Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

220. τεινόμενος ὅτι ἀντὶ τοῦ στενοχωρούμενος ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν, οὐ στενάζων.

221. ἔασον ψιλῶς· ἔστι γὰρ ἄφες, ἀπὸ τοῦ ἐῶ περισπωμένου κείμενον.

226. ἤτοι στικτέον ἐπὶ τὸ ἀντιβίην, ἵνα ὀξυτόνως ἀμφοτέρους ἀναγινώσκωμεν τοὺς διαζευκτικοὺς συνδέσμους, ἤ κέν με δαμάσσεται ἤ κεν ἐγὼ τόν, ἵνα τοῦ κέν συνδέσμου δὶς περισσεύοντος ὁ λόγος ᾖ ἀποφατικὸς, ἢ ἀνελεῖ με ἢ ἐγὼ αὐτόν. ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος διαπορητικὸς, τοῦ Ἕκτορος πειραθῆναι ἄντικρυς πότερον αὐτὸς ἀνέλῃ με ἢ ἐγὼ αὐτόν.

232. * δείελος ὅτι ἀρσενικῶς τὴν δείλην δείελον.

ἡ δείλη δείελος εἴρηται ὡς ἡ ἑσπέρα ἕσπερος, ὠνὴ ὦνος, χολὴ χόλος. τὸ δὲ ὀψὲ δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ῑ ἐγράφετο, ὀψιδύων, ὡς ὀψιμαθής ὀψιτέλεστον. οὕτως δὲ καὶ τὸ “ὀψὲ δύοντα Βοώτην” (Od. 5, 272). ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιθ΄ τῆς καθόλου.

237. * ἔκβαλλε ἐν ἄλλῳ τοὺς ἐξῆγε.

συναπτέον μέχρι τοῦ χέρσονδε, τὰ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἑξῆς ἔκβαλλε θύραζε. ἐντεῦθεν δὲ κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ταυρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς.

238. χέρσονδε μέχρι τούτου τὰ τῆς ἀναπαύσεως, εἶτα ζώους δὲ. σάω, ἵνα διαστολὴ γένηται ἥ τε τῶν νεκρῶν καὶ ἡ τῶν ζώντων.

242. πτελέην ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιά τῆς καθόλου· πτελέα, ἰτέα· καὶ “ὃν πτελέαι τε καὶ ἰτέαι” (365)· ὁμοίως γὰρ τὸ ἰτέαι [*](7. τῷ] τὸ λευτον) [*](14. τοὺς 8. συνδέσμους] τοὺς συν- 27. θύραζε] χέρσον δέ· τὰ δέ λοιπὰ δέσμους ὡς δ. Friedl. διὰ μέσου addit Friedl.) [*](18. ἀνέλῃ] ἀνελεῖ Bekkerus. ἐντεῦθεν] χερσονδέ: ἐντεῦθεν) [*](22. ὀψιτέλεστον Lehrsius] ὀψιτέ-)

220
καὶ τὸ πτελέαι. καὶ “ὁ δὲ πτελέην ἕλε χερσίν.” ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι· διὸ καὶ τὴν εὐθεῖάν τινες ὤξυνον· καὶ δῆλον ὅτι κατὰ μεταβολὴν τόνου, ὥσπερ καὶ ἐπὶ τοῦ “ἦλθε κατʼ ἰγνύην βεβλημένος” (Il. 13, 212) τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο.

244. κρημνὸν ἅπαντα διῶσεν προπερισπαστέον. ἤδη δὲ προείπομεν περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺς παρῳχημένους, τίνα τε τῶν συντεθειμένων φυλάσσει τὸν τόνον καὶ τίνα ἀναδίδωσιν.

245. * ἐν ἄλλῳ γεφύρωσεν δὲ κέλευθον.

246. * Ἀρίσταρχος ἐκ δίνης, ἄλλοι ἐκ λίμνης.

