Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

44. *Τρῶας ὅτι ἀντὶ τοῦ Τρώων ἑκάστου.

48. ὅτι ὁ δέ σύνδεσμος περισσός ἐστιν ἐν τῷ “αὖε δʼ Ἀθήνη.”

53. θεῶν ἐπὶ Καλλικολώνῃ ὅτι τόπος οὕτως καλεῖται ἐπὶ τῆς Ἴδης, θεῶν Καλλικολώνη. οὐ δεόντως οὖν τινὲς ἀνέγνωσαν θέων ἀντὶ τοῦ τρέχων.

θεῶν Πρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρέχων, μετοχὴν ποιῶν· ὁ μέντοι Ἀρίσταρχος περιέσπα, λέγων οὕτως καλεῖσθαι τὸν τόπον, θεῶν Καλλικολώνη, ὥσπερ καὶ Ἀχαιῶν λιμήν. οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωσις. ἡ μέντοι ἐπί πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου, ὥστε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμησάν τινες ἀναστρέψαι. οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ ἑξῆς λέξει· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει τῆς δοτικῆς· καὶ γὰρ διὰ τῶν ἑξῆς (151) Καλλικολώνης φησὶν οὐ [*](10. παρίημι Bekkerus] πάρειμι 11. ὡς καὶ] ὥς κε)

195
προσνείμας τὸ θεῶν· “οὐδ᾿ ἑτέρως ἐκάθιζον ἐπʼ ὀφρύσι Καλλικολώνης.”

57. *αὐτὰρ ἔνερθε Ἀρίσταρχος Ἰακῶς αὐτὰρ νέρθε.

58. γαῖαν ὅτι διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ “γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (Il. 15, 193).

59. *πολυπίδακος οὕτως Ἀρίσταρχος, πολυπίδακος· ἄλλοι δὲ πολυπιδάκου.

62. *ἆλτο ἐν ἄλλῳ ἐκ θρόνου ὦρτο. οὕτως καὶ ἡ Μασσαλιωτική.

67. ἤτοι μὲν γὰρ ἔναντα ἡ τῶν θεῶν μάχη περιέχει φυσικὴν στοιχείων πρὸς στοιχεῖα ἀντίταξιν, κακιῶν πρὸς ἀρετάς. Ἀπόλλων μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι, τὸ μερικὸν πῦρ τῷ παντὶ ὑγρῷ· Ἀθηνᾶ δὲ Ἄρει, ἡ φρόνησις τῇ ἀφροσύνῃ· Ἥρα δὲ Ἀρτέμιδι, ὁ περίγειος ἀὴρ τῇ σελήνῃ· Ἑρμῆς δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ· Ἥφαιστος δὲ Ξάνθῳ, τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῃρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν, Ἥφαιστος, Ἑρμῆς, τοῖς δὲ Τρωσὶν Ἄρης, Ἀπόλλων, Ἄρτεμις, Λητῶ, Σκάμανδρος, Ἀφροδίτης Ἥρα μὲν οὖν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιός ἐστιν ἡ θεὸς, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἄλέξανδρον· ἢ ὅτι ἐν τῷ Ἀργει ἐτιμᾶτο λαμπρῶς, ὅθεν φησὶν ὁ ποιητὴς τὸ “Ἥρη τʼ Ἀργείη·” ἢ καὶ ὅτι ὡς τὸ Ἄργος, οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ Δ (51). Ἀθηνᾶ δὲ ἤτοι διὰ τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ, ἐπειδὴ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσιν, καὶ διὰ τὸ ὀργίζεσθαι δὲ Λαομέδοντι ἐπὶ ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ ἢ ὅτι ἐξ Ἀρκαδίας, ἢ ὅτι λόγιος, ἢ ὅτι κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει τῆς διαφορᾶς Ὀδυσσέα καὶ Μενέλαον ἠβουλήθησαν ἀνελεῖν πεισθέντες Ἀντιμάχῳ· τῶν δὲ κηρύκων προστάτης Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρη, ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ παρέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων φιλοπόλεμος γὰρ ὁ θεὸς, φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες· ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος· ἢ ὅτι κιθαριστὴς καὶ εὔμορφος, ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητῶ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη [*](1. ἑτέρως ἐκάθιζον] Legitur ἑτέρωσε κάθιζον)

196
διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ σχεδὸν εἰπεῖν αὐτὴν ἀνθίστανται τῷ πολέμῳ· καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν.

