Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

58. * πεπερημένος εἰς τὸ πέρας πεπραμένος.

62. * ἐκ πλήρους τὸν καί σύνδεσμον Ἀρίσταρχος.

67. *ἤτοι ὁ μὲν δόρυ ὅτι ὅπως ἀνείλετο ῥητῶς οὐκ εἶπεν.

[*](13. ἅρπυια] ἅρπυα 30. ἔφαμεν] ἔφαμεν ὅτι)[*](24. ὡς addidit Friedl. 34. ὅτι addidit Cobetus. Conf.)[*](29. εἰ οἱ Friedl.] εἴπω εἰ οἱ schol. ad v. 17.)
213

73. καί μιν φωνήσας τοῦτον προστιθέασί τινες, οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχου. ἐν δέ τισι καί ῥʼ ὀλοφυρόμενος.

* γρ. καί μιν λισσόμενος.

75. ἀντί τοί εἰμʼ κέταο ὅτι ἀντὶ τοῦ ἴσος ἱκέτῃ εἰμί· “ἀντὶ κασιγνήτου ξεῖνος” (Od. 8, 546) ἀντὶ τοῦ ἴσος κασιγνήτῳ.

76. πὰρ γὰρ σοὶ πρώτῳ πασάμην τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον, ἀλλʼ ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱὸς, καὶ οὐδαμοῦ τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρʼ Ἕλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ ἐγεγόνει.

78. * καί μʼ ἐπέρασσας ἐν ἄλλῳ καί με πέρασσας.

80. * λύμην τρὶς τόσσα πορών λυτρωθείην, ἂν τριπλάσια διδῶ σοι.

83. * μέλλω ὅτι ἀντὶ τοῦ ἔοικα ἀπεχθάνεσθαι.

84. * Ἀρίσταρχος Ἰακῶς δῶκε.

86. * ὅτι τοὺς Λέλεγας ἐν καταλόγῳ παρῆκεν, καὶ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος.

* ἔνιαι τῶν κατὰ πόλεις ἄνασσε.

88. * ἐν τῇ Μασσαλιωτικῇ πολλῶν τε καὶ ἄλλων.

92. * μοι ἄμεινον ἀπολύτως ἀναγινώσκειν· πρὸς γὰρ τίνα ἡ διαστολή;

* ἐν ἄλλῳ κακὸν ἔσσεαι.

95. μή με κτεῖνʼ ὅτι Ζηνόδοτος γράφει ἐπεὶ οὐκ ἰογάστριος, παρόσον ἐν ἄλλοις ἔφη, “ἰῆς ἐκ νηδύος” (Il. 24, 490). ἴα δέ ἐστιν ἡ μία· καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπὶ τοῦ ὁμοῦ, οὐδὲ κατὰ σύνθετον ἐκφέρει· “τῆς μὲν ἰῆς στιχὸς ἦρχεν” (Il. 16, 173).

101. * ἐν ἄλλῳ τόφρα δέ μοι.

τόφρα τί μοι πεφιδέσθαι παροξυτονητέον ὁμοίως τῷ “ εὖ δʼ οἴκαδʼ ἱκέσθαι” (Il. 1, 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

102. * ἡδʼ ἐπέρασα ἐν ἄλλῳ ἠδὲ πέρασσα.

105. * καὶ πάντων γρ. καὶ συμπάντων.

106. * τὸ ὑγιὲς συνάπτειν τῆς ἀντωνυμίας μέχρι, ἵνʼ ᾖ ἐν σχήματι, ἀλλʼ ὦ φίλε καὶ σὺ ἀπόθανε, εἰρωνείας νουμένης. εἶτα ἀφʼ ἑτέρας ἀρχῆς τιὴ ὀλοφύρεαι.

* οὕτως διὰ τοῦ ο ἅπασαι οὕτως.

[*](3. γρ. καί μιν λισσόμενος] Sic βροτος. in marg. interiore: in exteriore 10. Conf. schol. ad v. 102. καί μιν λισσόμενος, sine γρ. 33. διὰ τοῦ o] Alii igitur αὕτως)[*](6. λέγειν] * λέγειν καθάπερ Στησίμ-)
214

110. * ἀλλʼ ἔπι μοι λείπει τὸ ἐστί,

Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν, ὁμοίως τῷ “σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων” (Od. 11, 367). οἱ δʼ ἐφύλαξαν τὸν τόνον, τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτὴν, ὥστε τὸ ἑξῆς εἶναι ἀλλὰ καὶ ἐπʼ ἐμοί· καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον ἐδόκει· λείπει γὰρ τὸ ἐστί ῥῆμα. τὸ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς, ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. ἔσται δὲ ὁ λόγος τοιοῦτος· ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ δειλίνη ὥρα, καθʼ ἣν κἀμέ τις ἀνέλῃ. οὕτως δὲ χωρὶς τοῦ σ γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ διορθώσει.

111. ἠώς ὅτι ὅλην τὴν ἡμέραν εἰς τρία διαιρεῖ, ἠῶ τὴν πρωίαν, μεσημβρίαν πᾶν τὸ μέσον τῆς ἡμέρας, δείλην, ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου ἕλη, τουτέστιν ἡ αὐγὴ, ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγὸν, ἑῴαν.

* Ἀρίσταρχος χωρὶς τοῦ σ, δείλη.