Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

390. ἔνθα δέ τοι θάνατος ἕν ἐστι τὸ ἐνθάδε, ὡς καὶ ὁ Ἀσκαλωνίτης. ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ “ἐνθάδε κʼ αὖθι μένων” (Od. 5, 208), ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὁξεῖα.

391. Γυγαίῃ οὕτως ἐν Λυδίᾳ λίμνη καλουμένη Γυγαίη, ἤτοι ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν, ἢ ἀπό τινος ἐγχωρίου ἥρωος, Γύγου καλουμένου.

395. *Δημολέοντα οὕτως Ἀρίσταρχος. τινὲς δὲ Δηϊλέοντα.

396. ἐσθλὸν λεξητῆρα ἐκ τῶν τριῶν λέξεων ἓν σημαίνει, ἐν πολέμῳ ἀγαθόν. θετέον οὖν ἐπʼ αὐτὸν τὴν συναφὴν σύνδυο τῆς τε πρώτης καὶ δευτέρας καὶ τρίτης λέξεως. δύναται δὲ καὶ τὸ ἐσθλόν καθʼ ἑαυτὸ εἶναι.

401. *ἀίξαντα γρ. ἀΐσσοντα.

404. *πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγεν.

Ἑλικώνιον ἀμφὶ ἄνακτα τὸν Ποσειδῶνα, ἤτοι ὅτι ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται, ἢ ἐν Ἑλίκῃ· μᾶλλον οὖν παρὰ τὸν ἐν Ἑλίκῃ, ὅτι Ἑλικὼν μὲν Βοιωτίας ὄρος, Ἑλίκη δὲ νῆσος τῆς Ἀχαίας, ἱερὰ Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη. Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν καὶ τῆς Ἀχαιϊκῆς Ἑλίκης. παραγενόμενος δὲ εἰς τὴν Καρίαν ἱερὸν Ποσειδῶνος ἱδρύσατο, καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους Ἑλικώνιον προσηγόρευσε. δοκεῖ δʼ ἐπὰν θύωσι τὸν θεὸν βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγῶντα δὲ λυποῦνται, μηνίειν νομίζοντες. ἡ ἱστορία παρὰ Κλειτοφῶντι.

406. ἐρυγόντα ὡς φαγόντα· ἔστι γὰρ δευτέρου ἀορίστου, καὶ ὡς ἔφυγε φυγόντα, οὕτως ἤρυγεν ἐρυγόντα.

414. * οὕτως κατὰ γενικὴν παρΐσσοντος.

415. χρύσειοι σύνεχον ὅτι κατὰ τὴν τοῦ ζώματος ἐπιβολὴν πρὸς τὸν στατὸν θώρακα διπλοῦς ἦν ὁ θώραξ.

419. περισπαστέον τὴν οἷ· ἔστι γὰρ πρὸς ἑαυτόν.

[*](24. τὸν θεόν seclusit Muellerus. Milesiacorum scriptor memoratur τῶν addidit Bekkerus. ab Athenaeo.)[*](26. Κλειτοφῶντι] Κλείτῳ Mueller. 31. διπλοῦς Lehrsius Arist. p. Fragm. Hist. vol. 4 p. 368. non 122] καὶ διπλοῦς alio argumento quam quod Κλεῖτος)
208

424. ἀνέπαλτο ἀνεπήδησεν, ἀνήλατο. πῶς δὲ, φησὶ, τὸν Αἰνείαν οὐκ Ἀπόλλων ῥύεται, ἀλλὰ Ποσειδῶν; ψεῦδος ὁ ποιητὴς πάνυ ἐνδείκνυται ὡς ἡ ἄλλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα ἡ καὶ τοὺς διʼ ἔχθρας ὄντας.

426. * Ἀρίσταρχος οὐδʼ ἂν ἔτι δήν, διὰ τοῦ ἄν.

437. χειρότερος χέρειος, χερειότερος, συγκοπὴ καὶ πλεονασμὸς χειρότερος.

437. ὀξὺ άροιθεν συναφὴ ἐπὶ τὰς τελευταίας δύο λέξεις· ἓν γὰρ ἐξ ἀμφοτέρων δηλοῦται, τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν μέρος.

439. *ἐπὶ τὸ πνοιῇ βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.

440. ἦκα μάλα ψύξασα ὅτι ψύξασα, φυσήσασα τῷ ἑαυτῆς πνεύματι ἀπέστρεψε τὸ δόρυ.

443. τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος τὴν σφαγὴν Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ ἀπολογούμενος διὰ τοῦ ῥεῖα μάλʼ.

447. ἐν ἄλλοις ὁ στίχος οὗτος οὐ κεῖται.

451. *ὅτι ἀντὶ τοῦ ᾧ ἔοικας εὔχεσθαι παραγινόμενος εἰς πόλεμον.

452. περισπαστέον τὸν ἦ. ἔστι γὰρ βεβαιωτικὸς, ἴσος τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνως ἀναγνωστέον· ἔστι γὰρ ἐνεστὼς ἀντὶ μέλλοντος.