Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

639. Κοπρῆος οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ Εὐρυσθέως τοῦ τῶν Ἀργείων βασιλέως, ὃς τὰς παρὰ Εὐρυσθέως ἐντολὰς ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄθλων ἕνεκα ἔξωθεν τῆς πόλεως μένοντι· δεδοικὼς γὰρ αὐτὸν οὐκ εἴα ἔνδον εἰσελθεῖν.

640. ἀγγελίης οἴχνεσκε ὅτι Ζηνόδοτος γράφει ἀγγελίην· γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος.

645. *τὸ μετόπισθε βέλτιον τοῖς ἑξῆς συνάπτειν.

κατʼ ἔνια τῶν ἀντιγράφων χωρὶς τοῦ π ἆλτο. διχῶς δὲ τὸ στρεφθείς, διὰ τοῦ α καὶ διὰ τοῦ ε.

646. * ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες.

651. ἀχνύμενοί περ ἑταίρου ὅτι ἐλλείπει ἡ περί, περὶ ἑταίρου. Ἑλλάνικος δὲ Αἰολικῶς νομίζει τὴν περί πέρ εἰρῆσθαι.

653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν ἐν ὄψει τὰς ναῦς ἔβλεπον, ὅ ἐστιν εἰσῆλθον εἰς αὐτὰς καὶ ὑπὸ τὴν στέγην αὐτῶν ἐγένοντο.

656. *γράφεται πρώτων καὶ προτέρων καὶ πρωτέων.

660. τὸ ὑπὲρ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι. ἄλλως δὲ ἀμφίβολον τὸ λεγόμενον· ἤτοι γὰρ ὡς λέγομεν πρὸς Διὸς, ἢ ὅπερ ἂν παρόντες ἐποίουν οἱ γονεῖς. ὅπερ μᾶλλον εἰκός· ἐπιφέρει γὰρ “τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι” (665).

665. *τῶν ὕπερ ἀναστρεπτέον τὴν πρόθεσιν.

666. ἑστάμεναι κρατερῶς πρὸς τὸ ἀκατάλληλον τῆς φράσεως· ἔδει γὰρ, μὴ τρωπᾶσθε δέ· καὶ ὅτι φόβονδε εἰς φυγήν. τοῦτο καὶ καθʼ ἑαυτὸ δύναται εἶναι ἀντὶ προστακτικοῦ· καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο.

668. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν ἀπὸ τούτου ἕως τοῦ “ἡδʼ ὅσσοι παρὰ νηυσίν” (673) ἀθετοῦνται στίχοι Ϛ', ὅτι οὐ προσυνίσταται ἀχλὺς, ἀλλὰ συνεχῶς μάχονται. νῦν δέ φησιν “ Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους.” πρότερον δὲ οὐ καθεώρων, ὅτι ἔλεγε “τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον” (416) καὶ ὅτε παρεκάλει αὐτούς “ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες” (494). πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος; ἥ τε Ἀθηνᾶ οὐ πάρεστι διὰ τὴν τοῦ Διὸς ἀπειλήν.

[*](4. In marg. inter. Εὐρυσθῆος τέρω, sed προτέρων, ut legitur in ἀέθλων, adscripto γρ. ἀέθλων. In alio codice. textu legitur Εὐρυσθῆος ἄνακτος. 24. εἶναι addidit Friedl.)[*](16. πρωτέρ, quod non est προ-)
87

669. θεσπέσιον τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμῃ τις, ἔσται θεσπέσιον νέφος, ἐὰν δὲ τοῖς ἑξῆς, θεσπέσιον φῶς.

673. *μάχην ἐμάχοντο ὅτι ὅμοιον τῷ “δαίτην δαινυμένους” (Od. 7, 50).

676. ἴκρια ὡς δέμνια· ἔστι γὰρ ῥηματικὸν, ὡς ἐν ἑτέροις εἴρηται. ἴκρια οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν ὡς σανιδώματα. ἢ τὰ ἐξέχοντα ἄκρα. ἢ τὰς καταγωγάς.

βιβάσθων βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥς φησι Φιλόξενος, κατὰ πλεονασμὸν τοῦ σ, ἢ ὅπερ καὶ βέλτιον, παρὰ τὸ βιβαστός βιβάσθω, ὡς καὶ ἀϊστός, κατʼ ὀξεϊαν τάσιν, ἀίσθων “ὁ δʼ ἔβραχε θυμὸν ἀΐσθων”(Il. 16, 468).

678. τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, σεσημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιεικοσίπηχυ ὑφʼ ἓν ἀναγνωστέον· τοὺς γὰρ ἀριθμοὺς οὕτω προφέρει, διὰ τοῦ ι, ὡς εἰκοσινήριτα. τινὲς δὲ καὶ κατὰ παράθεσιν, ὡς τὸ τρισκαιδέκατος, ὥστε καὶ τὸ θηλυκὸν τρισκαιδεκάτη.

679. ὡς δʼ ὅτ’ ἀνὴρ ἵπποισι ὅτι κέλητα αὐτὸς μὲν οἶδε, χρωμένους δὲ τοὺς ἥρωας οὐ συνίσπησιν. τὸ δὲ κελητίζειν κέλητι ἱππεύειν· καὶ ἐν Ὀδυσσείᾳ (5, 371) “ἀμφ’ ἑνὶ δούρατι βαῖνε, κέληθ’ ὣς ἵππον ἐλαύνων.” παραγωγὸν δέ ἐστι τὸ ῥῆμα παρὰ τὴν κέλητος γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν ὅσοι διαστέλλουσι· καὶ γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ μόνης ἑνότητος.

681. *δίηται γράφεται διώκῃ.

686. *βιβάς γράφεται βιβῶν.

691. βοσκομενάων εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως ἂν ἐπεκράτησεν· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας.

694. *ἀΐσσων γράφεται ἀΐξας.

ὦρσεν Ἀρίσταρχος ὦσεν ὄπισθεν, χωρὶς τοῦ ρ. καὶ ἀντίος διὰ τοῦ σ.