Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

133. *οὕτω χωρίς τοῦ ι ἑστήκει.

[*](1. ὅτι ἔοικε παρεπιτιμῶντι ὁ 6, 1. γενόμενοι δὲ ἐξαίφνης οἱ παῖδες Ἀρίσταρχος τῷ Ὁμήρῳ] Verba ex τέλειοι ἐπὶ τὴν ἐκδικίαν τοῦ πατρὸς alio scholio perdito (fortasse Por- ἐξῄεσαν. Chrito 7, 1 p. 153, 3. phvrii) inepte illata, ut monuit ὃν γὰρ διανοῇ (τρόπον θανάτου) φέρει Lehrsius in Aristarcho p. 15 (17). μέν τινα φθόνον βασιλεῖ—οὐ μεγιάλην Nam Aristonicum hoc potius dix- δὲ ἐκδικίαν ὧν πεπόνθαμεν. Inscr. isse videri ἡ διπλῆ πρὸς τὸ δοκοῦν ap. Boeckh. vol. 1 p. 428, 43. μάχεσθαι, ut ad 6, 265. 11, 51. ἐκδικία γένοιτο. Quibus quartus ac-)[*](3. οὕτως] πρώτως Friedlaende- cedit testis scholiasta ipse supra. p. 127, 7. ἐπεὶ περὶ τῶν Πατρόκλου)[*](21. ἐπʼ ἐκδικίᾳ scripsi pro ὑπεκ- τριχῶν εἶπεν “μιάνθησαν δὲ ἔθειραι” δικίᾳ, vocabulo nusquam lecto. (Il. 16, 795) εἰς ἐκδικίαν καὶ παρα- Similiter scriptores in Thes. vol. μυθίαν.)[*](3 p. 397 citati, Apollodorus 3, 7. 25. οὔτω Cobetus] ο)
131

ἐπὶ μὲν τῆς Μενελάου εἰκόνος τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν, ἐπὶ δὲ τῆς τοῦ Αἴαντος τὸ ἄλκιμον.

134, 135, 136. παρὰ Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ ἦσαν οἱ γ΄ στίχοι, ἴσως, φασὶν ἔνιοι, ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν, ἀλλὰ θήλειαι μόναι. κατὰ δὲ τὸ ἀρσενικὸν καὶ ἐπὶ τῆς θηλείας τέτακται ὁ λέων, καὶ ἔστιν ἐπίκοινον. ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ ἃ καὶ ἐπὶ θηλυκῶν τάσσεται, καὶ θηλυκὰ ἃ καὶ ἐπʼ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπʼ ἄρσενος καὶ θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπʼ ἀρσενικοῦ τίθεται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην, λέαινα δὲ ἡ θήλεια· κατὰ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χοώμενον “ᾧ ῥά τε νήπἰ ἄγοντι,” οὐχὶ “ᾗ ῥά τε νήπιʼ ἀγούσῃ.” ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.

135. *ἐπακτῆρες κυνηγοὶ, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας.

136. ἐπισκύνιον τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος, ἤτοι τὸ τοῦ δέρματος συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργίζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις. ἱστόρηται τοῦτο ἐπὶ τῆς ἀληθείας· φασὶ γὰρ, ὅταν ἐμπέσῃ λέων ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κατανεύειν καὶ καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας καταλίπῃ τὸ τέκνον.

ἕλκεται ἔφη ἀντὶ τοῦ ἕλκει. καλύπτων δὲ, ὁ λέων· διὸ καὶ διὰ τοῦ ω γράφεσθαι συνεφώνουν ἅπασαι.

139. *ἑστήκει οὕτως ἔξω τοῦ ῑ.

142. Ἕκτορ μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν, καὶ τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι.

[*](3. Male praefixum lemma servatio Didymi de Aristarchi ἑστήκει ῶς τίς τε λέων, quod est scriptura, saepius in scholiis repe- initium versus 133, non 134. tita, ut ad 4, 329. 367 ἑστήκει])[*](16. ἐπάγειν] *ἐπάγεισθαι οὕτως Ἀρίσταρχος Ἰακῶς ἑστήκει. 6)[*](24. καλύπτων] In textu καλύψων. 373 ἐφειστήκει] Ἀρίσταρχος χωρὶς)[*](25. τοῦ ω Bekkerus] τοῦ ν τοῦ ῑ ἐφεστήκει. 11, 600. 12, 446.)[*](26. οὕτως addidit La Roche 18, 557. 22, 36. 23, 106. 691. Textkr. p. 244, ut supra p. 130, 25 Od. 11, 544. De quo pluribus οῦτω χωρὶς τοῦ ῑ ἑστήκει. Est ob. dixit La Roche l. c.)
132

143. φύξηλιν παράγωγον ἀπὸ τοῦ φύξω μέλλοντος, φυγάδα ὄντα καὶ δειλόν. καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι ἔγκειται ἐν τῇ λέξει. περισπαστέον δὲ τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βεβαιωτικῶς κεῖται.

