ἑωσφόρον φαάντατον· καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβάνειν. ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου.

319. ὅτι ἐπὶ τῶν αἰχμὰς ἐχόντων εὐήκεος λέγει καὶ τανυήκεος· τὴν γὰρ αἰχμὴν ἀκὴν λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης, ἐκεῖ δὲ παρῆκται τὸ “τανυήκεας ὄζους” (Il. 16, 768).

322. ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολείπῃ τι τοῦ ὅλον μικρὸν τέλος· “οἱ δή τοι τόσσον μὲν ἔχον τέλος” (Il. 18 378). καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλο σῶμα καθώπλιστο, γυμνὸν δὲ μόνον διεφαίνετο τὸ ἀπὸ τῶν ὤμων ἐπὶ τὸν αὐχένα.

324. φαίνετο δʼ ᾗ κληϊδες ἔν τισι τῶν ὑπομνημάτων φαῖνεν δʼ ᾗ κληἴδες, ἵν᾿ ᾖ ἐπὶ τῶν τευχέων, τὰ τεύχη οὐκ ἐκάλυπτε τὴν λαυκανίην, ἀλλʼ ἐποίει φαίνεσθαι.

329. ἀθετεῖται, ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσε μὴ ἀποτεμεῖν τὸν ἀσφάραγον, ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα. ἀπολογούμενοι δέ φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ ὅμοιον ἀθετεῖται κἀκεῖνο (Od. 17, 359) “εὖθʼ ὁ δεδειπνήκει, ὁ δὲ παύσατο θεῖος ἀοιδός.”

336. *ἑλκήσουσ’ ἀϊκῶς οἱ περὶ Ἀντίμαχον ἐπὶ τὸ γνωριμώτερον ἑλκήσουσι κακῶς.

342. ὅτι καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες διὰ πυρὸς ἐθάπτοντο.

343. λελάχωσι ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν.

[*](14. ἀκήν Bekkerus] ἀκμήν 21. δʼ ᾗ Cobetus] δὲ)[*](18. μ. τέλος] μ. μέρος Friedl. 33. Conf. schol. ad 23, 76.)[*](20. τὸ addidit Friedl.)
242

344. *τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη ἐν ἄλλῳ τὸν δʼ ἀπαμειβόμενος.

347. κρέᾶ ἔδμεναι κατὰ συστολὴν τὸ α ἀνεγνώσθη, ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ.

348. βέλτιον πρὸ τούτου στίζειν, καὶ τὸ ὡς εἰς τὸ οὕτω μεταλαμβάνειν.

349. οὐδʼ εἴ κεν ἤτοι ἀπὸ τούτου ἀρκτέον, ἵνα ὑποστίζωμεν ἄγοντες, καὶ ἄλλα, τῆς ἀνταποδόσεως οὔσης οὐδʼ ὣς σέ γε πότνια μήτηρ· ἢ τοῖς ἄνω προσαπτέον “ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας, οὐδʼ εἴ κεν δεκάκις τε” καὶ τὰ ἑξῆς· ἔσται δὲ ἀπʼ ἄλλης ἀρχῆς “οὐδʼ ὣς σέ γε πότνια μήτηρ.”

σημειοῦνταί τινες πρὸς τὴν εἰκοσινήριτα λέξιν, ὅτι πρὸς εἴκοσι ἐξισούμενα, εἰκοσαπλᾶ.

τὸ εἰκοσινήριτʼ ὑφ’ ἓν ἀναγνωστέον, ὡς τὸ εἰκοσάβοια· ἔσται δὲ πρὸς εἴκοσιν ἐρίζοντα, ὅ ἐστιν ἐξισούμενα. παραφυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη.

351. οὐδʼ εἴ κεν ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπʼ ἀληθείας ἀντίσταθμον χρυσὸν πεποίηκε πρὸς τὸ Εκτορος σῶμα ἐν Φρυξίν.

354. *πάντα ὅτι ἀντὶ τοῦ ὅλον.