Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

172. τῶν ὅσσοι Λυκίην μεμείωκε τὴν ἔμφασιν, καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος.

173. παρὰ Ζηνοδότῳ νῦν δέ σε, ἔξω τοῦ υ. ὅτι νῦν μὲν ὀρθῶς ἔχει, ἐν δὲ τῇ Ξ (95) κακῶς ἐντεῦθεν μετενήνεκται.

174. μέ φῃς ἀξιοῖ ὁ Ἀσκαλωνίτης ἀναγινώσκειν δισυλλάβως ἐπὶ ἀορίστου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοσυλλάβως ἐπὶ ἐνεστῶτος χρόνου. διὸ καὶ σὺν τῷ ι γράφεσθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ συγκατατίθεμαι. διὸ ἐν τῇ συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου.

176. *αἰγιόχοιο γράφεται ἠέ περ ἀνδρός.

178. *παρὰ Ἀριστοφάνει τότε δʼ αὐτός.

ὅτι ἀκαταλλήλως καὶ ἰδίως ἐπενήνοχε τὸ ὅτε δʼ αὐτός· ἔδει γὰρ ἢ οὕτως εἰπεῖν, τότε δʼ αὐτὸς ἐποτρύνει, ἢ προσληπτέον ἔξωθεν τὸ ἔστιν, ὥστε γίνεσθαι τὸ πλῆρες ἔστι δʼ ὅτε καὶ αὐτὸς ἐποτρύνει μάχεσθαι.

186. ὄφῤ ἂν ἐγὼν προσεδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοὺς λόγους καὶ κινηθέντα ἐπὶ τῷ πράγματι, οἷς αὐτὸς ἐπηγγείλατο, ἐμμένειν. ὁ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέληκε δὲ τῶν ὀνειδῶν, περὶ δὲ τὸ κοσμεῖσθαι γίνεται.

οὗτος ἀλαζονεύεται μηδὲν ἀξιόλογον δεδρακώς· διὸ ἐπιμελῶς [*](1. διὰ Bekkerus] σὺ ἐνεστῶτος ἂν (ἀντὶ τοῦ Cobetus) λέ-) [*](3. αἰκία Vill.] οἰκείᾳ γεις καὶ τὸ ῗ) [*](12. μεμείωκε] ἀθετεῖται (ab Ari- 28. *αὐτὸν] om. starcho) ὅτι μεμείωκε Cobetus. 30. * ἐμμένειν] μένειν) [*](17. In marg. inter. οῦτως ἐπὶ *αὐτὸς] om.)

134
χαρακτηρίζει τοὺς βαρβάρους, τοιούτους παραδιδούς. ἐνταῦθα μὲν οὖν ὀρθῶς ἔχει τὰ λεγόμενα, ἀνωτέρω δὲ οὐκέτι· αὐτὸς γὰρ ἦν Ὅμηρος ἱστορῶν “ Ἕκτωρ μὲν Πατρόκλοιο ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, ἕλχ᾿ ἵν᾿ ἀπʼ ὤμοιιν” (126).

189. τὸ ἑξῆς ἐστὶ “θέων ἐκίχανεν ἑταίρους, ὦκα μάλα κραιπνοῖσι ποσὶ μετασπών.” τουτέστι μετελθὼν αὐτοὺς, ἀπὸ τοῦ σπέσθαι καὶ ἕπεσθαι, μετʼ αὐτοὺς ἀκολουθήσας.

190. *βραχὺ διασταλτέον ἐπὶ τὸ μάλα, τῆλε.

οὔπω τῆλε αὕτη αἰτία ἀποδέδοται τοῦ ὦκα αὐτοὺς κατειλῆφθαι· οὔπω γὰρ ἦσαν τῆλε αὐτοῦ καὶ μακρὰν κεχωρισμένοι.

μετασπών ὡς καταλαβών· ἔστι γὰρ δεύτερος ἀόριστος. οὐδεμία δὲ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, ὅτι μὴ μόνη ἡ ἀέκων, περὶ ἧς ζητοῦμεν.

191. οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα ἑάλωκεν οὗτος τῷ ἐξαιρέτῳ τῶν ὅπλων κάλλει, καὶ νυνὶ μετὰ πάσης σπουδῆς ἐπείγεται καταλαβεῖν τοὺς φέροντας, μὴ φθάσωσιν εἰς τὴν πόλιν πορευθέντες. μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας.

*Πηλείδαο ἐν ἄλλῳ Πηλείωνος.

193. * ὅτι θηλυκῶς εἶπε τὴν Ἴλιον.

197. γηράς ὅτι οὕτως εἰώθασι σχηματίζειν, ἀντὶ τοῦ γηράσας. περιπαθὲς δὲ τὸ δυστυχέστερον εὑρίσκεσθαι τοῦ πατρὸς τὸν υἱόν.

