Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

167. * σημείωσαι ὅτι τῷ ἑτέρῳ εἰρηκὼς ἐπήγαγεν “ἡ δʼ ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο.”

169. ὅτι Ζηνόδοτος γράφει ἰθυκτίωνα διὰ τὸ κτερδόνας λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει δὲ νῦν τὸ περὶ τῆς τοῦ ξύλου φύσεως εἰπεῖν. τὸ μέντοι ἰθυπτίωνα εἰς εὐθὺ φερομένην, ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα. καὶ ἐν ἄλλοις “τοῦ δʼ ἰθὺς βέλος πέτετʼ” (Il. 13, 99).

172. μεσσοπαλές ἔνιοι μεσσοπαγές διὰ τοῦ γ, οὐκ εὖ· βούλεται γὰρ λέγειν ἕως μέσου παλλόμενον, δι᾿ οὗ τὸ σφοδρὸν τῆς βολῆς παρίστησιν. οὕτως Ἀρίσταρχος.

*οὕτως Ἀρίσταρχος μεσσοπαλές.

ὅτι ἣν νῦν ὄχθην εἴρηκεν, ἑξῆς κρημνόν. “οὐ δύνατʼ ἐκ κρημνοῖο.” πάντα γὰρ τὰ ὑψηλὰ ὄχθαι λέγονται.

173. ὅτι ὡς περὶ ἑτέρου λέγει, προειπὼν “δεύτερος αὖτ᾿ Ἀχιλεύς.”

174. ἆλτ᾿ ἐπί οἱ ἡ οι ἀντωνυμία ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τῆς ἐπί προθέσεως τὸ τέλος ὀξύνουσιν.

183. *ἐν ἐνίαις διὰ τοῦ ζ ἐξενάριζε.

* εὐχόμενος ὅτι ἀντὶ τοῦ καυχώμενος.

185. παισὶν ἐριζέμεναι ὅτι περισσὸς ὁ πέρ, ὡς ἐκεῖ “φυγόντι περ αἰπὺν ὄλεθρον” (Od. 17, 47). οὕτως δὲ κατὰ δοτικὴν ἐκγεγαῶτι αἱ Ἀριστάρχου.

186. φῆσθα εἴτε ἐνεστῶτα σημαίνει, προπερισπασθήσεται, εἴτε δεύτερον ἀόριστον, ὁμοίως. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ σὺν τῷ ῑ γράφεσθαι τὸ η ἐπὶ τοῦ ἐνεστῶτος.

191. * Ἀρίσταρχος ἔξω τοῦ δέ κρείσσων αὖτε.

192. ἤτοι συναπτέον μέχρι τοῦ χραισμεῖν, ἢ στικτέον μετὰ τὸ [*](4. ἀρχαϊκῶς] ἀρχαϊκ° 11. ἐν ἄλλοις Cobetus] δ᾿ ἄλλ°) [*](6. σημείωσαι] ση 24. καυχώμενος] καυχόμενος) [*](8. ἰθυκττίωνα] εὐθυπτίωνα)

218
μέγας, ὑποστικτέον δὲ μετὰ τὸ εἰ δύναταί τι, ἵνα τὸ χραισμεῖν ἀντὶ προστακτικοῦ κέηται.

194. τῷ οὐδὲ κρείων Ἀχελώιος Ἡρακλῆς εἰς Ἀιδου κατελθὼν ἐπὶ τὸν Κέρβερον συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως, οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευόμενον τὴν κόρην Ἀχελῷον, τὸν πλησίον ποταμὸν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος. διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἡ ἱστορία παρὰ Πινδάρῳ.

195. * οὐδέ Ἀρίσταρχος οὔτε βαθυρρείταο.

ὅτι Ζηνόδοτος αὐτὸν οὐκ ἔγραφε. γίνεται δὲ ὁ Ἀχελῷος πηγὴ τῶν ἄλλων πάντων. ἔστι δὲ καθʼ Ὅμηρον ὁ Ὠκεανὸς ὁ ἐπιδιδοὺς πᾶσι τὰ ῥεύματα· διὸ καὶ κατὰ τιμήν φησιν “οὕτε τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο.”

196. πᾶσα θάλασσα ὅλη· ἢ ἐπεὶ πολλὰ πελάγη εἰσὶν, Ἀτλαντικὸν, Λιγυστικὸν, Τυρρηνικὸν, Λιβυκὸν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, μέλας κόλπος, Εὔξεινος πόντος, Κάσπιος καὶ ἐρυθρός.

200. * ὅτι ἀντιπέφρακε τῇ ὄχθῃ τὸν κρημνόν.

203. ὅτι Ὅμηρος διαστέλλει τὰς ἐγχέλυας ἀπὸ τῶν ἰχθύων· καὶ ἑξῆς (353) “τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες.” ἔστι δὲ πιθανεύσασθαι οὕτως δεχόμενον, ἐγχέλυες καὶ οἱ ἄλλοι ἰχθύες, ὡς “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, 1) κατʼ ἐξοχήν.

204. συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς δημὸν ἐπινεφρίδιον. τὸ δὲ ἐρε πτόμενοι καὶ κείροντες διλογεῖται.

ἐπινεφρίδιον περὶ γὰρ τοὺς νεφροὺς πολλή ἐστιν ἡ πιμελή. εἴρηνται δὲ νεφροὶ, ἀφʼ ὧν νίφεται τὰ οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι. τὸ δὲ κείροντες ἀντὶ τοῦ ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος.

[*](5. * Δηϊάνειραν] διϊάνειραν διὸ 21. * Κάσπιος καὶ ἐρυθρός] κασπία)[*](6. μνηστευόμενον Bekkerus] μνη- καὶ ἐρυθρά στερυομένην 24. τείροντ᾿] τειρόντων)
219

213. *εἰσάμενος, βαθέης δʼ γρ. καὶ εἰδόμενος. τὸ δὲ βαθέης χωρὶς τοῦ δ.

214. περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις οὐκ ἀναστρεπτέον τὴν περι πρόθεσιν. κεῖται γὰρ ἀντὶ τοῦ περισσῶς.

217. * οὕτως διὰ τοῦ γε, ἐμέθεν γʼ ἐλάσας.

218. ἐρατεινὰ ῥέεθρα ὅτι ἄκαιρον τὸ ἐπίθετον· πεφοίνικται γὰρ ὑπὸ τοῦ αἵματος. ὅμοιον οὖν τῷ “ἐσθῆτα φαεινήν” (Od. 6, 74) καὶ “ἄστρα φαεινὴν ἀμφὶ σελήνην” (Il. 8, 555).