Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

273. *πιθώμεθα ἐν ἄλλῳ πιθοίμεθα.

ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ πιθώμεθα, ἢ κατὰ τὸ τέλος τοῦ στίχου· καὶ λόγον ἔχει ἀμφότερα.

274. νύκτα μέν τὴν νύκτα κατισχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ. ἄλλως. ὃ λέγει, τοιοῦτόν ἐστιν· διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς ἀνὰ τῆς πόλεως φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ ἡμεῖς πολεμήσομεν.

πρὸς τὸ σημαινόμενον, ὅτι ἔστι βουλευσόμεθα, τῇ βουλῇ κρατήσομεν.

279. * στικτέον ἐπὶ τὸ μάχεσθαι.

[*](33. τῇ] ἐν τῇ Lehrsius.)
161

281. ἠλασκάζων περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ἀνύων ὁδὸν, ἄλλως δὲ μεθʼ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμενος. ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων.

283. ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον, πρότερον αὐτὸν οἱ κύνες κατέδονται ἢ ἐκπέρσει. καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος, ὥσπερ οὐδʼ ἐπʼ ἐκείνου “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1, 29). στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει· ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται.

285. Πουλυδάμα ἔδει σὺν τῷ ν Πουλυδάμαν. τοιοῦτο δὲ καὶ τὸ Λαοδάμα, παρὰ τὸν ὀρθὸν λόγον.

286. ὁ μὲν φυλάσσειν τὴν πόλιν ἔφη· ὁ δὲ δεινοτέρῳ ὀνόματι τὸν λόγον ἐξεφαύλισε, προσθεὶς τὸ ἀλήμεναι.

287. * ὅτι Ζηνόδοτος γράφει κεκόρησθον, συγχέων τὸ δυϊκόν.

290. * ἐπειδὴ ἀπόλωλε τὰ τῆς πόλεως χρήματα, ἀφειδεῖν χρὴ καὶ τῶν σωμάτων.

291. ὅτι ἑτέρα ἡ Φρυγία παρὰ τὴν Τροίαν, καὶ ὅτι ἐλλείπει ἡ εἰς, ἵν᾿ ᾖ εἰς Φρυγίην.

292. κτήματα περνάμενʼ ἵκει Φρυγῶν καὶ Μῃόνων ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντὶ τούτων ἀντιφορτιζομένων, τῶν πολεμίων ἀπαγόντων καὶ πωλούντων, ἢ αὐτῶν τῶν Τρώων, ἵνα χρήματα λαμβάνωσι πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμμάχοις, οἷον ὁ Ἕκτωρ ἔφη “τὰ φρονέων δῶρα κατατρύχων” (Il. 17, 225).

298. *ἐν τελέεσσι ὅτι ἀντὶ τοῦ μὴ λύσαντες τὰς τάξεις.

300. ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει εἴ τις εὐλαβεῖται μὴ ἀπολέσῃ τὰ ἴδια κτήματα, μερισάτω αὐτὰ τοῖς Τρωσίν. πρὸς Πουλυδάμαντα δὲ, ὡς ἵνα φυλάσσηται τὰ κτήματα, συνεβούλευεν ἀπὸ τοῦ τείχους ἀμύνεσθαι.

τῶν Τρώων ὅστις ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασιν ὡς μέλλων ἀπολεῖν αὐτὰ ὑπὸ πολεμίων (τοῦτο γὰρ ἐλλεῖπον προσυπακούεται), συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις· βέλτιον γάρ ἐστιν ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Ἕκτωρ, ἵνα σώζηται αὐτῷ τὰ χρήματα.

ἄλλως. τοῦτο καὶ στρατηγήματός τινος ἔχεται· ὑποπτεύσας γὰρ [*](2. μεθʼ ἑλιγμοῦ] μετʼ ἑλιγμοῦ 5. ἐλλιπὴς] ἐλλειπὴς 29. ἀπολεῖν Vill.] ἀπολύειν)

162
τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον διὰ τὸ μὴ ἔχειν τοὺς τηρήσοντας τὰ χρήματα, φησὶ δεῖν διανέμειν τῷ πλήθει αὐτά.

308. * στικτέον ἐπὶ τὸ στήσομαι.

ἤ κε φέρῃσι πρὸς τὸ παράδοξον ἀντέθηκεν· ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν Ἕκτορα, προσθεὶς τὸ τῆς ἀδηλίας παρεμυθήσατο τὴν ἀπιστίαν.

309. ξυνὸς Ἐνυάλιος κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα. ὅμοιον δὲ τῷ “ἐπιμὶξ δέ τε μαίνεται Ἄρης” (Od. 11, 537).

310. ἐπὶ δὲ Τρῶες κελάδησαν πολλὰ ἦν τὰ συναναγκάζοντα πείθεσθαι τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρικὴ, δεύτερον δὲ τὰ χρήματα ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεὶλεν.

314. αὐτὰρ Ἀχαιοί ὅρα τὰς μεταβάσεις ὡς ποικίλαι, ποτὲ μὲν ἐν τοῖς ἔργοις, ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ· νῦν δὲ καὶ ἐφ᾿ ἑνὶ εἴδει, τῷ θρήνῳ.

317. χεῖρας ἀμφίβολον πότερον τὰς ἑαυτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλλεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον.

*διὰ τοῦ ἅπασαι, ἀνδροφόνους.

318. ὥστε λῖς ἠϋγένειος ἐμπείρως πάνυ· αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον, οἱ δὲ ἄρσενες χαίτην. νῦν δʼ ἐπὶ θηλείας· ἄρσην γὰρ οὐ σκυμναγωγεῖ. τὸ δὲ λέαινα νεώτερον ὄνομα.

319. σκύμνους σκύμνος ὡς ὕμνος εἰς ἰδιότητα ἀνεγνώσθη· τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης πρὸς διαφοράν. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ν, βαρύνεσθαι θέλει, ὕμνος κύκνος λύχνος Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. ἡ διπλῆ δὲ, ὅτι οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί.