Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

719. *ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οἶδεν.

725. διαστολὴ μέν ἐστι βραχεῖα ἐπὶ τὸ ἕλῃς· κοινὸς γὰρ ὁ αἴκεν σύνδεσμος καὶ ἐπὶ τοῦ ἑξῆς, ἐάν πως αὐτὸν ἕλῃς καί σοι δῷ τὴν νίκην ὁ Ἀπόλλων. δύναται δὲ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ ἔχει ἦθος.

732 *ἔφεπε ἐν ἄλλῳ ἔπεχε.

736. *ἅζετο ηὐλαβήθη, ἀντὶ τοῦ οὐδὲ ὅλως ηὐλαβήθη αὐτόν.

747. ὅτι ἅπαξ εἴρηκε τήθεα. ἔστι δὲ εἶδος τῶν θαλασσίων ὀστρέων. πρὸς τοὺς χωρίζοντας· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας. φανερὸν δὲ ὅτι εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ μικροπρεπὲς παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμένους· ἀλλʼ ὅμως φησὶ “δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες” (Od. 17, 299).

748. ὅτι Ζηνόδοτος γράφει εἰ καὶ δυσπέμφελοι εἶεν, ὥστε ἐπὶ τῶν ἀνδρῶν εἶναι, οἷον εἰ καὶ δυσάρεστοι εἶεν οἱ συνεσθίοντες, [*](2. οἶκόνδε] οἶκον δὲ 3. ἄγραδε, ἅλαδε] άγρα δὲ ὅλα δὲ) [*](21. δύναται] σὐ δύναται Lehrsius, deleto καὶ ἔχει ἦθος)

120
ὡς καὶ Ἡσίοδος “πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι” (O. 720). βέλτιον δὲ ἐπὶ τῆς θαλάσσης, εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα· τὴν γὰρ τοῦ κολυμβητοῦ ἐντρέχειαν ἀντιπαρατίθησι τῷ ἀπὸ τοῦ δίφρου κεκυβιστηκότι. καὶ Ἡσίοδος δὲ ἐπὶ τῆς θαλάσσης τέταχε “καὶ τοῖς οἱ γλαυκὴν δυσπέμφελον ἐργάζονται” (Th. 440).

765. ὡς δʼ εὖρός τε νότος τʼ ἡ παραβολὴ πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου. ὅμοιον δέ ἐστι τὸ “Βορέης καὶ Ζέφυρος (Il. 9, 5).

768. αἵ τε πρὸς ἀλλήλας ὅτι οὐκ ἐντέτακται ἡ ἀκή, καθάπερ ἐπὶ τοῦ ξίφους “τανύηκες ἄορ,” ἀλλὰ κατὰ παραγωγὴν, τανυήκεας ὄζους, οἷον ταναοὺς, ὡς κελαινεφὲς αἷμα. τὸ δὲ τανυήκεας ὡς εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν.

769. *λείπει γίνεται.

774. *βραχὺ διασταλτέον ἐπὶ τὸ μεγάλʼ.

*Ἀρίσταρχος διὰ τοῦ ᾱ ἐστυφέλιξαν.

775. * Ἀρίσταρχος ὁ δʼ ἐν στροφάλιγγι, σὺν τῷ ν.

776. *ἐπὶ τὸ μεγαλωστί βραχὺ διασταλτέον.

κεῖτο μέγας μεγαλωστί ὁ ἀστερίσκος, ὅτι εἰς τὴν δευτέραν νέκυιαν (Od. 24, 40), μετάκειται, οὐχ ὑγιῶς. καὶ ὅτι Ἰακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος, πρὸς τὸ “ἐν καρὸς αἴσῃ” (Il. 9, 378), ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ.

779. βουλυτόνδε ἐπὶ τὴν ἑσπέραν, καθʼ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων.

789. δεινὸς ὁ μὲν τόν ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ περὶ αὐτοῦ εἰς τὸν πρὸς αὐτόν.

793. *κυνέην βάλε Φοῖβος πόλλων ἐντεῦθεν ἔστιν ὁρᾶν τὴν προσπάθειαν τοῦ ποιητοῦ, ὅτι τὴν ἀριστείαν τοῦ Ἕκτορος τῷ Ἀπόλλωνι περιτίθησιν.

797. ἱππόκομον τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐνθάδε· ὅταν δὲ ἐπὶ τοῦ κομοῦντος τὸν ἵππον, τότε πρὸ τέλους ἡ ὀξεῖα. προείρηται δὲ [*](1. *ὡς καὶ—δυσπέμφελος ἕναι] 23. Idem schol. in marg. inter. omisso ἐπὶ τὴν ἐκπέραν) [*](6. *παραβολὴ] παραγωγὴ 24. τῶν ἔργων additum ex scholio) [*](7. *ἰδεῖν] ἰδίαν marg. inter.) [*](17. Ἀρίσταρχος] ἀριστ. Ἀριστο- 25. ἐκ— αὐτόν Friedl.] ἐκ τοῦ πρὸς φάνης La Roche Textkr. p. 393. αὐτὸν εἰς τὸν περὶ αὐτοῦ )

121
περὶ τῶν τοιούτων, καὶ ὡς ἐν τῷ κυπαρισσόκομος καὶ οὐλόκομος προπαροξυνομένοις ἡ κόμη ἔγκειται.

801. *ὅτι τὸ πᾶν ἀντὶ τοῦ ὅλον.

*οὅτω πᾶν δέ οἱ. ἐν δέ τισι τῷ δέ οἱ.

807. ὅτι Ζηνόδοτος γράφει σχεδὸν οὔτασε Δάρδανος ἀνήρ. ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται, ὡς διὰ τῶν ἑξῆς δείκνυται “ὥς τοι πρῶτος ἐφῆκε βέλος” (812).

810. ποτε διὰ τοῦ τ αἱ Ἀριστάρχου, καὶ γὰρ δὴ τότε, ὡς τῶν τότε μελετώντων τὴν τοιαύτην ἄσκησιν ὥστε τὸν ἀντελαύνοντα ἀνατρέψαι ἀπὸ τοῦ ὀχήματος.

ὅτι σύνηθες ἦν τοῖς ἀρχαίοις ἁρματομαχεῖν, ἐσφαιρωμένοις δόρασι χρωμένους, καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων. ὁ δὲ Διονύσιος οὐκ ἐπὶ μελέτης, ἀλλʼ ὅτι ἀνεῖλεν πρὸ τῶν ἀγώνων καὶ πρῶτος εἰς πόλεμον παραγενόμενος.

811. *τὸ σὺν ὄχεσφιν ἑκατέροις δύναται προσδίδοσθαι.