Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. πόρον ἤτοι τὸν ποταμὸν, περιφραστικῶς, ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, καθʼ ὃ διαπορεύονται αὐτόν. διὰ τί δὲ πάντων τῶν ποταμῶν ἐξ Ὠκεανοῦ ῥεόντων μόνον τὸν Ξάνθον ὁ ποιητής φησιν “ὃν ἀθάνατος τέκετο Ζεύς;” πῶς οὖν, φησὶ, καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; ῥητέον οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διὸς, ὄμβρῳ δὲ οὕτος αὔξεται. φέρεται δὲ καὶ ἄλλη τις ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῷ πατρὶ Διὶ ἐπιδεῖξαι αὐτῷ νᾶμα, ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν. ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς τὸ πλουσιαίτερον μετεισφέρεσθαι, μετωνόμασε Σκάμανδρον, οἱονεὶ Κάμανδρον γενόμενον καμάτου ἑαυτῷ παραίτιον· ὅθεν εἰκότως ὁ ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διί. Ξάνθος δὲ προσηγιρεύθη ἀφʼ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν αὐτῷ λουσάμεναι ξανθὰς ἔσχον τὰς κόμας.

πόρον τὸν πορευτὸν αὐτοῦ τόπον· “καὶ Θρύον Ἀλφειοῖο πόρον” (Il. 2, 592). οἱ δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου κατὰ περίφρασιν τὸν Ξάνθον. Ἀριστοφάνης γράφει ῥόον.

2. ὅτι Ζηνόδοτος γράφει ἀθάνατον, ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος [*](11. καὶ ἐκ] ἐκ om. 22. *λιβάδα] λαβίδα) [*](18. * οὗν] om.) [*](24. * ἑαυτῷ] ἑαυτοῦ) [*](20. * ὁ] om.)

211
λέγηται, ἀλλʼ ὁ Ξάνθος. καὶ ἐν ἄλλοις δὲ εἴρηται “υἱὸς Σπερχειοῖο, ὃν ἀθάνατος τέκετο Ζεύς” (Il. 2, 741). καὶ καθόλου “ἀθανάτοισι θεοῖσι.”

4. * ᾗπερ Ἀχαιοί γρ. ᾗπερ οἱ ἄλλοι.

5. ἐμαίνετο τοῦτο ἄν τις σημειώσαιτο πρὸς τὸ “τινάσσετο μαινομένοιο” (Il. 15, 609)· γράφουσι γάρ τινες μαρναμένοιο.

11. ἔννεον ἔνιαι τῶν κατὰ πόλεις νήχοντʼ ἔνθα καὶ ἔνθα. τὸ δὲ ἔνθα καὶ ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι.

* περὶ ίνας γρ. κατὰ δίνας.

12. κρίδες παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν “ ὃς αἰζηῶν ἔκραε κηδεμόνας.” ἢ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι τὰ ἄκρα ἐσθίειν.

14. ψιλῶς τὸ ὅρμενον· παρὰ γὰρ τὸ ὄρω κέκλιται ψιλούμενον καὶ βαρυνόμενον. καὶ ἤτοι ἐκ τοῦ ὠρμένον ἐστὶ, παρῳχημένον σημαίνοντος, καὶ ἔπαθε συστολὴν καἰ ἀναδρομὴν τοῦ τόνου, ἢ καὶ ἐκ τοῦ ἀρόμενον συνεκόπη.

16. κελάδων βαρυτονητέον τὴν μετοχήν· κελάδοντος γὰρ ἡ γενικὴ, καὶ ἡ αἰτιατικὴ κελάδοντα “πὰρ ποταμὸν κελάδοντα” (Il. 18, 576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ ἐπιμίξ εἴπομεν ἤδη πολλάκις.

17. αὐτὰρ ὁ διογενής ὅτι ἀποτίθεται μὲν τὸ δόρυ ῥητῶς, ἀναλαμβάνει δὲ οὐ κατὰ τὸ ῥητὸν, ἀλλʼ ὕστερον (67) αὐτῷ φαίνεται χρώμενος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον, ἀγνοοῦντα ὅτι πολλὰ δεῖ προσδέχεσθαι κατὰ τὸ σιωπώμενον ἐνεργούμενα.

18. κεκλιμένον μυρίκῃσιν, ὁ δʼ ἔσθορε γρ. καὶ ἔνθορε. ἐν ἐνίαις δʼ αἶψ᾿ ἐσόρονσεν.

31. τοὺς αὐτοὶ ορέεσκον ὅτι στρεπτοὺς χιτῶνας τοὺς νηστούς· ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα· “αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος” (Il. 5, 113).

33. * δαϊζέμεναι γρ. κατακτάμεναι.

πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ τοῦ δαίξαι προθυμούμενος κατὰ τὸ συντελικόν.

[*](1. Σπερχειοῖο] Immo Πειριθόριο. grammaticis, κοῖτον, ὃς αἰζηῶν ἔγραε Confudit cum 16, 174, ubi legitur κηδεμόνας: v. Schneider. ad fr. 200 υἱὸς Σπερχειοῖο, δυπετέοςς ποταμοῖο. P. 449)[*](10. ὃς αἰζηῶν —] Fragmentum 13. * ὠρμένον] ὄρμενον Callimachi ex aliis emendandum)
212

36. ὅτι ἀλωὴν τὴν δενδροφόρον γῆν νῦν λέγει· ἐπιφέρει γὰρ “ ὁ δ᾿ ἐρινεόν.”

37, 38. ἐρινεὸν ὀξέι χαλκῷ τάμνε νέους ὄρπηκας ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ἐρινεοῦ νέους ὄρπηκας. καὶ ἐν Ὀδυσσείᾳ “ ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα” (Od. 18, 396) ἀντὶ τοῦ οἰνοχόου. ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ.

ὁ Ἀσκαλωνίτης ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας, ἐπεὶ, φησὶ, παρὰ τὸ ὀρούειν ἐγένετο, ἐπιλαθόμενος ἑαυτοῦ· ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳδίαις φησὶν, ὅσα ὀνοματικῶς σχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων, ταῦτα δασυνθήσεται, ὡς ἀπὸ τοῦ ὀρούει ὅρπηξ. γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐστὶν ἐκεῖνο λέγειν, ὡς ἐπεὶ τὸ ᾱ καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη ἁρπάζω ἁρπαλέος ἑρπετόν ἑρπύζω ἅρπυια, καὶ τὸ ὄρπηξ τούτοις συνεξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεονασμῷ φησὶ τοῦ π γεγενῆσθαι τὸ ὄνομα.

38. εἰ διαστείλαιμεν βραχὺ ἐπὶ τὸ τάμνε, γένοιτʼ ἂν εὐλογώτερον τὸ σχῆμα, ὡς πρὸς τὸ σημαινόμενον ἀπηντηκότος αὐτοῦ.

40. *καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασεν ὅτι ἐλλείπει ἡ εἰς, εἰς Λῆμνον.