201. ζητεῖ ὁ Ἡρωδιανὸς ἐν τῷ α΄ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου περὶ τοῦ ἆ δειλʼ, πῶς δεῖ τονίζειν αὐτὸ, καί φησι, πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐστὶ τὸ τῆς ἀναγνώσεως, ἆ δειλʼ οὐδέ τί τοι θάνατος, ἢ ἆ δεῖλʼ οὐδέ τι τοι θάνατος. τὸ γὰρ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γὰρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει “ἆ δειλὼ, τί νυ δάκρυ κατείβετον;” (Od. 21, 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρά γε οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας, περιγέγραπται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιστάμενοι ἀναγνῶμεν· ἕν ἐστιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς ἐπὶ τέλους.

[*](14. ἑάλωκεν] θάλωκεν εὐτυχέστερον)[*](20. οὕτως εἰώθασι σχηματίζειν] 22. τῷ περὶ Lehrsius] τοῦ περὶ Haec delet Friedl. 27. δειλὼ—δάκρυ κατείβετον] δει-)[*](21. δυστυχέστερον Bekkerus] λοὶ—δάκρυα κατείβεται)
135

ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὅντα. ὁπότε οὖν παρεισῆκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζονείαν, διδάσκει Ὅμηρος καθʼ αὑτὸν ἕκαστον φρονεῖν καὶ μὴ τὰ μείζονα τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι.

ἡ διπλῆ, ὅτι οὕτως εἴρηκε καταθύμιος, ἀντὶ τοῦ κατὰ ψυχήν ἐστιν, οὐ μεριμνᾷς περὶ τοῦ θανάτου. ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον τὸ ἀρεστόν.

202. οὐχ οὕτως παρείληπται ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ τάσσομεν διστακτικῶς τὸ σχεδόν, ἀλλʼ ἀντὶ τοῦ ἐγγύς. αἱ δὲ Ἀριστάρχου ὃς δή τοι σχεδὸν εἶσι.

204. ἐνηέα τὸν προσηνῆ, τὸν ἐναντίον τῷ ἀπηνεῖ. ὁ Ζωΐλος τὸ ἐν τῇ Ὀδυσσείᾳ (8, 200) “χαίρων οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι” ὡς ὄνομα ὑπέλαβεν.

205. ἰδοὺ καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὅπλα, αὐτῷ δὲ ἐπιτιμᾷ ὁ Ἀρίσταρχος.

ἄλλως. ἐπεὶ μὴ ἀνελὼν τὸν Πάτροκλον τὰ ὅπλα φορεῖ.

207. τῶν ποινὴν εἰ καὶ ἔμελλέ τις τῶν ἀκουόντων ὀργισθήσεσθαι καὶ ἀγανακτήσειν ἐπὶ τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς ὅπλοις, μαθὼν δὲ ὅτι καὶ οὐκ ἐπὶ πολὺ φορέσει, κἂν ἠλέησε τὸν Ἕκτορα.

208. δέξεται καὶ τοῦτο ἠθικὸν, ὅτι οὐ φθάσει πρὸς τοὺς οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις, οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ.

211. ὅτι ἐπιθετικῶς ἀπὸ τῆς Ἐνυοῦς πολεμικῆς οὔσης ὁ Ἄρης Ἐνυάλιος, ὡς καὶ Ἀρήϊός τις ἀπὸ τοῦ Ἄρεως· οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν, οὐδὲ ὡς Ἀττικοὶ διαφέροντα τοῦ Ἄρεως θεόν τινα.

214. αἱ κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος, καὶ ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν στίχον. ἡ δὲ Ἀριστάρχειος διόρθωσις κατὰ δοτικὴν ἔχει μεγαθύμῳ Πηλείωνι· ᾗ ἀκόλουθόν ἐστι βραχὺ διαστέλλειν ἐπὶ τὸ λαμπόμενος.

*οὕτως Ἀρίσταρχος κατὰ δοτικήν· ἄλλοι δὲ μεγαθύμου Πηλείωνος.

*τεύχεσι δὲ λαμπόμενος Πηλείωνος ἰνδάλλετο πᾶσιν αὐτῷ.

[*](9. In marg. inter. Ἀρίσταρχος 148, 22 et alibi.)[*](15. αὐτῷ δὲ ἐπιτιμᾷ ViIl.] ἄνω δὲ εἶσιν)[*](11. τὸν ἐναντίον Cobetus] τῶν ἐναν- ἐπιτιμᾶν)[*](24. ὡς Ἀττικοὶ Lehrsius] Ἀττικοὶ τίων Ζωΐλος] Σηνόδοτος Cobetus. In ὡς, οἱ δἐ Ἀττικοὶ ὡς Cobetus. A falso accentu Ζώϊλος hic et P.)
136

215. Ζηνόδοτος ὄτρυνεν.

ἀκόλουθον ἦν ὡπλισμένον πολεμεῖν, καὶ τοῦτο δὴ ἀκόλουθον τῇ τοῦ Ἕκτορος ἀλαζονείᾳ, πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ.