Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

636. *ἄμεινον εἶχε, φησὶν ὁ Ἀρίσταρχος, εἰ ἐγέγραπτο βοῶν εὐποιητάων, ἔξω τοῦ τε συνδέσμου.

χαλκοῦ τε ῥινοῦ τε ὅτι προειπὼν ῥινοῦ τε, ὡς ἕτερόν τι διάφορον συμπλέκει βοῶν τε· καὶ ἤτοι ἐξ ἐπαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτὸ, ὡς “πυκνοὶ καὶ θαμέες” (Od. 12, 92) καὶ “πόλεμόν τε μάχην τε” (251)· ἢ τὸν τε σύνδεσμον περιττὸν νομιστέον, ἵν’ ᾖ ῥινοῦ βοῶν, τουτέστι τῶν ἀσπίδων.

βοῶν τʼ εὐποιητάων τὸ εὖ οὐ θέλουσι κατʼ ἰδίαν προφέρεσθαι, ἀλλʼ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν “εὐποιήτῃσι πύλῃσι” (Il. 5, 466) παρωνύμως. κἀγὼ δὲ συγκατατίθεμαι. ἐν δέ τισιν εὕρομεν ῥινῶν τε βοῶν τε κατὰ τὸ πληθυντικόν.

638. * Ἀρίσταρχος κατὰ δοτικὴν, Σαρπηδόνι δίῳ.

οὐδʼ ἂν ἔτι φράδμων αἱ μὲν κοιναὶ κατʼ αἰτιατικὴν Σαρπηδόνα, αἷς ἀκόλουθόν ἐστι τὸ συνάπτειν Σαρπηδόνα δῖον ἔγνω, ἵνʼ ὁ φράδμων τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δὲ ὡς Ἀρίσταρχος γράφει, Σαρπηδόνι δίῳ κατὰ δοτικὴν, βραχὺ διασταλτέον ἐπὶ τὸ δίῳ· τὸ γὰρ λεγόμενον, οὐδὲ ὁ πάνυ γνώριμος, φησὶ, καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι.

648. * ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀριστάρχου.

660. *βασιλῆα βεβλαμμένον τὸ ἦτορ, νεκρόν.

*γράφεται δεδαϊγμένον ἦτορ.

666. Ἀπόλλωνα ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων “καὶ τότʼ ἄρʼ ἐξ Ἴδης προσέφη Σεὺς ὃν φίλον υἱοό,” ἵνʼ ἐκ τῆς Ἴδης προσφωνῇ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα. γελοῖον δὲ τὸ κραυγάζειν ἀπὸ τῆς Ἴδης τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώ- μενον ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ τῆς Ἥρας.

668. οὕτως Ἀρίσταρχος, Σαρπηδόνι, κατὰ δοτικήν· Σαρπηδόνι κάθηρον τὸ αἷμα. μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτηκε τούτους. παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι.

669. πολλὸν ἀποπροφέρων τινὲς τὴν ἀπό ἀναστρέφουσιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ μέντοι οἳ [*](16. τὸν συνετὸν Bekk.] τῶν συνε- 29. Ἀρίσταρχος Σαρπηδόνα κατὰ δοτικὴν etiam in marg. inter. τῶν γράφει Bekk.] γράφη 30. κάθηρον Bekkerus] καθʼ ὅμηρον )

118
παρολκὴν ἐδέξαντο τῆς πρό, καὶ ἐφύλαξαν τῆς ἀπό τὴν προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου, ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· “νώτου ἀποπροταμών” (Od. 8, 475)· “ἡ δὲ διαπρὸ Πηλιὰς ἤϊξε” (Il. 20, 276)· “περικρὸ γὰρ ἔγχει θῦεν” (699). οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι.

672. ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχὴ, καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς

673. *γράφεται θήσουσιν Λυκίης.

674. κασίγνητοι ἁπλοϊκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστόρηκεν αὐτοῦ ἀδελφούς.

677. ὅτι Ζηνόδοτος καὶ τοῦτον περιῄρηκε, τηρῶν τὸ σύμφωνον ἑαυτῷ.

686. τὸ νήπιος καθʼ ἑαυτό. οὕτως γὰρ μᾶλλον ἐμφαίνει τὸν ἐπισχετλιάζοντα. ἁμαρτάνουσι δὲ οἱ συνάπτοντες.

688. ἀλλʼ αἰεί τε Διός ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι κρείσσω. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς σὺν τῷ ν λέγεται. καὶ τὸ κρεῖσσον ἐπὶ τοῦ κατὰ δύναμιν τίθησιν ὁ ποιητής.

*ἀνδρός γράφεται ἀνδρῶν.

697. τοὺς ἕλεν, οἱ δʼ ἄλλοι ὅτι Ζηνόδοτος γράφει τοὺς ἕλες. ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν περὶ αὐτοῦ, καὶ πολλάκις ἀποστροφὰς ποιεῖται.

φύγαδε τοῦτο οὐκ ἰσοδυναμεῖ τῷ εἰς φυγὴν, ὡς τὸ “ἦ καὶ ὁ μὲν φύγαδʼ αὖθις ὑποστρέψας” (Il. 11, 446)· ἀντὶ γὰρ αἰτιατικῆς, οὐ μετὰ τῆς εἰς. διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐστὶν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπʼ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῆ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις. “Ἴδηθεν μεδέων” (Il. 3, 276) “δόρυ δʼ ἔκβαλεν ἔκτοσε χειρόςʼ (Od. 14, 277). ἀλλʼ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγαδέ, ὡς Οὔλυμπόνδε, ἢ εἴς, ὡς ἄγραδε. τὸ γοῦν “ἅλαδʼ [*](5. θῦεν] θυῖεν) [*](33. ἢ εἶς, ὡς ἄγραδε] ἡ ει Ἥὡς άγρε) [*](10. οἱ] *πάντες οἱ δὲ (sic). ἄγραδε Callmachus fr.) [*](21. ἀπέστροφε Friedl.] ἀπέστρεφε 26, ubi v. Schneider. p. 130.) [*](23. καὶ] om.)

119
ἑλκομενάων” (Il. 14, 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς οἶκόνδε, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγὴν, ὡς ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθ’ τῆς καθόλου.

702. *ὅτι ἀγκῶνος τῆς γωνίας λέγει.

704. * βέλτιον τοῖς ἑξῆς τοῦτο συνάπτειν.

706, *ἔπεα πτερόεντα προσηύδα γράφεται προσέφη ἑκάεργος Ἀπόλλων.

707. *οὔ νύ τοι Ἀρίσταρχος οὔ νύ πω.

710. πολλόν ὅτι Ζηνόδοτος γράφει τυτθόν. ὁ δὲ αὐτὸς στίχος καὶ ἐπὶ τοῦ Διομήδους κεῖται (Il. 5, 443). καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται τυτθόν· συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν· ἐνθάδε δὲ πολλόν· προεντέταλται γὰρ ὁ Ἀχιλλεὺς “μάλα τόν γε φιλεῖ ἑκάεργος Ἀπόλλων.”

716. *οὕτως εἰσάμενος· ἐπιφέρει γοῦν “τῷ μιν ἐεισάμενος” (720).

718. ὅτι Όμηρος τὴν Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης Κισσέως (Hec. 3).