Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

607. ἐν καυλῷ τὸ τῆς ἐπιδορατίδος. λέγει δὲ ἀντὶ τοῦ κατὰ τὸν καυλόν.

οὕτως δὲ μόνως φησὶν ὁ Δίδυμος ἐν τοῖς διορθωτικοῖς, τοὶ δʼ ἐβόησαν· ἀβέλτερον γὰρ τελέως τὸ τοὶ δʼ ἐφόβηθεν· οὐ γὰρ φεύγουσιν, ἀλλὰ διώκουσιν. καὶ ἐπὶ Πατρόκλου τὸ ὅμοιον· “ἐκ δʼ ἴαχε λαὸς ὄπισθε Τρωικός” (723).

*οὕτως Ἀρίσταρχος, τοὶ δʼ ἐβόησαν.

608. *Ἰδομενῆος τὸ σημεῖον, ὅτι ἐπʼ Ἰδομενέα.

Τρῶες, ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο” ἕως τοῦ “αὐτὸς δʼ ὤλεσε θυμόν” (616). λίαν τούτων πέπλεκται ὁ λόγος, καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων. “ὁ δʼ Ἰδομενῆος ἀκόντισε δίφρῳ ἐφεσταότος· [*](7. συστροφάς] ἀπὸ τοῦ ἀΐσσειν 12. ἔκτυπε] om. addit Lehrsius.) [*](13. ἀντὶ τοὺ] αν) [*](9. ἐτίναξε] ἐτίναξε· οὐκ εὖ Lehrs. 19. ἐν Bekkerus] ἐπʼ)

142
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε.” τίς πεζὸς ἤλυθε, “καί κε Τρωσὶ μέγα κράτος;” οὕτως αὐτὸς ἐτρώθη, ὅτι πεζὸς ἦν. ἀλλὰ δεῖ νοεῖν τὰ μὲν διὰ μέσου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶς ἐξενηνεγμένα ὕστερον τῆς ἐπὶ μέρους ἐπεργασίας τυχόντα κατʼ ἐπανάληψιν. τὸ δὲ “πεζὸς γὰρ τὰ πρῶτα” οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουστέον, ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δʼ ἐκ τοῦ ἐπιφέρεσθαι “καί κε Τρωσὶ μέγα κράτος·” οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα “δίφρῳ ἐφεσταότος, τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν, αὐτὰρ ὁ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἔπετʼ αὐτῷ” ὥστε εἶναι τὸ ἑξῆς, ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ “ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος·” εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν πῶς ἐγένετο ἐν τῷ δίφρῳ, πρότερον μὲν ἦν πεζὸς, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα. πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας ἐν τῇ Ν (240) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεὺς, νῦν δὲ ἄφνω πέφηνεν ἐφʼ ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεὺς, τραχεῖαν ἔχων τὴν Ἰθά. κην. σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα· “καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους.” τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν “ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος.” πῶς ; ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους, ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε. τίς γὰρ ἡ ἰδιότης, ὅτι εἴπερ ἐμάχετο πεζὸς, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦσχεν;

610. *μακρὰ ἡ παρέκβασις καὶ πάντα διὰ μέσου· τὸ γὰρ ἑξῆς “Κοίρανον βάλʼ ὑπὸ γναθμοῖο.”

613. καί κε Τρωσὶ πάντως ἀπώλετο ἂν ὁ Μηριόνης, εἰ μὴ πεζὸς ἀφίκετο, ὡς εἵ γε τῷ Ἰδομενεῖ ἡνιόχει, ἀπολώλει ἄν, καθὰ καὶ [*](28. ἀπολώλει ἂν scripsi pro ἀπολώλεὶ, ut est lim. 33. Rectius ἀπω- λρλει.)

143
ὁ Κοίρανος. τὸ γὰρ “πεζὸς γὰρ τὰ πρῶτα” καὶ ἐπὶ τοῦ Μηριόνου ἀκουστέον.

614. εἰ μὴ Κοίρανος ὧκα ποδώκεας ἐκδεκτέον τὸν λόγον ἐπὶ τοῦ Ἰδομενέως. ὁ Κοίρανος ἰδὼν τὸν Ἰδομενέα κινδυνεύοντα πεζὸν (πεζὸς γὰρ ἀπὸ τοῦ ναυστάθμου) ἐξήλασε τοὺς ἵππους, δεξάμενος αὐτὸν ἐπὶ τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν, ὥστε μετὰ τὸ ἀναβῆναι ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο, σώσας τὸν Ἰδομενέα.

617. τὸν βάλʼ ὑπὸ γναθμοῖο κατὰ τὸ εἰκὸς πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· καὶ γὰρ ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους βεβλῆσθαι.

618. *ἐς δʼ ἄρʼ ὄδόντας ὦσε δόρυ πρυμνόν ἕως τοῦ ἐσχάτου τοῦ δόρατος ὦσεν.

622. μάστιε νῦν ὅτι τοῦτο φιλικόν. αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων κινδυνεύειν βούλεται, τὸν δὲ ἤδη παρηβηκότα προπέμπει καὶ τὴν ἀσφάλειαν αὐτῷ πορίζεται.

627. ἑτεραλκέα νίκην οὐ γὰρ ἄλλως νίκη γίνεται ἢ τῶν ἑτέρων ἐπʼ ἀλκῆς ὄντων.

630. *ἀρήγει ἐν ἄλλῳ ἀμύνει.

631. *ἐφείς διχῶς, καὶ ἀφείη.

632. *τὸ ἔμπης ἀντὶ τοῦ ὁμοίως τέτακται.

637. * οἵ κου δεῦρ’ οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ οἴ που νῦν.

639. πρὸς τὸ ἀμφίβολον, αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶν, ἢ τὸν Ἕκτορα. πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσειν.

643. οὔ πη πῶς παρείληπται τὸ οὔπη; σημαίνει γὰρ τὸ εἰς τόπον· “πῆ ἔβη Ἀνδρομάχη” (Il. 6, 377): τὸ δὲ ποῦ ἐστὶν ἐν τόπῳ, ὅπερ καταλληλότερον· ἀλλʼ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινὰ τῶν Ἀχαιῶν τοιοῦτον. μήποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλʼ ὡς παραπληρωματικὸν σύνδεσμὸν ἐκληπτέον.

644. ἠέρι γὰρ κατέχονται ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι, λαμπρύνεται δὲ ἐπιφανέντος τοῦ ἡλίου “ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν” (Od. 9, 144).

[*](26. ἐνσείσειν] Conf. schol. ad 12, 120.)
144

*κατέχονται ἐν ἄλλῳ ἠέρι γὰρ κεκάλυπται.

646. *ἰδέσθαι ἐν ἄλλῳ ὁρᾶσθαι.

μεγαλοφρόνως οὐ σωτηρίαν αἰτεῖται, ἀλλὰ φῶς πρὸς τὴν τῶν ὀφθαλμῶν χρείαν, ἵνα δρῶντές τι καὶ πάθωσιν.

648. δάκρυ χέοντα περιπαθῶς εἰσάγει τὸν Αἴαντα δακρύοντα. οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα· οὐ γὰρ ἦν κατʼ Αἴαντα.

649. ἠέρα ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει· ἔστι γὰρ ταυτὸν τῷ ὁμίχλη· καὶ ἀπῶσε τὸν ἀέρα, ὅ ἐστιν ὁμίχλην.

651. ὅτι οὐκ εἶπε βοὴν ἀγαθῷ Μενελάῳ, ἀλλὰ κατὰ παράλειψιν τῆς προθέσεως, πρὸς βοὴν ἀγαθὸν Μενέλαον.