ὅτι διχῶς γράφεται, ἐκ λίμνης καὶ ἐκ δίνης. τὸ μὲν οὖν ἐκ δίνης, ἐκ τῆς συστροφῆς τοῦ ῥοῦ, τὸ δὲ ἐκ λίμνης ἐκ τοῦ καθʼ ὕδατος τόπου, διὸ καὶ τὸν Ὠκεανὸν λίμνην καλεῖ.

247. * ὅτι ἐλλείπει ἡ διά.

* γρ. πεδίονδε.

* πέτεσθαι ἐν ἄλλῳ φέρεσθαι.

249. πόνου ὅτι τοῦ πολεμικοῦ ἔργου. οὕτως δὲ πόνοιο αἱ Ἀριστάρχου διὰ τοῦ π. Ἀριστοφάνης φόνοιο, καὶ λόγον ἔχει.

252. τὸ μὲν οἵματα δασυντέον, τὸ δὲ τοῦ ἄρθρον ἐκδεκτέον, οὐχ ὥς τινες ὑφʼ ἓν ἀναγινώσκουσι μελανόστου.

255. * ὅτι τὸ ὕπαιθα εἰς τοὔμπροσθεν σημαίνει.

262. προαλεῖ τινὲς ἐδάσυναν τὸ προαλεῖ, παρὰ τὸ ἅλλεσθαι ἐκδεχόμενοι τὸν σχηματισμόν. ἄμεινον δὲ ψιλοῦν, ὡς καὶ ὁ Ἀσκαλωνίτης, φάσκων ἀπὸ τοῦ ἀλίζεσθαι γεγενῆσθαι, τουτέστιν ἀθροίζεσθαι, ὥστε σημαίνεσθαι τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐστὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ ᾱ διὰ τὸ μέτρον, ὥσπερ καὶ Ἀρίσταρχος ἠξίου.

* οὕτως φθάνει διὰ τοῦ ἑτέρου ε, οὐ φθονέει.

265. * ὁρμήσειε γράφεται καὶ οἰμήσειε. προκρίνει δὲ τὴν διὰ τοῦ ρ γραφὴν Ἀρίσταρχος.

273. * ἐλεεινόν ἐλέου ἄξιον τυγχάνοντα.

[*](5. ἐποιήσατο] ἐποιήσαντο οἴματα] ὄμματ᾿ Philotas: v. schol.)[*](12. γράφεται] γραπτέον ad 22, 308.)[*](16. γρ. πεδίονδε] Hoc supra πε- 26. Lacunam post κατωφερῆ in- δίοιο dicavit Lehrsius herod. p. 321.)[*](20. τὸ] ὅτι τὸ Cobetus. 31. * γραφὴν Ἀρίσταρχος] om.)
221

276. ψεύδεσσιν ὡς βέλεσσιν· οὐ γὰρ ἐπίκειταί τινι. ἔστι δὲ αὐτοῦ τὸ ἑνικὸν “ψεῦδος δʼ οὐκ ἐρέω” (Od. 3, 20).

279. * ἐν ἄλλῳ ἐνθάδε τέτραφʼ ἄριστος.

ὃς ἐνθάδε γʼ ἐτράφ᾿ ἄριστος παροξυτονητέον· τὸ γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τῆς Ξ (21), ὅπου διαλαμβάνει περὶ τοῦ “διχθάδιʼ ἢ μεθʼ ὅμιλον.” καὶ λέγει ὅτι συναλοιφὴν πέπονθε διὰ τοῦ η. δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε, εἶτα ἐτράφετ᾿ ἄριστος, οὐχ ὡς οἱ πολλοὶ τέτραφʼ ἄριστος, ἀπὸ τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες.

281. λευγαλέῳ ὅτι ἐκ τούτου οἱ νεώτεροι ἐξεδέξαντο λευγαλέον τὸν δίυγρον· ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων λευγαλέον ὀλέθριον, παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ (2, 61) “λευγαλέοι τʼ ἐσίμεσθα.”