Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

697. *ὅτι ὡς πρός τινα διαλέγεται. οὐκ ἔστι δέ· ἀλλ’ ἔστι φαίη τις ἄν.

698. ἄντεσθʼ Τυραννίων παροξύνει, ὡς λαβέσθαι πυθέσθαι, ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς· σημαίνει γάρ παρατατικὸν, καὶ ἔστι τὸ ῥῆμα παρʼ αὐτῷ καὶ βαρυνόμενον. τὸ γὰρ [*](22. μόνης ἑνότητος (sic)] ψιλότητος 34. αὐτῷ] καὶ περισπώμενον addit Bekkerus. Lehrsius.)

88
“ἤντησ’ οὐδὲ ὄδον” (Od. 4, 201) καὶ “ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος” (Il. 16, 423) ἀπὸ περισπωμένου κέκλιται· τὸ δὲ “ὡς ἄν τίς σε συναντόμενος” (Od. 17, 165) ὡς ἁπτόμενος, καὶ “ἤντετο γάρ τοι Φοῖβος” (Il. 16, 788) ὡς ἥπτετο, ὁμολογεῖ τὴν βαρεῖαν τάσιν· οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι. στικτέον δὲ ἐπὶ τὸ πολέμῳ, καὶ τὸ ἑξῆς καθʼ αὑτό· μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον.

705. ὠκυάλου ἐψίλωσαν τὸ α, παραγωγὴν ἐκδεξάμενοι καὶ οὐ σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν τῇ συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλος Ἀμφίαλος Ἀστύαλος· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα “πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ” (Od. 1, 395) “ἀγχίαλόν τʼ Ἀντρῶνα” (Il. 2. 697), ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον.

σχόλιον. ἐπιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν. ἀλλὰ τοῦτο, εἰ σύνθετον ἦν, ἐγένετο ἄν· νῦν δὲ ὡς ἐν τοῖς ἄνω εἶπεν, παραγωγὴν ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη· φίλιππος μὲν τῆς μέσης δασυνομένης τὸ προσηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους ἀναγινώσκομεν “ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλας.” Φίλιπποςδὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· “ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος” (Od. 8, 111). ἐναντίως δὲ ὁ Ἡρωδιανός.

709. ἀϊκάς ὡς παλλακάς· καὶ ἐγένετο παρὰ τὸ ἀΐσσω ἀϊκή ὡς φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παῤ αὐτῷ· “πολυάϊξ γυῖα δʼ ἔθηκεν” (Il. 5, 811) καὶ “πολυάικος πολέμοιο (Il. 1, 165) καὶ “κορυθάϊκι πολεμιστῇ” (Il. 22, 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν κατὰ συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρον. χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι, ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ δύο συλλαβὰς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ ἑλίκη ἐρίκη μυρίκη φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων.

712. καὶ ξίφεσιν μεγάλοισι ἀθετεῖται, ὅτι εὐτελὴς ὁ στίχος καὶ [*](7. ἐκδεξάμενοι] ἐδεξάμενοι)

89
ἰδιότης τῆς μάχης οὐ σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι καὶ ἀξίναις. ὁ δὲ Διονύσιος, πῶς οὖν ἐπιφέρει “πολλὰ δὲ φάσγανα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον,” εἰ μὴ εἶχον ξίφη;

714. πολλὰ δὲ φάσγανα καλά ὅτι οὐ χρωμένων τοῖς ξίφεσι πρὸς μάχην χαμάδις ἔπιπτον, ἀλλὰ τῶν ὤμων κοπτομένων τοῖς πελέκεσι καὶ τῶν καρπῶν σὺν τοῖς ξίφεσιν.

*πέσον οὕτως διὰ τοῦ ο πέσον.

716. *οὐχὶ μεθίει ὅτι Ζηνόδοτος γράφει οὐκ ἐμεθίει.

717. φλαστον τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύμνης. εἴρηται δὲ κατʼ ἀντίφρασιν· εὔθλαστον γὰρ ὑπάρχει.

718. ὅτι οἴσετε ἀντὶ τοῦ φέρετε· οὐ γὰρ τὸν μέλλοντα δηλοῖ τὸ οἴσετε, ἀλλ’ ἀπὸ τοῦ οἶσε, ὅ ἐστιν ἀνάλογον.

719. νῦν ἡμῖν ἀντὶ τοῦ πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς.

722. *ὅτι δεῖ κατὰ τὸ τέλειον προφέρεσθαι ἐθέλοντα.

725. βαρυτόνως ἀναγνωστέον. εἰ δὲ καὶ ὡς ἀπὸ περισπωμένου δείκνυταί τινα ἔχων κινήματα, ὥσπερ ἐπὶ τοῦ “καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος” (Il. 7, 364), οὐκ ἀναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν· κλίνεται γὰρ καὶ ὡς βαρύτονον, ὥσπερ ἐπὶ τοῦ “ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν.” πρόδηλον κἀκ τῶν προστακτικῶν ἀνώγετον, ἀνωγέτω· “ἄνωχθι δέ μιν γαμέεσθαι” (Od. 2, 113). διὸ καὶ βαρυτόνως ἀναγνωστέον.

728. *τὸ ἑξῆς, ἀνεχάζετο τυτθὸν θρῆνυν ἐφʼ ἑπταπόδην. οὕτως οὖν διορθωτέον.

729. ρῆνυν ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι ὑπὸ Ὀμήρου τὰς καθέδρας τῶν ἐρετῶν· ἀναχωρῶν γὰρ ἀπὸ τῆς νεὼς τῶν καταστρωμάτων ἐπὶ ταύτας ἀφικνεῖται. τινὲς δὲ τόπον τῆς νεὼς βάσιν ἔχοντα, ἐφʼ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι, ὃ καὶ ἑδώλιόν φασιν. ἄλλοι δὲ τὴν ὑποδεχομένην τὸν ἱστὸν τράπεζαν εἶπον. οἱ δὲ διαβάθραν ἀπὸ νεὼς εἰς νῆα.

730. ὅτι παθητικῶς δεδοκημένος ἀντὶ τοῦ δοκεύων, ἐπιτηρῶν, ὡς “ῥάβδῳ πεπληγυῖα” (Od. 10, 238).

[*](9. οὐκ ἐμεθίει] οὐκεμεθίει uno 17. εἰ δὲ addidit Bekkerus. vocabulo. οὐκὶ μεθίει Cobetus. 24. ἀνεχάζετο Bekk.] ἀνεχατίζετο)[*](14. ἡμῖν (in lemmate)] ἥμιν, ut 27. *τῶν καταστρωμάτων] κατὰ in textu. τῶν στρωμάτων.)
90

735. τὸ φαμέν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει· διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον. εἰ μέντοι παρατατικὸς γίνοιτο, δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατʼ ἀρχὴν πάσχει, καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται, ὅμοιον ὡς τὸ ἔφαμεν ἐντελὲς, ὥσπερ ἐπʼ ἐκείνου “φάμεν δέ οἱ οὐ τελέεσθαι” (Od. 4, 664).

737. *οὐ μέν τι χωρὶς τοῦ σ Ἀρίσταρχος.

739. *Τρώων πεδίῳ ἐν ἄλλῳ Τρώων ὁμάδῳ.

741. *οὕτως Ἀρίσταρχος σὺν τῷ ι, μειλιχίῃ.

Ἀρίσταρχος κατὰ δοτικὴν ἔγραφε, συνάπτων δηλονότι ὅλον τὸν στίχον· ἔσται δὲ οὕτως τὸ ἑξῆς, τῷ ἐν χερσὶν, οὐ μειλιχίῃ τέλος πολέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδʼ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ κατʼ εὐθεῖαν πτῶσιν, ἀκόλουθόν ἐστι στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ ἔσται καθʼ ἑαυτὸ ἑκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος, διόπερ ἐν χερσὶν ἡ σωτηρία, προσήνεια δὲ οὐκ ἔστι πολέμου οἰκεία.

σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ λεγόμενον τοιοῦτο, διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσὶν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει.

744. *τὸ κηλεῖν θέλγειν ἐστὶ καὶ τέρπειν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δέ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.