Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροί βραχὺ διασταλτέον μετὰ τὸ νεβροί· πεφευγέναι γὰρ αὐτούς φησιν ὡς νεβροὺς, οὐ τὸν ἱδρῶτα ἀποψύχεσθαι. νεβροὶ δὲ οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νήποροι, οἱ μηδέπω πορεύεσθαι δυνάμενοι.

2. ἱδρῶ ἀπεψύχοντο διχῶς, καὶ ἀνεψύχοντο καὶ ἀπεψύχοντο· χαριεστέρα δὲ ἡ διὰ τοῦ ν.

3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν προσκεκλιμένοι, ὅ ἐστι περιεχόμενοι ὑπὸ τῶν τειχῶν· ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι προμαχῶνες.

[*](7. ἑαυτὸν Bekk.] ἑαυτοῦ 26. χαριεστέρα δὲ ἡ διὰ τοῦ ν])[*](15. σαώσαι] σαῶσαι Contrarium docetur in alio alius)[*](σαώσειεν] σαώσειαν codicis scholio, ubi ὁ δὲ Ἀρίσταρχος)[*](19. ἐκ τῶν] ἐκ om. ἀνεψύχοντο γράφει, χαριέστερον δὲ τὸ)[*](25. ἀπεψύχοντο est in lemmate, ἀπεψύχοντο, quod recte iudicatum in textu vero superscriptum ν, esse ostendit Hoffmannus p. 186 i. e. ἀνεψύχοντο. collato ἱδρῶ ἀπενίζοντο Il. 10, 572.)
232

6. * πρὸς τὰς Σκαιάς.

11. ἡ νύ τοι ὅτι σαφῶς ὁ πόνος οὐκ ἔστιν ἀλγηδών· οὐ γὰρ ἂν λέγοιτο, οὐ μέλει σοι ἡ τῶν Τρώων ἀλγηδών· ἀλλ᾿ οὕτως εἴρηκεν ἀντὶ τοῦ οὐ μέλει σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν. καὶ ὅτι ἐφόβησας εἰς φυγὴν ἔτρεψας.

20. * ἦ σʼ ἂν τισαίμην ἀπʼ ἄλλης ἀρχῆς τοῦτο ἀναγνωστέον, τοῦ η ψιλουμένου.

23. ὅτι θέῃσιν ἀντὶ τοῦ θέῃ. πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος. καὶ ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

27. * ἀρίζηλοι ὅτι ἀντὶ τοῦ ἀρίδηλοι· οὐ γὰρ ὁ ζῆλοι ἔγκειται.

28. πολλοῖσι μετʼ ἄστρασιν Ἀρίσταρχος ὡς πατράσιν. ἄμεινον δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλοξένῳ, ἵνʼ αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μεταπλασμὸν λάβωμεν. ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροις. ὃν οὖν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο (“ἔγκασι φωτός” Il. 11, 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἢ τε προβάτοις πρόβασιν, τε πετάλοις πέταλσιν, οὕτως ἄστροις ἄστρασιν, ἐπεισελθόντος τοῦ ᾱ, ἵνα συστῇ ἡ λέξις.

29. * ὅν τε κύνʼ Ὠρίωνος ὅτι περισσὸς ὁ τε σύνδεσμος.

ὁ Σιδώνιος ὑφʼ ἓν ἀναγινώσκει. ἄμεινον δὲ κατὰ παράθεσιν, ὅτι οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν κτητόρων, οἷον Κέρβερος Ἅιδου, Ὄρθρος Γηρυόνου, ἄλκαινα Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος. τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ πλησίον κατηστέρισαν τὸν κύνα.

τὸν ἀστρῷον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τὸν κατηστερισμένον κύνα οὐκ Ὠρίωνος, ἀλλʼ Ἠριγόνης ὑπάρχειν, ὃν καταστερισθῆναι διὰ τοιαύτην αἰτίαν. Ἰκάριος γένος μὲν ἦν Ἀθηναῖος, ἔσχε δὲ θυγατέρα μονογενῆ Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ Ἰκάριος Διόνυσον ἔλαβεν ἀπʼ αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας περιῄει τὴν γῆν, προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς πόλεως βουκόλοις οἶνον παρέσχεν· οἱ δὲ ἀθρόως ἐμφορησάμενοι, οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν, οἱ δὲ περιλειπόμενοι, νομίσαντες [*](9. In marg. inter. οὖ (male pro 23. τῷ δέ] τὸ δὲ ο) λείπει ἡ δια, διὰ πεδίου. 25. Ἠριγόνης] ἠριγένης) [*](20. ὑφʼ ἓν] Id est κυνωρίωνος. καταστερισθῆναι] κατστερισθῆναι,) [*](22. Ὄρθρος Heynius] ὄρθος quod κατηστερίσθαι esse potest.)

