Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

386. οὔτι ἀντὶ τοῦ οὐδαμῶς. ἐν ἤθει δὲ, ὥς φαμεν τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι.

392. ὧδε ὅτι τὸ ὧδε οὕτως ὡς ἔχεις, οὐδὲν ὑπερθέμενος. καὶ ἐν Ὀδυσσείᾳ (6, 218) “ἀμφίσταθʼ οὕτως.”

σεῖο χατίζει διὰ τὸ μὴ θαμίζειν ἐστόχασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων δὲ πρὸς τοῦτο γενόμενός φησι “Πλάτων νύ τι σεῖο χατίζει.”

394. ἦ ῥά νύ μοι χρηστὸν τὸ ἦθος· ἣν γὰρ μήπω οἶδεν ἀκούσας, ἐνδείκνυται τὴν προθυμίαν. ὥσπερ πρὸ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν, ἀναπεφώνηκεν εἰλημμένος ὧν ἤθελεν.

399. Εὐρυνόμη θυγάτηρ ἡδέως τῇ ἐπαναλήψει τοῦ ὀνόματος καὶ ἐπὶ τῆς ἀπουσίας ἐνδεικνύμενος τῇ Θέτιδι ὡς οὐ διὰ παρουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος.

400. τῇσι παῤ εἰνάετες ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον δὲ διὰ τὴν συναλοιφήν. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης δαίδαλα πάντα.

401. ἕλικας ἤτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἢ κόσμος ἀπὸ τῶν ὅρμων ἐξηρτημένος.

κάλυκας ἐμφερῆ ῥόδοις· οἱ δὲ δακτυλίους· οἱ δὲ ἐνώτια· οἱ δὲ χρυσᾶς σύριγγας, αἳ τοὺς. πλοκάμους περιέχουσιν, ὥς φησιν “οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52).

404. * οὕτως ᾔδεεν. γράφεται δὲ καὶ ᾔδειν.

407. * μετὰ τοῦ ι τὸ ζωάγρια ὁ Ἀρίσταρχος.

410. πέλωρα λέγουσι τὰ παρηλλαγμένα· ὁ δὲ Ἥφαιστος ἀμφιγυήεις. αἴητον δὲ μέγα· καὶ ἐπέγκειται τὸ ι· “θάρσος ἄητον ἔχουσα” (Il. 21, 395.)

πέλωρ αἴητον ὁ Ἀσκαλωνίτης προπαροξύνει, ἐκδεχόμενος πλεονασμὸν τοῦ ι παρὰ τὸ “θάρσος ἄητον ἔχουσα,” οἷον ταχὺ καὶ κινητικόν. [*](de hoc usu nominativi ab libra- quod est in Ven. A., et βοῶπις, riis saepe obliterato dixit Cobetus quod est in plerisque. Mnem. nov. vol. 3 p. 273. Simi- 4. ἀμφίσταθʼ οὕτως] Corrupte pro liter supra 15, 49. εἰ μὲν δὴ σύ γʼ ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν. ἔπειτα βοῶπι πότνια Ἥρη veram 6. Πλάτων] Vid. Diog. L. 3, 6. scripturam annotavit scholiasta 8. οἷδεν Cobetus] ΐδεν Ἀριστοφάνης μετὰ τοῦ σ βοῶπις, καὶ 10. ὦν Bekkerus] ὃν ἔστιν εὐφραδέστερον. Libri et hic 15. z. καὶ Ἀ. δ. π. in marg. et 18, 357. variant inter βοῶπι, inter.)

166
Πρωτέας δὲ τῷ ώρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶς δυνατὸν τρίτην ἀπὸ τέλους ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶς κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ· φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἔτος, ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει ὡς “ἐτὰ Τημένιδος χρύσεον γένος,” καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς “οὐκ ἐτός” ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτὸν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον· οὕτως ἄητον.

411. *δασύνεται τὸ ἁραιαί.

413. λάρνακα ὅτι λάρνακα τὴν κιβωτόν· νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτός. καὶ ὅτι ἐπονεῖτο ἀντὶ τοῦ ἐνήργει.

416. ὅτι οὐ παρέλκει τὸ παχύ, ἀλλὰ πρὸς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον, περὶ οὗ φησὶ “πέλωρ αἴητον ἀνέστη” (410). ὡς καὶ τὸ “στησαμένη μέγαν ἱστόν” (Od. 2, 94).

421. ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος, ἀλλὰ διὰ τὴν χωλότητα φθειρόμενος.

424. παρὰ Ζηνοδότῳ ἡμέτερόνδε, καὶ Θέτις τανύπεπλος ἱκάνεις.

426. *ἄνωγεν ἐν ἄλλῳ ἀνώγει.

428. Θέτις κατὰ δάκρυ χέουσα περιπαθές ἐστι τὸ τῆς θεοῦ πρόσωπον· τρεῖς γὰρ θεοὺς εὐεργετήσασα, τὰς ἀμοιβὰς εἰς τὸν παῖδα εὑρίσκεται παῤ αὐτῶν λαμβάνουσα κατατιθεμένη. τὸ δὲ δακρύειν πρὸς πάθος αὐτῇ συμβάλλεται.

433. *ἐπὶ τὸ εὐνήν βραχὺ διασταλτέον.

434. οὐκ ἐθέλουσα οὐχ ὅτι μετεβάλλετο, ἀλλὰ προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν σύζευξιν.

[*](1. Πρωτέας δὲ] ἐν ἴσῳ addit Τημενίδος χρύσεον γένος.” Sunt verba Lehrsius. poetae ignoti. De Τημενίδος (nam)[*](7. ὡς “ἐτὰ] ωετά hic rectus accentus est) nomine “ἐτὰ Τημένιδος χρύσεον γένος”] nihil aliunde constat. De nomini- Verba ab Vill. et Bekkero omissa bus cognatis dictum est in Thes. lucem accipiunt ab Ioanne Alex. vol. 7 p. 2146 Τον. παραγγ. p. 29, 8. ἀπὸ τοῦ ἐτός 9. ἄετον] ἄατον πάλιν ὀξυτόνου ἐτά ὀξυτόνως, ὡς “ἐτὰ)
167

435. στικτέον ἐπὶ τὸ νῦν, καὶ ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα, υἱὸν ἐπεί μοι δῶκεν, ὡς κἀκεῖ “κούρην ἣν ἄρα μοι” (Il. 16, 56). ὁ δὲ λόγος, ἄλλα δέ μοι νῦν ἔστι, λείποντος τοῦ ῥήματος.

438. τὸν μὲν ἐγώ ὅτι καθʼ Ὅμηρον ἡ Θέτις ἔθρεψε τὸν Ἀχιλλέα, οὐ Χείρων, ὡς οἱ νεώτεροι.