Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

44. τειρομένους δʼ ἐπὶ νηυσίν ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ οὕτως ἐφέρετο, κτεινομένους δʼ ἐπὶ νηυσὶν ἰδών· καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους. ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως ἀπολογεῖται. οὕτως Ἡρακλέων.

45. * καὶ κείνῳ, ἐκ πλήρους Ἀρίσταρχος τὸν καί σύνδεσμον.

49. Ἀριστοφάνης μετὰ τοῦ σ βοῶπις· καὶ ἔστιν εὐφραδέστερον.

*περιττεύει τὸ ἔπειτα.

50. * ἀθανάτοισι καθίζοις ἐν ταῖς εἰκαιοτέραις ἀθανάτοισι θεοῖσι.

52. τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς.

53. *οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστοφάνης.

54. * κάλεσσον ἐν ἄλλῳ κέλευσον.

56. ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν ἀπὸ τούτου ἕως τοῦ “λισσομένη τιμῆσαι” (77) ἀθετοῦνται στίχοι κβ', ὅτι οὐκ ἀναγκαίως [*](6. οὐ δἰ ἐμὴν γνώμην—βοηθεῖ] 15. κοιμήσασα Lehrsius] καὶ Seclusi verba ex praecedentibus κοιμήσασα. repetita.)

64
παλιλλογεῖται περὶ τῶν ἑξῆς ἐπεισαχθησομένων, καὶ κατὰ τὴν σύνθεσίν εἰσιν εὐτελεῖς· καὶ ὅτι ὡς ἐπίπαν πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ, νῦν δὲ πρὸς τὸ πρότερον ἀπήντηκεν “ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν.” ψεῦδος δὲ καὶ τὸ “φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος” (63)· οὔτε γὰρ παραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· “ἔφαντο γὰρ οὐκέτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι” (Il. 12, 125). ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται· οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρʼ αὐτῷ ἡ φυγὴ, ἀλλʼ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φησὶν “εἰ δέ χʼ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται” (ib. 71). ἀσύνηθες δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν “Ἴλιον αἰπὺ ἕλοιεν” (71)· πάντοτε γὰρ θηλυκῶς λέγει. ἔν τε τῷ “λισσομένη τιμῆσαι” φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλὰ ποδάρκη καὶ ποδώκη.

*καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.

63, 64. *ὅτι ψεῦδος.

64. οὕτως, ἀνστήσει ὅν, αἱ Ἀριστάρχου· τινὲς δὲ ἀνστήσειεν ἑταῖρον διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ “Πηλείδεω Ἀχιλῆος” ἕως τοῦ “λισσομένη τιμῆσαι” (77) οὐδʼ ὅλως ἔγραφεν.

69. *ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις.

71. *ὅτι νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον.

*Ἀρίσταρχος Ἴλιον ἐκπέρσωσιν.

72. *οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ, παύω.

77. *ὅτι οὐδαμοῦ τὸν Ἀχιλλέα πτολίπορθον.

80. ὡς δʼ ὅτ’ ἄν ἀΐξῃ νόος ἀνέρος ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθότος γῆν καὶ πολλὰ ἱστορηκότος ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα καὶ ταχέως ἄλλοτε ἐπʼ ἄλλο μεταβαίνει, οὕτω καὶ ἡ Ἥρα τότε ἐκ τῆς Ἴδης ὀξέως παρεγένετο εἰς τὸν Ὅλυμπον.

ὅτι τὸ κατὰ διάνοιαν θεῖον τάχος τῆς ἐπιπτήσεως τῶν τόπων τὸ [*](8. ἐκεῖνος Lehrsius] ἐκείνοις 28. *Πορφυρίου praefixum.) [*](18. ἠθετοῦντο] ἠθέτηντο Bekkerus. 31. *Ἥρα] ἡμέρα Sed conf. schol. ad v. 231. 32. τὸ κατὰ—κινήσει] τὸ θεῖον) [*](19. ὅτι] I. e, ἀθετοῦνται, ὅτι —: τάχος τῆς ἐπιπτήσεως τῶν τόπων τῇ nam versibus 63, 64, obelus est κατὰ διάνοιαν κινήσει Lehrsius. praefixus in textu.)

65
κατὰ κίνησιν ἀντιπαρέθηκεν ὑπερβολικῶς, καὶ ὅτι τὸ παροιμιακὸν τὸ “διέπτατο δʼ ὥστε νόημα” ἐκ τούτων καὶ τῶν κατὰ τὴν Ὀδύσσειαν (7, 36) σύγκειται “τῶν νέες ὠκεῖαι ὠσεὶ πτερὸν ἠὲ νόημα,” οὐκ ὂν παρʼ οὐδενὶ ποιητῇ.

82, *οὕτως Ἀρίσταρχος ἔνθʼ εἴην, μετὰ του ν, καὶ διὰ τῶν δύο η μενοινήῃσί τε.

86, Ἀρίσταρχος σημειοῦται ὅτι οὕτως μόνως γραπτέον δέπασσιν· φησὶ γοῦν ἐν τοῖς ἑξῆς “Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας.” ἐν ἐνίοις δὲ “κάλεόν τέ μιν εἰς ἓ ἕκαστος,” οὐκ εὖ· ἰδίαν γὰρ ἔχει καθέδραν· πῶς οὖν πρὸς ἑαυτὸν ἕκαστος καλεῖ: ἐπὶ μὲν τῆς Ἴριδος ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους παραγεγονυίας (ΙΙ 23, 203). ἀλλὰ μὴν οὐδʼ ἐπέεσσι γραπτέον· ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον. ὁ δὲ Θρᾷξ Διονύσιος παρακεῖσθαί φησι τὸ σημεῖον ὅτι διὰ παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ “οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ” (Od. 9, 5).

*ταὐτὰ ὁ Δίδυμος τῷ Ἀριστονίκῳ λέγει περὶ τῆς γραφῆς τῆς δέπασσι.

87. *Θέμιστι ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ παρὰ Θέμιδος.

92. *θεὰ λευκώλενος ἐν ἄλλῳ βοῶπις πότνια Ήρη.

94. *ἐκείνου Ἀρίσταρχος κείνου Ἰακῶς.

οἷος ἐκείνου θυμός ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπὶ ψόγου, ὁ ὑπέρσπονδος, βέλτιον δὲ ὁ ὑπέρμετρος· ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου· “οὐκ ἀγαπᾶς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν” ἀντὶ τοῦ ἀγαθοῖς.

97. οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται δύναται καὶ καθʼ ἑαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι, ἵνʼ ᾖ θαυμαστικὸς ὁ λόγος. βέλτιον δὲ τὸ σύνηθες, ὡς καὶ ἐπάνω “οἶσθα καὶ αὐτὴ οἷος ἐκείνου θυμός” (93).

οὐδέ τί φημι ὁ νοῦς, οὐκέτι οἶμαι τὸν Δία οὐδενὶ τῶν πάντων θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι.

101. ἡ δὲ γέλασσεν οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅταν τις μὴ ἐκ διαθέσεως καὶ κρίσεως γελᾷ. οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως, ὁ μετὰ δηγμοῦ πρὸς ὑπόκρισιν· οὐ γὰρ γελᾷ. καἰ [*](17. ταὐτὰ] ταὖ 35. *δηγμοῦ] δηχμοῦ)

66
τὸν Ἄρη δὲ ὑπομνήσκει τοῦ υἱοῦ φοβοῦσα, ἵνʼ αὐτὸν ἀποστήσῃ τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς.