Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

716. *οὕτως εἰσάμενος· ἐπιφέρει γοῦν “τῷ μιν ἐεισάμενος” (720).

718. ὅτι Όμηρος τὴν Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης Κισσέως (Hec. 3).

719. *ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οἶδεν.

725. διαστολὴ μέν ἐστι βραχεῖα ἐπὶ τὸ ἕλῃς· κοινὸς γὰρ ὁ αἴκεν σύνδεσμος καὶ ἐπὶ τοῦ ἑξῆς, ἐάν πως αὐτὸν ἕλῃς καί σοι δῷ τὴν νίκην ὁ Ἀπόλλων. δύναται δὲ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ ἔχει ἦθος.

732 *ἔφεπε ἐν ἄλλῳ ἔπεχε.

736. *ἅζετο ηὐλαβήθη, ἀντὶ τοῦ οὐδὲ ὅλως ηὐλαβήθη αὐτόν.

747. ὅτι ἅπαξ εἴρηκε τήθεα. ἔστι δὲ εἶδος τῶν θαλασσίων ὀστρέων. πρὸς τοὺς χωρίζοντας· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας. φανερὸν δὲ ὅτι εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ μικροπρεπὲς παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμένους· ἀλλʼ ὅμως φησὶ “δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες” (Od. 17, 299).

748. ὅτι Ζηνόδοτος γράφει εἰ καὶ δυσπέμφελοι εἶεν, ὥστε ἐπὶ τῶν ἀνδρῶν εἶναι, οἷον εἰ καὶ δυσάρεστοι εἶεν οἱ συνεσθίοντες, [*](2. οἶκόνδε] οἶκον δὲ 3. ἄγραδε, ἅλαδε] άγρα δὲ ὅλα δὲ) [*](21. δύναται] σὐ δύναται Lehrsius, deleto καὶ ἔχει ἦθος)

120
ὡς καὶ Ἡσίοδος “πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι” (O. 720). βέλτιον δὲ ἐπὶ τῆς θαλάσσης, εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα· τὴν γὰρ τοῦ κολυμβητοῦ ἐντρέχειαν ἀντιπαρατίθησι τῷ ἀπὸ τοῦ δίφρου κεκυβιστηκότι. καὶ Ἡσίοδος δὲ ἐπὶ τῆς θαλάσσης τέταχε “καὶ τοῖς οἱ γλαυκὴν δυσπέμφελον ἐργάζονται” (Th. 440).

765. ὡς δʼ εὖρός τε νότος τʼ ἡ παραβολὴ πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου. ὅμοιον δέ ἐστι τὸ “Βορέης καὶ Ζέφυρος (Il. 9, 5).

768. αἵ τε πρὸς ἀλλήλας ὅτι οὐκ ἐντέτακται ἡ ἀκή, καθάπερ ἐπὶ τοῦ ξίφους “τανύηκες ἄορ,” ἀλλὰ κατὰ παραγωγὴν, τανυήκεας ὄζους, οἷον ταναοὺς, ὡς κελαινεφὲς αἷμα. τὸ δὲ τανυήκεας ὡς εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν.

769. *λείπει γίνεται.