Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

441. * ἔν τισιν οὐ κεῖται.

444— 456. ἀθετοῦνται στίχοι ιγ΄, ὅτι συνήγαγέ τις τὰ διὰ πολλῶν εἰρημένα εἰς ἕνα τόπον, ὡς ἐκεῖνα (Il. 1, 366) “ᾠχόμεθ᾿ ἐς Θήβην ἱερὴν πόλιν.” διὰ δὲ τῶν ἑξῆς ἐπιδείκνυσιν ὅτι τε ὁ Πάτροκλος τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη. διὰ μέντοι τούτων οὐδὲν ἀναγκαῖον λέγεται. καὶ ψεῦδος περιέχουσιν· οὐ γὰρ ταῖς λιταῖς πεισθεὶς Ὀδυσσέως καὶ Αἴαντος ἐξέπεμψε τὸν Πάτροκλον, ἀλλʼ ὕστερον ἑκουσίως ὁ Πάτροκλος κατελεήσας τὴν φθορὰν τῶν Ἑλλήνων ἱκέτευσε δοθῆναι αὐτῷ τοῦ Ἀχιλλέως τὰ ὅπλα.

457. τοὔνεκα νῦν τὰ σά μετρίως πάνυ ὡς χάριν αἰτουμένη καὶ οὐκ ὀφειλομένην ἀπαιτοῦσα.

458. υἱεῖ ἐμʼ ὠκυμόρῳ οὐ διαλείπει τοῦτο προβαλλομένη, ὡς καὶ πρὸς τὸν Δία “τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετο” (Il. 1, 505). τὸ δὲ ἐμὠκυμόρῳ ἔξω τοῦ ι. συνεκτέθλιπται γὰρ τῷ ω τὸ ι.

460. ὃ γὰρ ἦν οἱ ὅτι ἀκαταλλήλως εἴρηκεν, ὃ γὰρ ἦν αὐτῷ, ἀντὶ τοῦ ὃν γὰρ εἶχεν· καὶ ὅτι οἱ ἠθετημένοι περισσοί. ὑποστικτέον δὲ μετὰ τὸ οἱ· τὸ γὰρ ὅ ἀντὶ ὑποτακτικοῦ κεῖται τοῦ ὅς· ὃς γὰρ ἦν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ ἑταῖρος· λείπει γὰρ τὸ τοῦτον, τῆς ἀναφορᾶς ἐπὶ τὸν θώρακα, οὐκ ἐπὶ τὸν Πάτροκλον οὔσης, ὡς ᾠήθησάν τινες.

461. ὅτι εἰ προειρήκει ὅτι Πάτροκλος ἀνῄρηται, οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν· καὶ ὅτι Τρωσίν ἀντὶ τοῦ ὑπὸ Τρώων. 464, 465. διασταλτέον ἐπὶ τὸ ἱκάνοι· τὸ γὰρ ὥς κυρίως κεῖται ἐπιφερόμενον. ὁ δὲ λόγος, εἴθε γὰρ αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι ὡς κάλλιστα όπλα ἕξει.

466. * παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει παρέξομαι.

[*](22. ἀκαταλλήλως Spitzner.] καταλ- 25. τοῦτον Friedl.] τοιοῦτον λήλως 30. ὥς] ὃς)[*](24. τοῦ] τὸ)[*](32. ἔξει Bekkerus] ἔχει)
168

467. θαυμάσσεται συμμέτρως τῇ ὑποσχέσει. περὶ μὲν γὰρ τῆς εὐεργεσίας Θέτιδος τοσαῦτα ἐξέτεινεν, αὔξων αὐτῆς τὴν εὐποιίαν· ὅτε δὲ εἰς τὴν ἀμοιβὴν ἦλθεν, ἣν αὐτὸς ἀποδίδωσι, μετρίως τὸν λόγον ἐποιήσατο.

470. * ὅτι τὸ πᾶσαι παρέλκει· διὸ ἡ διπλῆ.

471. διὰ τοῦ σ εὔπρηστον. τινὲς δὲ διὰ τοῦ κ, καὶ ἀκούουσι πρὸς πρᾶξιν εὐάρμοστον.

472. *παρέμμεναι εἰς τὸ παρεῖναι καὶ ἕτοιμοι εἶναι καὶ σπεύδοντι καὶ μή.

*ἄλλοτε δʼ αὖτε ἐλλείπει τὸ μὴ σπεύδοντι.

477. ῥαιστῆρα σφῦραν σιδηρᾶν, παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν ἐνεργεῖν.