διὰ τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις; Ποσειδῶν μὲν Ἀπόλλωνι, τι κατὰ τὸν μῦθον συναδικηθεὶς αὐτῷ ὑπὸ Λαομέδοντος ἐκείνοις συνήργει. Ἄρης Ἀθηνᾷ, ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι, ἢ ὅτι ἐν ὄψει τῶν θεῶν ὕβρισεν αὐτὸν εἰποῦσα “μαινόμενε φρένας ἠλέ” (Il. 15, 128). Ἥρᾳ δὲ Ἄρτεμις· ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς, δικαίωςʼ μουσικὸς γὰρ ὑπάρχων τὴν τόν μουσικὸν Ἀπόλλωνα γεννήσασαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν· ἢ ὡς λόγιος καὶ μνήμων ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως, ὅτι ἡ μὲν τῶν ποταμῶν φύσις πέφυκεν ὑγρὰ, Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης, οὗ τροφὴ τὰ ξύλα. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις, Ἄρης δὲ ἀφροσύνη· ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐστιν ἀὴρ, Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, ἡ τὸν ἀέρα τέμνουσα ἐξ οὗ ἤρτηται· τὸ δὲ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστι λόγος, Λητὼ δʼ ἀμνημοσύνη, οἷον ληθώ τις τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ, Ξάνθος δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.

68. ἵστατ᾿ Ἀπόλλων ὅτι πυκνῶς κατὰ τὸν τόπον πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ἀρξάμενος γὰρ ἀπʼ Ἀχαιικοῦ θεοῦ, καὶ ἀντιτάξας τούτῳ Τρωϊκὸν θεὸν, πάλιν ἀπὸ Τρωϊκοῦ ἦρκται κατὰ τὸ δεύτερον ζυγόν.

69. ἄντα δʼ Ἐνυαλίοιο ἐξ ἐναντίας δὲ τοῦ Ἄρεως. ὁ δὲ τρόπος μετωνυμία, ὡς ἀπὸ τῆς Ἐνυοῦς τῆς πολεμικῆς δαίμονος.

ὑφʼ ἓν τὸ ἀντέστη προενεκτέον· δοτικῇ γὰρ συντάσσεται, ὡς “Λητοῖ δʼ ἀντέστη,” τὸ δὲ ἄντα, ὅπερ ἐστὶν ἐξ ἐναντίας, γενικῇ· “ἄντα δʼ Ἐνυαλίοιο,ʼ “ἄντα δʼ ἄῤ Ἡφαίστοιςο.”

χρυσηλάκατος ἐργατική· νῦν δὲ ἡ χρυσοῦν τόξον ἔχουσα, τοξευτική. ἀπὸ τούτου δὲ καὶ κελαδεινή ἀντὶ τοῦ κυνηγετική· κραυγάζουσι γὰρ οἱ κυνηγοί.

72. σῶκος Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον “ὦ Σῶχʼ Ἱππάσου υἱέ” (Il. 11, 450), ὤσπερ ἐπὶ τοῦ Λεῦκος [*](7. *αὐτὸν] om. *ληθώ τις] ληθότης) [*](18. *δὲ] om. 20. *τὸ πῦρ] τὸ om.)

197
Γλαῦκος. οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοὗ, ὥσπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβος. διὸ βαρυτονητέον, ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό· ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ μέντοι εἰς κος λήγοντα δισύλλαβα, οὐ παρεσχηματισμένα εἰς γένος θηλυκὸν, φύσει μακρῷ παραληγόμενα, βαρύνεσθαι θέλει, οἷον φῶκος θῶκος· οὕτως σῶκος. σεσημείωται τὸ σηκός.

σῶκος ἤτοι ὁ ἰσχυρὸς (σωκεῖν γὰρ τὸ ἰσχύειν) ἢ σοούμενος ὠκέως, τουτέστιν ὁρμῶν ταχέως· ἄγγελος γὰρ ὁ θεός.

74. * ὅτι τὸ διφορούμενον τῆς ὀνομασίας νῦν διέστησεν.