233
θανάσιμον εἶναι φάρμακον τὸ πόμα, πλήσσοντες ἐφόνευσαν τὸν Ἰκάριον. μεθʼ ἡμέραν δὲ νηψάντων αὐτῶν, καταγνόντες ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην διʼ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γεγονότα· ἡ δὲ μαθοῦσα τἀληθὲς ἑαυτὴν ἀνήρτησε· νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἰκά. ριον καὶ τὴν Ἠριγόνην ἐνιαυσίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ καταστερισθέντες, Ἰκάριος μὲν Βοώτης ἐκλήθη, Ἠριγόνη δὲ παρθένος· ὁ δὲ κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει.

31. σηρείωσαι, ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετὸς, καὶ ὅτι πυρετὸν κυρίως λέγει, οὐχ ὥς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος· πρὸς γὰρ τὸ φθοροποιὸν ἡ παραβολή· καὶ ὅτι δειλοῖσιν ἀντὶ τοῦ δειλαίοις.

36. *οὕτως Ἀρίσταρχος ἑστήκει ἄνευ τοῦ ὶ.

40. * Πηλείωνι δαμείς πρὸς τὸ σχῆμα.

41. σημειοῦνταί τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν. τοσσόνδε πρὸ τέλους ἡ ὀξεῖα· ἓν γάρ ἐστι μέρος λόγου.

42. * Ἀρίσταρχος ἔδοιεν.

48. *τούς οὕτως Ἀρίσταρχος διὰ τοῦ τ, ἄλλοι δὲ οὕς μοι.

49. ὅτι περισσὸς ὁ ἄν σύνδεσμος· εἰ γὰρ ἐνετέτακτο κυρίως, ἐπήνεγκεν ἂν ἀπολυσαίμεθα.

50. *ἀπολυσόμεθα ἐν ἄλλῳ ἀπολύσομεν.

51. *αἱ ἀπὸ τῶν πόλεων παιδὶ φίλῃ.

ὀνομάκλυτος ὡς τοξόκλυτος· οὕτως δὲ καὶ Ἀρίσταρχος. ἐν μέντοι τῇ Ὀδυσσείᾳ (19, 183) κατὰ παράθεσιν ἀναγνωστέον “ ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων” ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. εἴπομεν δὲ ἐν τοῖς πρὸ τούτου βιβλίοις (Il. 10, 109) πότε τὸ κλυτός κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον, καὶ πότε ἀναδίδωσιν.

ὅτι κατὰ σύνθετον προενεκτέον. σημαίνει δὲ τὸ ὅλον ὀνομαστός· ὁ γὰρ κλυτός ἐπὶ τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι [*](3. Ἠριγόνην] ἠριγένην πυρετός. ὠρυγμοῦ] ὀρυγμοῦ 13. πρὸς τὸ σχῆμα] Dativi pro) [*](4. * γεγονότα] λεγόμενα genitivo cum ὑπό positi.) [*](6. καταστερισθέντες] καταστερη 19. ἀπολυσαίμεθα Cobetus] ἀπο- θέντες λυσόμεθα) [*](8. ἡ ἱστορία παρὰ Ἐρατοσθένει] 21. *φίλῃ] φίλῳ. In textu παιδὶ *ἱστορεῖ Ἐρατοσθένης ἐν τοῖς ἑαυτοῦ γέρων. καταλόγοις. 24. κλυτὸν] εἶ (i. e. εἶτα) κλυτὸν) [*](9. Μargo exter. ση. ὅτι ἅπαξ ὁ)

234
γαμουμέναις δῶρα παρεῖχον· “ἐγὼ δʼ ἐπὶ μείλια δώσω” (ΙI. 9, 147).

52. βραχὺ διασταλτέον ἐπὶ τὸ τεθνᾶσι, καὶ ὑποστικτέον δόμοισι. ἴσως δʼ ἄν τις ἐπὶ τὸ τεθνᾶσι ὑποστίζοι, τὰ δὲ ἑξῆς πάντα συνάπτοι, ἵνʼ ᾖ ὁ λόγος καὶ ἀποθανόντες ἀνιασόμεθα, ὁμοίως τῷ “εἰ δὲ θανόντων περ καταλήθη εἰν Ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι” (389).