*παρὰ Ζηνοδότῳ κρατερόν, διὰ τοῦ ο.

πυράγρην τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν, ὅ ἐστι λαμβάνειν.

478. σάκος διὰ τί μάχαιραν ὁ Ἥφαιστος οὐ κατασκευάζει; ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει· τὸ γὰρ σκεῦος εὔκτητον· τὸ δὲ δόρυ ὑπεξήρηται διʼ ἑτέραν αἰτίαν.

481. *ἕν ἐστι τὸ αὐτοῦ.

483. ἐν μέν ὅτι Ζηνόδοτος ἠθέτηκεν ἀπὸ τούτου τοῦ στίχου τὰ λοιπὰ, ἀρκεσθεὶς τῇ κεφαλαιώδει προεκθέσει. Ὅμηρος δὲ οὐκ ἂν προετραγῴδησεν τὰ κατὰ τὰς φύσας, εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι.

484. πλήθουσαν τὴν οἷον πεπληρωμένην καὶ ἐγκύμονα τοῦ ἡλιακοῦ φωτός· λέγει δὲ τὴν πανσέληνον. εἴρηται δὲ σελήνη οἱονεὶ σέλας νέον.

485. *τείρεα ὡς τείχεα.

*Ζηνόδοτος οὐρανὸν ἐστήρικται, Ἀρίσταρχος οὐρανὸν ἐστεφάνωκε.

486. Πληϊάδας ζ΄ ἀστέρες εἰσὶ κείμενοι ἐπὶ τῇ οὐρᾷ τοῦ ταύρου, μᾶλλον δὲ ἐπὶ τοῦ διχοτομήματος αὐτοῦ· ὁ γὰρ ταῦρος σῶος οὐκ ἀνηστέρισται, ἀλλʼ ἕως τῶν ἰσχίων. αὗται δέ εἰσιν Ἄτλαντος καὶ Πληϊόνης θυγατέρες, ὧν τὰ ὀνόματα Μαῖα, Ταϋγέτη, Κελαινὼ, [*](6. διὰ τοῦ κ] I. e. εὔπρηκτον τείρεα 19. ἕν] I. e. αὐτοῦ, non αὖ τοῦ 31. *διχοτομήματος] χοτομήματος 27. τείρεα: ὡς τείχεα] ὡς τείχεα)

169
Μερόπη, Ἠλέκτρα, Στερόπη, Ἀλκυόνη. Ἄτλας δὲ εἷς τῶν Γιγάντων μιγεὶς Πληϊόνῃ τῇ·Ὠκεανοῦ ἔσχε θυγατέρας ζ΄, αἳ τὴν παρθενείαν ἀγαπήσασαι συνεκυνήγουν τῇ Ἀρτέμιδι. θεασάμενος δὲ Ὠρίων ἠράσθη, καὶ ἐδίωκεν αὐτὰς μιγῆναι βουλόμενος. αἱ δὲ περικατάληπτοι γενόμεναι θεοῖς ηὔξαντο μεταβαλεῖν τὴν φύσιν· Ζεὺς δὲ ἐλεήσας αὐτὰς καὶ διὰ τῶν ἄρκτων κατηστέρισεν. ὠνομάσθησαν δὲ Πληιάδες ἀπὸ Πληιόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν, οὐ βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσασθαι διὰ τὸ κτίσμα εἶναι τῶν ἀπογόνων, καταλιπεῖν τὸν τόπον οὗ κατηστέριστο· διόπερ οὔσας πρότερον ζ΄ γενέσθαι Ϛ΄. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.

‘Υάδας οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ζ΄ ἀστέρες κείμενοι. καλοῦνται δὲ ῾ Υάδες ἤτοι διὰ τὴν πρὸς τὸ Υ στοιχεῖον ὁμοιότητα, ἢ ἐπειδὴ αἴτιοι ὄμβρων καὶ ὑετῶν καθίστανται.

Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι Νύμφαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐδώρῃ, Διώνῃ, Αἰσύλῃ, Πολυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον· ἐκείνας δὲ ὁ Ζεὺς ἐλεήσας κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδει.

