Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

15. Ἕκτορα δῖον ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα. πρὸς τὸ μὴ ὑποπτεύειν τὰ ἐν Ὀδυσσείᾳ (1, 65) “πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην.”

17. *οὕτως διὰ τοῦ η, ἐπαύρηαι.

ἐπαύρηαι προπαροξυτονητέον ὁμοίως τῷ “εἰσόκε τοὺς ἀφίκηαι” (Od. 11, 122)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. ταυτὸν δὲ λέγομεν καὶ περὶ τοῦ “σὺ δέ κεν κακὸν οἶτον ὄληαι” (Il. 3, 417)· καὶ γὰρ οὗτος μέσος δεύτερος ἀόριστος.

18. *διὰ τοῦ η μέμνῃ εἶχον πᾶσαι.

τοὺς τῆς Ἡρας δεσμοὺς νοητέον φυσικὴν τοῦ ἀέρος πρὸς τὸν αἰθέρα συμπλοκήν. διὰ τοῦτο οὖν φησὶ χρύσεον ἄρρηκτον, ἵνʼ ᾖ δυσδιαχείριστον, ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγὲς καὶ δυσδιάλυτον. ἄκμονας δὲ δύω τὰ βαρύτατα τῶν στοιχείων, γῆν καὶ θάλασσαν. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ θνητὸν Ἡρακλέα· φησὶ γὰρ “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω.” ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος. μυθικῶς γὰρ Ζεὺς [*](1. ἄλλως Bekkerus] ἄλλους 18. *πρὸς τὸ μὴ ὑποπτεύειν] οὐχ) [*](17. Ἕκτορα] Addendum καλεῖ, ὑποπτεῦον οὖν quod est in scholio simillimo v. 23. σὺ δέ] οὐδέ 223.)

62
ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αὐτοῦ δεσμεύων τὰ πάντα· μετʼ αὐτὸν δέ ἐστιν ἀὴρ μέσος γῆς καὶ αἰθέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν· τοῦ δʼ ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ, σὓς δὴ νῦν ἄκμονας λέγει παρὰ τὸ ἀκοπίαστα εἶναι τὰ στοιχεῖα. καλῶς οὖν οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. ἡ διπλῆ δὲ, ὅτι ἐκ δυεῖν τόπων, τούτου τε καὶ τοῦ κατὰ τὴν A ῥαψῳδίαν(587), ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθον.

21. * ὅτι μακρὸς ὁ Ὄλυμπος ὡς ὄρος.

22. παρασταδόν τοῦτο τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος, λῦσαι δʼ οὐκ ἐδύναντο παραστάντες, ὃν δὲ λάβοιμι, δηλονότι παριστάμενον ἢ λύοντα.

23. *ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατʼ ἀμφοτέρους τοὺς τόπους (cf. Il. 1, 591).

24. * Ἀρίσταρχος θυμόν, ἄλλοι δὲ θυμός. ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ· “οἵ σʼ ὠτειλὴν αἷμʼ ἀπολιχμήσονται” (Il. 21, 122).

*συναπτέον ἕως τοῦ θείοιο (25)· ἐν σχήματι γὰρ εἴρηται.