144. σαώσεις οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ σαώσῃς διὰ τοῦ η.

149. διὰ τοῦ ν, μεθʼ ὅμιλον. παρὰ δὲ Ζηνοδότῳ μεθʼ ὁμίλου· καὶ λόγον ἔχει ἀντὶ τοῦ ἔξω ὁμίλου.

150. ἀγνοοῦσι τὰ ᾠκονομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι.

151. ἕλωρ ἡ διπλῆ, ὅτι τὰ ἑλώρια οὐκ ἔστι βρώματα, ὡς οἱ γλωσσογράφοι, ἀλλʼ ἑλκύσματα.

152. *πόλλʼ ὄφελος πολλαχῶς ὠφέλημα.

153. ὑπόνοια τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου, εἰ μὴ τὸν Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφʼ αὑτοὺς ἔχοιεν εἰς ἀνταπόδοσιν τὴν περὶ Σαρπηδόνος· ἄριστος γὰρ οὗτος, ὥστε μὴ ἀμεληθῆναι τὴν ἀνακομιδὴν τοῦ σώματος αὐτοῦ, ἐξ οὗ συνέβαινεν ἀνταποδίδοσθαι τὸν Σαρπηδόνα. διὸ ἐπιφέρει “τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσί.”

*ὅτι Ζηνόδοτος γράφει κύον ἔτλης. ἄλογον δέ.

154. ἤτοι ὑποστικτέον ἀνδρῶν, ἵνα στίζωμεν ἴμεν, ὁ δὲ λόγος εἴη, διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων, οἴκαδε πορευσόμεθα· ἢ ὑποστικτέον ἐπὶ τὸ ἴμεν, ἵνʼ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ σύνδεσμος περισσεύῃ, Τροίῃ δέ, τοῦ λόγου τοιούτου γινομένου, διόπερ νῦν εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν, ἀπόλοιτο ἂν ἡ Τροία.

155. τὸ πεφήσεται οὐκ ἔστιν ὅμοιον τῷ “πέφαται δʼ ὤριστος Ἀχαιῶν” (689), ἀλλὰ πεφήσεται ὄλεθρος φανήσεται.

161. *οὕτως διὰ τοῦ η, τεθνηώς.

*καί μιν ἐρυσαίμεθα χάρμης καὶ διὰ μάχης αὐτὸν ἐξελκύσαι-

163. οὐκ ἴσασιν οἱ περὶ τὸν Γλαῦκον εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν εἰς Λυκίαν ὑπὸ τοῦ ὕπνου καὶ τοῦ θανάτου· διό φησιν ἀντιρυσιάσαι τὸν Πάτροκλον ἕως ἂν κομίσαι τὸν Σαρπηδόνα.

*ὅτι ἐπὶ ἀψύχων τὸ ἀγοίμεθα.

[*](1. ἀπὸ τοῦ φύξω μέλλοντος ad- 29. οὐκ Cobetus] ὅτι οὐκ didit Bekkerus.)[*](31. ἕως ἄν κομίσαι] ὡς ἀνακομίσαι)[*](12. ὑπόνοια Cobetus] ὅτι ὑπόνοια Friedlaenderus.)[*](27. *ἐξελκύσαιμεν] ἐξελκύσωμεν)
133

διὰ τὸν Πάτροκλον ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος. πῶς: διδάξει δὶὰ τῶν ἐπιφερομένων “τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος.” οὐκ ἂν ἐναδιαφοροῖεν τῇ αἰκίᾳ τοῦ Πατρόκλου διὰ τὸ εἶναι αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα, ἀλλὰ ταχέως ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα, ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν Πάτροκλον.

166. οὐκ ἐτάλασσας οὐχ ὑπέμεινας. ἀπὸ τούτου καὶ τλήμων ὁ ὑπομενητικός.

170. Γλαῦκε, τίη δὲ σύ πρὸς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται· ὡς ὑβρισμένος γὰρ ἀγανακτεῖ.

*τίη Ἀττικῶς διὰ τί.

171. *ὢ πόποι παρὰ Ζηνοδότῳ ὦ πέπον, οὐ κακῶς.