Ξάνθον—Σκάμανδρον τῶν διωνύμων τὸ μὲν προγενέστερον ὄνομα εἰς θεοὺς ἀναφέρει ὁ ποιητὴς, τὸ δὲ μεταγενέστερον εἰς ἀνθρώπους.

77. *μάλιστά γε Ἀρίσταρχος μάλιστά ἑ, μάλιστα αὐτόν.

79. *ἰθύς ὅτι ἀντὶ τοῦ ἐπʼ εὐθείας καὶ κατʼ ἐναντίον.

84. *οὕτως διὰ τοῦ ι, ὑπίσχεο.

ὅτι περὶ τὸν οἶνον αἱ καυχήσεις γίνονται, πρὸς τὴν ἀθέτησιν τοῦ “ἔσθοντες κρέα πολλά” (Il. 8, 231). βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας λέγει· “δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατὰ δῆμον” (Od. 8, 390).

89. διόλου παρατηρητέον ὅτι τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως κατὰ μέρος δεδήλωκεν· “δώδεκα δὲ ξὺν νηυσὶ πόλεις· πεζὸς δʼ ἕνδεκά φημι” (Il. 9, 328). νῦν δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον.

99. *ἐν ἄλλῳ ἰθύ, χωρὶς τοῦ σ.

100> *διελθεῖν γρ. διελθέμεν.

105> καὶ δὲ σέ ὁ Ἀσκαλωνίτης ὠρθοτόνησε τὴν ἀντωνυμίαν, τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παραλαμβάνων· καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως καὶ τῆς διανοίας.

107> ἡ μὲν γὰρ Διός ἐσθʼ σεσημείωται πρὸς τοὺς ἑξῆς ἀριθμοὺς [*](7. οὐ addidit Lehrsius.· 16. κατʼ ἐναντίον Bekk.] καταντίον) [*](10. *ἢ] om. 30. ἀναγνώσεως Bekkerus] γνώ-) [*](σοούμενος] σωούμενος σεως. Conf. p. 206, 8. 214, 5.) [*](12. διέστησεν Cobetus] δὲ ἔστη- 31. ἀριθμοὺς] ἀθετουμένους vel ἠθε- τημένους Cobetus.) [*](13. *νέστερον —τὸ δἐ] om.)

198
ἄκαιρον γενεαλογίαν ἔχοντας· καὶ ὅτι ἐκ Διὸς ἡ Ἀφροδίτη καθʼ Ὅμηρον.

109. λευγαλέοις ἐπέεσσιν ὅτι λευγαλέοις οὐ διύγροις, ὡς οἱ νεώτεροι, ἀλλʼ ὀλεθρίοις, παρὰ τὸν λοιγόν.

113. οὐλαμόν τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.

114. ἡ δʼ ἄμυδις Ἀρίσταρχος τὸ ἡ ἄρθρον ἐκδέχεται· Ζηνόδοτος δὲ περιέσπασε καὶ ἐψίλωσεν, ῥῆμα ἐκδεξάμενος, ὁμοίως τῷ “ἦ καὶ κυανέῃσιν” (Il. 1, 528), καὶ ὅλον τὸν στίχον μεταποιεῖ, ἦ δʼ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντας, ἔφη δὲ εἰς ἓν συναγαγοῦσα τοὺς θεούς. ἠγνόησε δὲ ὡς ὁ ποιητὴς οὐ χρῆται τῷ ῥήματι ἐν ἀρχῇ λόγου, ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τούτῳ γε παῤ αὐτῷ διαφέρει τοῦ ἔφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται. Ἀρίσταρχος δὲ ἡ δʼ ἄμυδις στήσασα, καὶ αἱ πλεῖσται. τὸ δὲ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο.

ὅτι Ζηνόδοτος γράφει θεοὺς ῥεῖα ζώοντας, ἐξ οὗ φανερός ἐστι κατὰ τὸ περισπώμενον ἀνεγνωκὼς ἦ δʼ ἄμυδις, ἵνʼ ᾖ ἔφη, ὡς ἐκεῖ “ἦ καὶ κυανέῃσιν.” ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεται παρʼ Ὁμήρῳ τὸ ἦ, οὐκ ἐν ἀρχῇ λόγου.