τὰς μὲν κατηστερισμένας ἐν τῷ μετώπῳ τοῦ ταύρου Ὑάδας φασὶν εἰρῆσθαι, τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς Πληϊάδας καλεῖσθαι. Ἄτλαντος γὰρ τοῦ Ἰαπετοῦ καὶ Αἴθρας τῆς Ὠκεανοῦ, καθά φησι Τίμαιος, θυγατέρες δώδεκαὶ υἱὸς Ὕας. τοῦτον ἐν Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει· καὶ αἱ μὲν έ τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, τὰς δὲ λοιπὰς διʼ οἶκτον καταστερίσας Ζεὺς Ὑάδας ἐπωνόμασεν ἐπωνυμίᾳ τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους ζ΄ βραδέως μὲν, πλὴν ἀποθανοῦσαι Πληϊάδες εἴρηνται. Φερεκύδης δὲ, καθὰ προείρηται, τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου τροφοὺς, ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰνοῖ διὰ τὸν Ἥρας φόβον, καθʼ ὃν καιρὸν αὐτὰς καὶ Λυκοῦργος ἐδίωξεν. τῶν δὲ Πληϊάδων οὐσῶν ἑπτὰ πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ ἐστιν, ὡς μὲν Ἄρατος [*](23. * Ἄτλαντος γὰρ τοῦ] ἄτλαντα) [*](4. *αὐτὰς] om.) [*](7. *ἀπὸ] om. γὰρ τὸν) [*](*οὐ] om. Αἴθρας Eust. p. 1211,13] αἰθέρας) [*](8. *εἶναι] om. 24. *Ὕας—κυνηγετοῦντα] υἵας (et) [*](16. *περιήεσαν] περίεσαν infra υἱάδας) κυνηγοῦντα)

170
ἐν τῷ πρὸς Θεόπροπον ἐπικηδείῳ φησὶν, Τροίας πορθουμένης τὴν Δαρδάνου μητέρα Ἠλέκτραν, μίαν οὖσαν τῶν Πλειάδων, φυγεῖν τε τὴν τῶν ἀδελφῶν σύνοδον καὶ τὰς κόμας λύσασαν ἐνίοτε κομήτην ἀστέρα φαίνεσθαι. φησὶ δὲ καὶ Ἑλλάνικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντικῶν τὰς μὲν Ϛ΄ θεοῖς συνελθεῖν, Ταϋγέτην Διὶ, ὧν γενέσθαι Λακεδαίμονα, Μαῖαν Διὶ. ἀφʼ ἇν Ἑρμῆς, Ἠλέκτραν Διὶ, ὧν Δάρδανος, Ἀλκυόνην Ποσειδῶνι, ὧν ῾ Υριεὺς, Στερόπην Ἄρει, ὧν Οἰνόμαος· Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν συγγενέσθαι, ὧν Λύκος· Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος· διὸ καὶ ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἴρηνται ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν ἀστέρων θέσεως (τῷ γὰρ στοιχείῳ παραπλήσιόν ἐστιν), ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πλειάδες ἤτοι ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης, ἢ ὅτι πλείους ὁμοῦ κατὰ μίαν συναγωγήν εἰσι (βότρυν γὰρ αὐτὰς λέγουσιν)· ἢ ὅτι πλείους μὲν καὶ ζ΄ εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν· ἢ πλησιάδες (πλησίον γὰρ κεῖνται)· ἢ ὅτι πλείους διʼ αὐτῶν αἱ τῶν ὡρῶν ἐπισημασίαι· ἢ ὅτι πλειῶνος, ὅ ἐστιν ἐνιαυτοῦ, σημαντικαί· χειμῶνα γὰρ καὶ θέρος διορίζουσιν, καθὸ ἐπιφέρονται, καὶ διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑῴας ἐπιτολὰς πρὸς θέρος καὶ τὰς ἑσπερίους πρὸς ἄροτον, ὡς Ἡσίοδος “Πληϊάδων Ἀτληγενέων ἐπιτελλομενάων ἄρχεσθʼ ἀμήτοιο, ἀρότοιο δὲ δυσομενάων” (Ο. 381). τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς καταστερισθῆναί φησιν ὁ Αἰσχύλος. Πληϊάδων δὲ ἀνατολὴ ἑῴα ἡλίου ὄντος ἐν διδύμοις, δύσις δὲ ἑῴα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν σκορπίῳ· ταύρου δὲ ὄντος ἡλίῳ κατὰ τὸ εἰκὸς ἑκατέρωθεν ἐπίφασις γίνεται. καὶ γὰρ τὸν προανατέλλοντα κριὸν ἐπὶ ε΄ ἡμέρας προκαταλάμπει κατʼ ἀρχὰς ἐγγὺς ὢν αὐτοῦ, καὶ τοὺς προανατέλλοντας διδύμους ἐπʼ ἄλλας [*](2. *Δαρδάνου] δαν ποσειδῶνι, κελαινὼ ποσειδῶνι ὦν λύκ) [*](4. τῶν Ἀτλαντικῶν] Sic A: in στεροπὴν ἄρει ὃν οἰνόμαον, μερόπην schol. ed. Rom. τῶν Ἀτλαντιδῶν, 14. *πλείους μὲν] μἐν πλείους quod alludit ad scripturam Ἀτλαν- 16. πλησιάδες Bekk.] πλησιάδας τίδος ap. schol. Eur. Phoen. 162 20. ἄροτον] ἄροτρον et mox vel Ἀτλαντιάδι apud Harpocr. s. v. ἀρότροιο Ὁμηρίδαι, de qua dixit Valcken. in 23. ὁ Αἰσχύλος] Fragm. 298. annot. ad schol. Euripidis: sed *Πληϊάδων] πλειάδων Ἀτλαντικά apud alios, ab Muellero *ἀνατολὴ ἑῴα] ἀνατολὴν ἑῴαν indicatos Fragm. Hist. vol. 1 p. 24. *ἐν] om. 25. *ἑκατέρωθεν] ἑκατέρωθι) [*](7 Ἀλκυόνην—Μερόπην] ἀλκυόνην)
171
ἡμέρας έ, ὥσπερ τὸ ἔν τινι καιόμενον πῦρ θέρμης ἀπόρροιαν ἔχει βραχεῖαν καὶ πρὸς τοὺς ἑκατέρωθεν. διὰ τοῦτο καὶ Ἡσίοδος ἔφη “αἱ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται” (O. 383), διότι καταυγάζονται.

σθένος Ὠρίωνος περιφραστικῶς τὸν Ὠρίωνα. ὁ δὲ Ὠρίων ἐστὶν ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως, Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, φιλοξενώτατος δὲ γενόμενος ὑπεδέξατό ποτε καὶ θεοὺς. Ζεὺς γὰρ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ, καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν τι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν ἠτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν, καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς, ἔπειτα δὲ κατʼ εὐφημισμὸν Ὠρίων. συγκυνηγετῶν δὲ οὗτος Ἀρτέμιδι ἐπεχείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν· διὸ τοῦ σκορπίου ἀνατέλλοντος Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι.

487. εἰς ἰδιότητα ἄμαξαν ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλοιφὴ οὕτως εὑρέθη “τιλλέσθην ἐπʼ ἄμαξαν” (Il. 24, 711). καὶ “οἱ δʼ ὑπʼ ἀμάξῃσιν” (782), ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρʼ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος, καθημαξευμένα.

ἄρκτοι δύο δείκνυνται ἐν τῷ Βορείῳ κλίματι, αὕτη τε ἡ μεγάλη, ἡ καλουμένη καὶ ἅμαξα διὰ τὸ εἰς ἁμάξης τύπον κατηστερίσθαι, καὶ ἡ ἐγγὺς ἐκείνης, ἡ μικρὰ, ἡ Κυνόσουρα καλουμένη διὰ τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμένην τὴν οὐρὰν, ἧς Ὅμηρος οὐ μέμνηται ὡς ὕστερον εὑρεθείσης ὑπὸ Θαλοῦ τοῦ Μιλησίου, ἑνὸς τῶν ζ΄ σοφῶν.

Ζεὺς Καλλιστοῦς τῆς Λυκάονος ἐρασθεὶς ἐμίσγετο αὐτῇ λανθάνων [*](16. *δὲ] om. 22. ἄμαξαν” καὶ “οἱ] ἄμαξαι καὶ αἱ) [*](20. Εὐφορίωνι] *φερεκύδῃ: v. 31. *οὐ] om. Valcken. Opusc. vol. 2 p. 121. 32. Θαλοῦ] θάλους)

172
Ἥραν. ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλεν αὐτὴν εἰς ἄρκτον, καὶ ὡς θηρίον Ἀρτέμιδι προσέταξε τοξεῦσαι. Ζεὺς δὲ εἰς οὐρανὸν αὐτὴν ἀναγαγὼν πρώτην κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

488. ἥ τʼ αὐτοῦ ἥτις περὶ τὸν ἀρκτικὸν καὶ ἀειφανῆ καλούμενον κύκλον ἤτοι πόλον στρέφεται, καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα, νεύουσα εἰς αὐτὸν ὡς κυνηγέτην· βλέπει γὰρ ἡ μεγάλη ἄρκτος πρὸς τὸ τοῦ Ὠρίωνος ἄστρον. πόλοι δὲ καλοῦνται τὰ ἄκρα τοῦ ἄξονος περὶ ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος.