Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

489. *οἴη ὡς πρὸς τὰ προειρημένα ἄστρα, ἐπεὶ καὶ ἄλλα ἐστὶ μὴ δύνοντα.

ἀντὶ τοῦ μόνη οὐ δύνει εἰς τὸν Ὠκεανόν· αἱ γὰρ ἄρκτοι οὐ δύνουσιν οὖσαι ἐν τῷ ἀεὶ φανερῷ, αἵ εἰσιν ἀμφότεραι τοῦ ἀπʼ αὐτῶν καλουμένου πόλου ἀρκτικοῦ. μόνη οὖν δῆλον ὅτι τῶν κατηστερισμένων ἄμοιρός ἐστι τῶν Ὠκεανοῦ ῥείθρων καὶ οὐ καταδύεται, ἐπεί τοι καὶ ἄλλα τινά ἐστιν ἀειφανῆ, ὅσα ὁ ἀρκτικὸς ἀποτέμνεται κύκλος· ἔστι δὲ ἥ τε Κυνόσουρα καλουμένη ἄρκτος, καὶ ὁ διʼ ἀμφοτέρων τῶν ἄρκτων δράκων, καὶ ἡ χεὶρ τοῦ Βοώτου, μέρη τε τοῦ Κηφέως τὰ ἀπὸ ἰξύος ἕως ποδῶν.

490. τίνες δέ εἰσιν αἱ δύο πόλεις: Ἀγαλλίας ὁ Κερκυραῖος, ὁ Ἀριστοφάνει γνώριμος, εἶπε τὰς δύο πόλεις εἶναι Ἀθήνας καὶ Ἐλευσῖνα, κατασκευάζων οὕτως, τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις αἱ Ἀθῆναι, κατὰ δὲ τὴν φύσιν τῶν στοιχείων ὁ θεὸς τὴν πόλιν τειχοποιεῖ. ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους· ἐν Ἀθήναις γὰρ ταῦτα πρῶτον ἤχθη, αὐλούς τε ἐν τοῖς γάμοις εὗρεν Ἀθηνᾶ δίκην τε ἐν τῇ πόλει· παρὰ γὰρ Ἀθηναίοις πρῶτον ἐγένετο δικαστήριον ἐπὶ Ἁλιρροθίῳ τῷ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνησι μισθὸν λαμβάνουσι, καὶ διὰ τοῦτο λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ δύο τάλαντα. τὴν δὲ ἑτέραν πόλιν οὖσαν τὴν Ἐλευσῖνα· πόλεμον δὲ ἔσχον Ἀθηναῖοι πρὸς Ἐλευσῖνα, ὃν αὐτοῖς ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος. βοηθοί τε αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ, ὁ μὲν χάριν ἀποδιδοὺς ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ, ἡ δὲ ὅτι τῆς πόλεως ὡς οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος “εὐρεῖα τρίπολος” (542), ἐπείπερ Ἐλευσῖνι πρῶτον καρποὺς Δημήτηρ [*](4. ἀειφανῆ Bekkerus] ἀεὶ φανερόν 16. *ἄρκτος] ἡ ἄρκτος) [*](13. ἀρκτικοῦ] ἀρκτικαὶ 19. ὁ Ἀριστοφάνει. Bekkerus]όom.) [*](15. *ἐστιν] om. 30. μὲν Bekkerus] μὲν γὰρ)

173
ἔδωκεν, ἡ δὲ “ σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν” (561), ἐπὶ Ἰκαρίῳ καὶ Διονύσου πορείᾳ. ὁ δὲ ποικιλλόμενος χορὸς Ἀριάδνης καὶ Θησέως ἔχει πράξεις. ἴδιος δὲ καὶ ὁ τεχνίτης τῶν Ἀθηνῶν Ἥφαιστος· Ἐριχθονίῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι τῶν Ἀθηνῶν τὴν τοιαύτην κατασκευὴν παρεισήγαγε. τὸν δὲ Ἄρειον πάγον ἑρμηνεύει τὸν ἱερὸν κύκλον· οἱ δὲ δικασταὶ Ἀθηναῖοι.

διὰ ποίαν αἰτίαν μόνος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν; ῥητέον δὲ ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τοῦ κόσμου τὸ ῥεῦμα· φησὶ γὰρ “ Ὠκεανὸς, πᾶσα περίρρυτος ἐνδέδεται χθών.”

492. *ἐκ θαλάμων Ζηνόδοτος ἐ ς θαλάμους· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή.

*ὅτι ἡ ὑπό ἀντὶ τῆς μετά, μετὰ δᾴδων· Ἀρχίλοχος “ᾄδων ὑπʼ αὐλητῆρος.” καὶ πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ νυμφίοι τὰς νύμφας μετὰ δᾴδων παρελαμβάνοντο.

493. πολὺς δʼ ὑμέναιος ὀρώρει ἐξῆπτο, διεγήγερτο πλείστη γαμήλιος ᾠδή. τὸν δὲ ὑμέναιον ἐτυμολογοῦσιν οἱ μὲν ἀπὸ τοῦ ναίειν ὁμοῦ τὸν νυμφίον καὶ τὴν νύμφην, ἄλλοι δὲ φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. οἱ δὲ, ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλέων τὰς Ἀθήνας κατέλαβεν Ἀττικὰς παρθένους ἁρπαζομένας ὑπὸ Πελασγῶν τινῶν, αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο τοῦ μὴ βιασθῆναι, ἀποδιώξας τοὺς Πελασγούς. διὰ τοῦτο οὖν αἱ νομίμως γαμούμεναι, ὥσπερ ἐπικαλούμεναι αὐτὸν, ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν, ὃν ἐκάλουν ὑμέναιον.

495. * ὅτι ἐνθάδε μόνον καὶ ἐν τῇ Κ. (13) μέμνηται αὐλῶν.

496. * ὅτι θαύμαζον ἐθεῶντο, οὐκ ἐξεπλήττοντο.

497. ἐνείκεον ἐφιλονείκουν, ἠμφισβήτουν· δικαστήριον γὰρ εἰσάγει δύο τινῶν ἀνδρῶν, ὧν ὁ μὲν ἐγκαλούμενος ἐδόκει λύτρα ἀποδεδωκέναι ὑπὲρ τοῦ πεφονευμένου ἐπιτίμια, ὁ δὲ ἐγκαλῶν ἔλεγε μηδὲν εἰληφέναι· δύο δὲ τάλαντα χρυσίου κατέθεντο, ὥστε τὸν ἀποδείξαντα τὸ ἀληθὲς λαβεῖν ἀμφότερα. ποινῆς οὖν λέγει τῆς καλουμένης παρὰ τοῖς Ἀττικοῖς τῶν ὑποφονίων, ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν [*](2. Διονύσου Vill.] διονύσῳ 24. μόνον] μον, quod pro μέν) [*](5. τὸν δὲ Bekkerus] δὲ om. accepit Vill.) [*](6. Ἀθηναῖοι] ἀθην 25. θαύμαζον addidit Bekkerus.) [*](8. τὸ ῥεῦμα Bekkerus] τὸ om. 27. ἐγκαλούμενος Bekk.] εἰσκα-) [*](20. ἁρπαζομένας Vill.] ἀσπαζομέ- λούμενος) [*](31. ὑποφονίων] ὖ φωνίων)

174
ἀνῃρημένων οἱ ἀνελόντες· λέγεται δὲ καὶ κοινῶς πᾶσα ἀντέκτισις ποινή.

499. *ἀποφθιμένου παρὰ Ζηνοδότῳ ἀποκταμένου, καὶ ἐν ταῖς πλείσταις· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή.

*βραχὺ διασταλτέον ἐπὶ τὸ ἀποδοῦναι· ἐν γὰρ τῷ δήμῳ ἔλεγε πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι.

501. *ἐπὶ ἴστορι τὸ τέλος τῆς δίκης οἱ δικασταὶ ἐτίθεντο, ὥστε τὸν παρέχοντα μαρτυρίαν νικᾶν.

ἐπὶ ἴστορι μάρτυρι ἢ κριτῇ. ἀπὸ τοῦ εἴδω εἴσω ἴστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ Ϛ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ ἱστίον ἵστημι. ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ πρὸ τοῦ Ϛ μόνου δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται.

*ἑλέσθαι παρὰ Ζηνοδότῳ ἀρέσθαι.

502. *παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει ἀμφοτέρωθεν· ἡ Μασσαλιωτικὴ ἀμφοτέρωθεν ἐπίπνυον ἀμφὶς ἀρωγοί.

503. *ὅτι οἱ περιεστῶτες ἑκατέρωθεν προσεφθέγγοντο καὶ ὅτι τοῦτʼ ἔστι τῷ δήμῳ πιφαύσκων, φανερὸν ποιῶν τῷ ὄχλῳ.

505. σκῆπτρα ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἱ δικάζοντες σκῆπτρα ἐλάμβανον· καὶ ἐν Ὀδυσσείᾳ (2, 37) “στῆ δὲ μέσῃ ἀγορῇ. σκῆπτρον δέ οἱ ἔμβαλε χειρί.”

*ἠεροφώνων ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται. καὶ ἐν ἄλλῳ “φωνὴ δέ οἱ αἰθέρʼ ἵκανε” (Il. 15, 686).

506. ἤϊσσον ἤτοι ἐξώρμων σὺν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλῳ τόπῳ· ἢ ἀνιστάμενοι ἔφερον τὴν ψῆφον.

*κατέσειον ἐπὶ τὸ σιωπῆσαι.

ἀμοιβηδὶς δὲ δίκαζον ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντο, παρὰ μέρος τὸ ἓν πρᾶγμα δικάζοντες, καὶ ἕκαστος τὸ καθʼ ἑαυτὸν ἐν μέρει ἀπεφαίνετο. τὸ δὲ ἀμοιβηδίς κατʼ ὀξεῖαν τάσιν· εἴρηται δὲ περὶ τῶν εἰς δις ληγόντων ἐπιρρημάτων.

αἱ Ἀριστάρχου ἀμοιβηδόν ὡς κλαγγηδόν. κατὰ τάξιν τῆς ἡλικίας.

[*](3, 4, 16, 17 in marg. exter. 29. ἐπιρρημάτων Bekkerus] ῥη- propter spatii angustiam. μάτων)[*](15. ἐπίπνυον] ἐποίπνυον Cobetus. 30. αἱ Ἀριστάρχου in fine acholii)[*](17. πιφαύσκων] πιφράσκων habet, hoc vero loco ἀρίσταρχος.)[*](19. καὶ ἐν Vill.] ὃ ἐν Alterutrum delendum.)[*](23. ἄλλος Vill.] ἄλλο)
175

507. δύω χρυσοῖο τάλαντα ἤτοι τοσοῦτον δικαστικὸν ὑπισχνοῦντο. ἀλλ’ ἐπεὶ ἀπίθανόν ἐστιν, ἄμεινον κατʼ αὐτῶν κρινομένων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο τάλαντα ἐπιδοῦναι τῷ τὰ ἰθύντατα εἰπόντι.

509. δύω στρατοί ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον· πολιορκία γὰρ ἦν καὶ οὐ πεδιὰς ἡ μάχη. ἢ δύο στρατοὺς τὸν ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησίν.

510. δίχα δέ σφισιν ἥνδανε βουλή σημειοῦνταί τινες ὅτι οἱ ἐπιστρατεύσαντες πόλει τινὶ καὶ μετὰ σπονδῶν ἀπαλλασσόμενοι ἐλάμβανον παρὰ τῶν πολεμουμένων τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων.

512. κτῆσιν ὅσην πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους ἐπιμεριζόμενοι τὰ κτήματα.

513. *οἱ δ οἱ ἔνδον.

514. Παρμενίσκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες, ἐπεὶ σολοικοφανὲς, φησὶ, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπʼ ἄλλων μυρίων: “νεφέλη δέ μιν ἀμφιβέβηκε, τὸ μὲν οὔ ποτʼ ἐρωεῖ” (Od. 12, 75.) “νωμῆσαι βῶν, τό μοί ἐστιν” (Il. 7, 238.) οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες.

515. τὸ ἐφεσταότες πρὸς τὸ ἀνέρες. ἢ δύναται παραπλήσιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός θʼ” (Od.10, 513). “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης” (Il. 20, 138). διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς κατʼ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

*κατὰ κοινοῦ τὸ ῥύατο.